Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Χρυσοστόμου. Οὐκοῦν συγγνώμης ἀλλ’ οὐ κατηγορίας ἄξιοι. εἰ μὴ γὰρ δι’ ἄνθρωπον εἰσὶν ἀπεσχοινισμένοι, ἀλλὰ διὰ ζῆλον, ἀλλ’ οὖν ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἣ κολάζεσθαι ἄξιον. ἀλλ’ ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν. “ ἀγνοοῦντες γάρ,” φησι, “ τὴν τοῦ Θεοῦ δι- “ καιοσύνην,” πάλιν τὸ ῥῆμα συγγνώμης. ἀλλὰ τὸ ἑξῆς, κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. “ καὶ τὴν ἰδίαν “ γάρ,” φησιν, “ δικαιοσύνην στῆσαι ζητοῦντες.” ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν. καὶ ὅτι οὐδὲ αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων ἔστησαν. τὸ γὰρ εἰπεῖν “ ζητοῦντες στῆσαι,” τουτέστιν ἐμφαίνοντες. καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν. οὐδὲ γὰρ εἶπεν ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον. ἠνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα, καὶ μετὰ τῆς προσηκούσης αὐτοῦ σοφίας. εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. εἰ δὲ

369
ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἣ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἣ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος· καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. ἀλλ’ οἱ ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτοντες, καὶ φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει. μὴ προσελθόντες δὲ τῇ πίστει, μὴ δὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου δικαιωθῆναι μὴ δυνηθέντες, πάντοθεν ἐξέπεσον.

Κυρίλλου. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον, πλὴν ἐλέγχει πεπλανημένους. ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ, ἔλεγον, “ ὅτι περὶ καλοῦ ἔργου οὐ “ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. ὅτι σὺ ἄνθρωπος ὣν, “ ποιεῖς σεαυτὸν θεόν,” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι, Χριστόν. ἤτοι, τὴν διὰ πίστεως τῆς εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μώσεως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς, οὐ ζητήσαντες τὸν Υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα· τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην, οἰκονομικῶς συστέλλοντα. ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς.

Θεοδωρήτου. Καὶ ἄλλως δέ. Οὐκ ἔγνωσάν, φησι, ὅτι διὰ τοῦ νόμου ὁ Θεὸς τὴν πίστιν ἐπηγγείλατο. καὶ ὅτι ἡ πίστις οὐκ ἐναντια ἐστι τῳ νόμῳ, ὐπ’ αὐτοῦ του νόμου μαρτυρουμένη. Κλήμεντοσ. Καὶ μὴ γνόντες, μὴ δὲ ποιήσαντες τὸ βούλημα τοῦ νόμου, ὃ ὑπέλαβον αὐτοὶ, τοῦτο καὶ βούλεσθαι τὸν νόμον ὠήθησαν. καὶ οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν. λόγῳ δὲ ψίλῳ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν.

Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Θεοδωρήτου. Οὐ γὰρ ἐναντία τῷ νόμῳ, φησὶ, ἡ εἰς Χριστὸν πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν δεσπότην Χριστὸν ἐποδήγησε. τὸν τοῦ νόμου τοίνυν πληρῶν σκοπὸν, ὁ πιστεύων τῷ δεσπότῃ Χριστῷ. καλῶς δὲ πάλιν “ παντὶ τῷ “ πιστεύοντι” τέθεικε. συμπεριέλαβε γὰρ, πᾶσαν τὴν τῶν ἀνθρώπων

370
φύσιν. κἂν γὰρ Ἕλλην ᾐ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει.

Γενναδίου. τελειοῖ τοίνυν τὸν τοῦ νόμου σκοπὸν ὁ Χριστός· διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τὴν δικαίωσιν τοῖς προσιοῦσιν αὐτῷ πᾶσι δωρούμενος.

Χρυσοστόμου. Καὶ ὅρα πάλιν σύνεσιν. ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην. ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων, τὴν μὲν, ἔχειν, τῆς δὲ, ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι. καὶ γὰρ καὶ τούτους οὐχ ἧττον δεδοικέναι ἐχρῆν, ἔτι νεήλυδας ὄντας· μὴ δὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν· καὶ εἴπωσιν, ὅτι εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν, ὅρα τί κατασκευάζει· καὶ δείκνυσιν, ὅτι μία πίστις ἐστὶν ἡ δικαιοσύνη· καὶ ἐκείνη, εἰς ταύτην ἀνακεφαλαιοῦται. καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν. ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει. ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. καὶ γὰρ τέλος ἰατρικῆς, ὑγεία. ὥσπερ οὖν ὁ δυνάμενος ὑγιᾶ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει. ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως. ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει. ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἔστιν ἀλλότριος. τι γὰρ ἐβούλετο ὁ νόμος ; δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ; ἀλλ’ οὐκ ἴσχυσεν. οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. τοῦτο οὑν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπεν. ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσε μειζόνως ὁ Χριστὸς διὰ τῆς πίστεως· μὴ τοίνυν φοβηθῇς, φησι, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες. τότε γὰρ αὐτὸν παραβαίνεις, ὅταν δι’ αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς. ὡς ἃν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἣ ἐκέλευε. πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες.

Κυρίλλου. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς, ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι’ αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν, τὸν Χριστόν. καὶ μάλα

371
ὀρθῶς. ἣ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ’ ἃν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές ; καίτοι πῶς ἃν ἐνδοιάσειέ τις ; οὔκουν ἀναίρεσιν τῶν διὰ Μώσεως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις. ἀλλ’ ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν.