Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Ἐπειδὴ πάλιν ἑτέραν ἐπήγαγον ἀντίθεσιν λέγοντες, καὶ μὴν εἰ ἦσαν οὗτοι οἱ ἀπεσταλμένοι, καὶ παρὰ τοῦ Θεοῦ πεμφθέντες, ἔδει πάντας ὑπακοῦσαι, σκόπει τοῦ Παύλου τὴν σύνεσιν. πῶς αὐτὸ τοῦτο ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὃν ἀναιρετικόν. τί γάρ σε σκανδαλίζει, ὦ Ἰουδαῖε, φησὶ, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν, καὶ πραγμάτων ἀπόδειξιν ; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ
Θεοδωρήτου. Οὐκοῦν ὁ ἀπιστῶν τοῖς θείοις λόγοις, διαπιστεῖ. καὶ ὁ πιστεύων θεία δεχόμενος ῥήματα, καρπὸν προφέρει τῆς ἀκοῆς τὴν πίστιν.
Θεοδώρου Μονάκου. Ἤρτηται μὲν οὖν ἡ πίστις, ἀκοῆς. ἡ δὲ ἀκοῆς ῥήματος. ὅμως θεῖον ἦν τὸ ῥῆμα, καὶ πάντως πιστὸν, καὶ ἐγγυώμενον τῶν λόγων τὴν ἀψεύδειαν. ἀλλ’ οὐκ ἐπίστευσαν. τὸ μέντοι “ τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν,” καὶ οὕτω νοηθήσεται. οἷς ἠκούσαμεν παρὰ σοῦ, καὶ ἐκηρύξαμεν, τίς ἐπίστευσεν ;
Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν ; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Χρυσοστόμου. Δείξας ὅτι δεῖ πιστεῦσαι τοῖς προφήταις, ἀεὶ τὰ τοῦ Θεοῦ λέγουσι, καὶ ἀκροάσεως μηδὲν πλέον ἐπιζητῆσαι, ἐπάγει λοιπὸν ἀντίθεσιν, καὶ φησὶ, “ἀλλὰ λέγω, μὴ, οὐκ ἤκουσαν ” τι γάρ φησιν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν ; εἶτα μεθ’ ὑπερβολῆς ἁπάσης ἡ λύσις τῆς ἀντιθέσεως. τί λέγεις ; οὐκ ἤκουσαν ; ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν. καὶ ὑμεῖς πη οἷς τοσοῦτον ’τον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε ; καὶ πῶς ἃν ἔχοι λόγον ;
Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.