Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Θεοδωρήτου. Ἔδειξε τοίνυν κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐθνῶν

385
θεογνωσίας τὴν πρόρρησιν. καὶ τὴν Ἰουδαίων μιαιφονίαν. τὸ γὰρ ἀποτολμᾷ, τοῦτο δηλοῖ. οὐκ ἔδεισε φησὶν φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παρρησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. τὸ δὲ “ ὅλην τὴν ἡμέραν,” τὸ διηνεκὲς λέγει. τοῦτο γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ἡρμήνευσαν.

Καὶ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν, δοκεῖ μὲν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν. διὰ δὲ τοῦ αὐτοῦ, καὶ τὸ σχῆμα τοῦ σταυροῦ ἐπιδείκνυται. ἀλλ’ ὅρα πῶς σαφεστάτως ὁ θεῖος Ἀπόστολος τῶν ἔμπροσθεν διαπορηθέντων πάντων τὴν λύσιν ἐπήγαγε. δείξας τὴν γνώμην αὐτῶν αἰτίαν γενομένην τῆς ἀπωλείας, καὶ ὡς πάντοθεν ἀνάξιοι τῆς συγγνώμης εἰσί· καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, καὶ οὐδὲ οὕτω βουληθέντας προσελθεῖν. καὶ τὸ πολὺ πλεῖον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐ μόνον δὲ νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε· τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις, πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. καὶ τί δεῖ λέγειν ἐπ’ ἀνθρώπων τοῦτο ; ὅπου καὶ ἐπὶ ἀλόγων, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται. καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον, οὐκ εἶξε τῷ πατρὶ, ἀλλ’ ἔμεινε φιλονεικοῦν. ἑτέρου δὲ θεραπευθέντος παιδίου καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικούς. καὶ ὅπερ οὐκ ἴσχυσεν ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. οὐ γὰρ παρεκάλεσε μόνον καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος τοὺς πολλῷ καταδεεστέρους αὐτῶν. ὃ μάλιστα ποιεῖ παραζήλωσιν· εἰσάγων οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἢν, καὶ τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μὴ δὲ ὄναρ αὐτοὶ ποτε ἐφαντάσθησαν. ἀλλ’ οὐδὲ οὕτως εἶξαν. οὐδεμιᾶς οὖν εἶεν ἄξιοι συγγνώμης. ἀλλὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει. καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων αὐτὸ συλλογίζεσθαι.

386

Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, ἐκ σπέρματος Ἁβραὰμ, φυλῆς Βενϊαμίν. οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

Χρυσοστόμου. τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, ὃ διὰ τῶν ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι. ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἔστηκε. διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε τὸν λαόν· ἀλλὰ προσέθηκεν “ ὃν προέγνω.” εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησὶν, “ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης, ἐκσπέρματος Ἁβραὰμ φυλῆς Βενϊαμίν.” ἐγὼ φησὶ ὁ διδάσκαλος, ὁ κήρυξ. ἐπεὶ οὖν ἐδόκει ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς λέγουσι, “ τίς ἐπίστευσε τῇ ἀκοῇ ;” καὶ “ “ τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. καὶ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει·” οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν “ μὴ γένοιτο·” ἀλλὰ καὶ κατασκευάζει αὐτὸ, πάλιν ἀναλαμβάνων καὶ λέγων, “ οὐκ ἀπώσατο “ ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ φησὶν, ἀλλ’ ἀπόφασις· ὅρα οὑν τὴν κατασκευὴν, τήν τε προτέραν καὶ τὴν μετ’ ἐκείνην. προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν. οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτὸν ἔμελλεν, ᾧ τὲ κήρυγμα ἅπαν, καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἐκεῖθεν ἐξελέξατο. αὕτη μὲν οὖν μία κατασκευή. δευτέρα δὲ μετ’ ἐκείνην, τὸ εἰπεῖν “ τὸν “ λαὸν ὃν προέγνω,” τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα, καὶ τὴν πίστιν δεξάμενον. καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, καὶ μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. ἵνα γὰρ μὴ λέγῃ τις, σὺ οὖν ὁ λαὸς εἶ. καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη, ἐπήγαγεν, “ οὐκ ἀπώσατο τὸν λαὸν ὃν προέγνω·” ὡς ἂν εἰ ἔλεγεν, ἔχω μετ’ ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους.

Θεοδωρήτου. Ἠδύνατο μὲν οὖν τὴν ἀπόδειξιν τοῦ μὴ ἀπωσθῆναι τὸν λαὸν καὶ ἐξ ἑτέρων πολλῶν παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον, τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους. καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, “ καὶ “ τοὺς κατὰ τὴν οἰκουμένην τῶν Ἰουδαίων δεξαμένους τὸ κήρυγμα.”

387
ἀλλ’ ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσιν. εἰ ἀπώσατο, λέγων, ὁ Θεὸς τὸν λαὸν, εἷς ἃν ἦν τῶν κατηγορουμένων κἀγώ. ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἁβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενϊαμὶν φύλαρχον· καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. καλῶς δὲ “ καὶ ὃν προέγνω,” προσέθηκε. τουτέστι, τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην.