Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Τοῦ ἀγίου Ἰωάννου Τοῦ Χρυσοστόμου ἑρμηνεία Εἰσ τὸ Κατὰ Ἰωάννην Εὐαγγέλιον. Εἰ μὲν Ἰωάννης διαλέγεσθαι καὶ τὰ αὑτοῦ ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρὶ δᾶ εἰπεῖν καὶ ἀνατροφήν. ἐπειδὴ δὲ οὐχ οὗτος, ἀλλ’ ὁ Θεὸς δι’ αὐτοῦ φθέγγεται, περιττόν ἐστι ταῦτα ἀναζητεῖν. ἔστι δὲ πατρίδος μὲν ἤτοι κώμης εὐτελοῦς· ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας· πατρὸς δὲ ἁλιέως καὶ πένητος· παιδείας δὲ τῆς ἔξωθεν οὐδ’ ὁτιοῦν αὐτῷ μετῆν· καὶ γοῦν μαρτυρεῖ Λουκᾶς ὅτι οὐ μόνον ἰδιώτης ἦν, ἀλλὰ καὶ ἀγράμματος. Οὗτος ὁ ἁλιεὺς ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως, ὁ ἰδιώτης ἰδιωτίαν τὴν ἐσχάτην, ὁ γράμματα μὴ μαθὼν, μήτε πρότερον μήθ’ ὕστερον, μετὰ τὸ συγγενέσθαι Χριστῷ, ταύτην φθέγγεται τὴν συγγραφήν. Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοδιδάσκαλοι τινες ἔφασαν τὸν ἀίδιον τοῦ Θεοῦ Λόγον τότε πρῶτον κεκλῆσθαι πατρὸς ὕπαρξιν, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου· συναχθέντες τῶν πιστευσάντων οἱ νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν Ιωάννην τὸν τοῦ Ζεβεδαίου, καὶ τὴν τοιαύτην ἀπήγγελλον νόσον· ὃς τοῦτο ἀκούσας, εὐθέως ἐπὶ τὴν τοῦ παρόντος ἔδραμε συγγραφὴν, ἀνατρέπων τὴν τῶν ψευδοδιδασκάλων ψευδοδοξίαν.
Ἐρώτησισ. τίνος ἕνεκα τῶν ἄλλων Εὐαγγελιστῶν ἀπὸ οἰκονομίας ἀρξαμένων, τοῦτο μὲν ἐν βραχεῖ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀιδίου γεννήσεως ἡμῖν διαλέγεται; Ἀπόκρισισ. Ἐπειδὴ οἱ ἄλλοι Εὐαγγελισταὶ τὸ πλεῖον ἐν κατὰ σάρκα διατρίψαντες λόγοις, δέος ἦν πολλοὺς χαμαιπετεῖς
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Ιωάννης τὸν γενεαλογούμενον σιωπῶν, ἀπὸ τοῦ ἀγενεαλογήτου ἄρχεται. πρέπει γὰρ τὸν θεολογούμενον Υἱὸν τοῦ Θεοῦ μήτε γενεαλογεῖσθαι, “τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται;” μήτε πειράζεσθαι· Θεὸν γὰρ διάβολος πειράζειν οὐ δύναται. τοῦτο δέ φαμεν οὐ λύοντες τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, δεικνύντες δὲ τὰ ἐπινοούμενα πράγματα ἐπὶ Ἰησοῦ Χριστοῦ. τὸν δὲ νοῦν τοῦ προκειμένου Εὐαγγελίου οὐδεὶς δύναται λαβεῖν, μὴ ἀναπεσὼν ἐπὶ τὸ τοῦ Ἰησοῦ στῆθος καὶ λαβὼν τὴν Ἰησοῦ μητέρα Μαρίαν ἀπὸ τοῦ Ἰησοῦ μητέρα, καθὼς Ἰωάννης. Τί δήποτε δὲ τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; ἐπειδὴ ἐκεῖνος μὲν δῆλος ἦν ἅπασιν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός. ὁ δὲ μονογενὴς ἠγνοεῖτο· εἰκότως τοίνυν τὴν περὶ τούτου γνῶσιν εὐθέως ἐκ προοιμίων ἔσπευσε θεῖναι τοῖς οὐκ εἰδόσιν αὐτὸν, ἀλλ’. ὥστε οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ πρῶτον μάλιστα τιμῶντας καὶ τιθεμένους Θεὸν, καὶ διὰ τοῦτο ἐντεῦθεν ἄρχεται· ὅμως οὐδὲ τὸν Πατέρα ἐν τούτοις ἀπεσιώπησεν· “ἐν ἀρχῇ ἦν ὁ “Λόγος.”
Ισον δύναται τοῦ ἐν ἀρχῇ τὸ ἦν· εἰ γὰρ ἐν ἀρχῇ ἦν, ποτὲ οὐκ ἢν, καὶ διὰ τοῦτο δὲ φησὶν ὁ Λόγος καὶ οὐχ ὁ Υἱὸς, ἵνα μὴ τῇ προσηγορίᾳ τοῦ Υἱοῦ εἰσέλθῃ σοὶ ἡ τοῦ πάθους ἔννοια, ἐπειδὴ τὰ παρ’ ἡμῖν γεννῶντα χρόνῳ γεννᾷ καὶ ἐμπαθῶς, προδιορθούμενος τὰς ἀπρεπεῖς ὑπολήψεις οὕτω φησί. Λόγος δὲ ἐκλήθη, ἵνα δειχθῇ ὅτι ἐκ τοῦ νοῦ προήχθη, καὶ ὅτι ἀπαθῶς ἐγεννήθη. “Ἐν ἀρχῇ ἦν ὁ Λόγος” εἶδες παρρησίαν καὶ ἐξουσίαν πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται. Τὸ “ἐν ἀρχῇ ἦν” ἐπισυνημμένον προσκειμένου τὲ οὐδενὸς ἑτέρου, ἀπόλυτόν τινα καὶ ἀπεριόριστον δείκνυσι τὴν ἀρχήν.
Τὸ δὲ ἢν οὐδὲν ἕτερον ἔστιν ἀλλ’ ἣ τοῦ εἶναι ἀεὶ δηλωτικὸν καὶ ἀπείρως εἶναι. Λόγον δὲ αὐτὸν ἐκάλεσεν, ἵνα μὴ παθητὴν αὐτοῦ τὴν γένεσιν ὑπολάβωμεν· ἔτι δὲ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν τὰ τοῦ Πνεύματος. οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον ἐκάλεσεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ὅπως τῶν λοιπῶν αὐτὸν λόγων καὶ ἐν τούτῳ χωρίσῃ. πολλοὶ γὰρ οἱ τοῦ Θεοῦ λόγοι, ἀλλ’ οὐδεὶς ἐκείνων τῶν λόγων Θεός· ἀλλ’ ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα, οὗτος δὲ ὁ Λόγος οὐσία τις ἐνυπόστατος ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. εἰπὼν οὖν ὅτι καὶ “Θεὸς ἦν ὁ “Λόγος,” οὐκ ἐμφαίνει τι μέσον τῆς θεότητος ταύτης, ἐπειδὴ οὐχ ἧττον Θεὸς ὁ Υἱός· εἶπεν οὖν τὸ γνωριστικὸν τῆς γνησίας αὐτοῦ θεότητος καὶ τὸ ἀίδιον, διὰ τοῦ ἐν ἀρχῇ ἢν· τὸ δὲ συναΐδιον ἐνέφηνεν ἡμῖν διὰ τοῦ “οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” τουτέστι μὴ νομίσῃς πρεσβυτέραν εἶναι, φησὶ, τὴν ὕπαρξιν τοῦ Πατρός· οὐ γὰρ ἦν ἔρημός ποτε τοῦ Λόγου· εἰ δὲ λέγοι τις, καὶ πῶς ἔστιν Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός· τὸ γὰρ ἔκ τινος ὂν ἀνάγκη πᾶν ὕστερον εἶναι τοῦ ἐξ οὗ ἔστιν; ἐκεῖνο ἐροῦμεν, ἄρα τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, μὴ ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς ἀκτῖνος; οὐδαμῶς· ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθήσεις σεῖς πεπηρωμένον· οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ· ἰδοὺ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσωμεν, μᾶλλον δὲ καὶ μειζόνως καὶ θεοπρεπῶς· διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν.
Επειδὴ ὁ Μωϋσῆς ἐλάχιστον μέρος τὴν κτίσεως ἀπολαβὼν, οὐδὲν ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων, εἰκότως ὁ Εὐαγγελιστὴς ἐνὶ βραχεῖ ῥήματι ὅλα περιλαβὼν φησί· “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονε, τουτέστι, τῶν γενητῶν, κἂν ὁρατὸν ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Χριστοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη· οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν εἰς τὸ “οὐδὲ ἕν’ ἐπιθήσωμεν κατὰ τοὺς αἱρετικούς· ἐκεῖνοι γὰρ οὕτω φασὶν, “ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν,” βουλόμενοι τὸ Πνεῦμα τὸ Ἅγιον κτίσμα λέγειν.
Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπω.
Εἰπὼν περὶ τῆς δημιουργίας, ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον. ἵνα γὰρ μηδεὶς ἀπιστῇ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι’ αὐτοῦ γέγονεν, ἐπήγαγεν, “ὅτι ἐν αὐτῷ ζωὴ ἦν,” τουτέστιν, ὅτι ἐν αὐτῷ ζῇ τὰ πάντα, καὶ ἐν αὐτῷ προνοεῖται, καὶ ὅπερ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ αὐτοῦ κυρίως ἂν λέγοιτο, “ὅτι ἐν αὐτῷ “ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.”
Τὸ δὲ ἐπαγόμενον, “καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,” οὐ τοιοῦτον αἰσθητὸν φῶς ἦν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζων αὐτήν. καὶ οὐκ εἶπε, τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου “τῶν ἀνθρώ- “πων·” οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν.
Καὶ τὸ φῶς ἐν τῆ σκοτίᾳ φαίνει.
Φαίνει δὲ τὸ φῶς τὸ νοητὸν τοῦτο ἐν τῇ σκοτίᾳ· σκοτίαν λέγει ἣ τὸν θάνατον ἢ τὴν πλάνην· τὸ γὰρ κήρυγμα μεταξὺ τῆς πλάνης ἔλαμψε, καὶ ἐν τῷ θανάτῳ δὲ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν.
Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Ἡ σκοτία δὲ αὐτὸ οὐ κατέλαβεν, ἐπειδὴ οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη· ἔστι γὰρ ἀκαταγώνιστον. οὐκ ἐμφιλοχωρεῖ δὲ ταῖς μὴ βουλομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμῖν ὁ Θεός.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ.
Διαλεχθεὶς ἡμῖν συμμέτρως περὶ τοῦ Θεοῦ Λόγου, ὁδῷ καὶ τάξει προβαίνων ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν Ἰωάννην ἔρχεται.
Ἀκούοντες δὲ ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον νομίσωμεν εἶναι τῶν λεγομένων· οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται, διὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ τὸ μηδὲν ἴδιον εἰπεῖν· τὸ δὲ “ἐγένετο” ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς· τὸ γὰρ “ἐγένετο ἀπεσταλμένος” ἀντὶ τοῦ ἀπεστάλη εἴρηται·
Ινα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Τὸ δὲ “ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς,” οὐχ ὡς ἀξιόπιστον
Διὰ τι εἶπεν “οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ “περὶ τοῦ φωτός;” ὡς τὰ πολλὰ τὰ ῥήματα, μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο νομίσῃ, τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρῶν τοῦτό φησι.
Κυρίλλου Οὗτος ὁ ἐκ Θεοῦ ἀπεσταλμένος ὁ πᾶσαν καταπλήξας τὴν Ἰουδαίαν, τῆ τε τοῦ βίου σεμνότητι καὶ ταῖς εἰς ἄσκησιν ὑπερβολαῖς, ὁ διὰ φωνῆς ἁγίας προφητῶν προκηρυτ- τομενος.
Ἀμμωνίου Πρεσβυτέρου. Διὰ τοῦτο μείζων τῶν ὁ Ἰωάννης, ὅτι ἐκεῖνοι μὲν ἐκήρυξαν τὸν προσδοκώμενον, οὗτος δὲ ἑωρακὼς αὐτὸν, καὶ πεισθεὶς διὰ σημείων ὅτι οὗτος δὴ ἦλθε, μαρτυρῶν ἐξ ὧν ἤκουσε καὶ εἶδεν.
Ὠριγένουσ. Ὅσον ἐφ’ ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· οὐδὲ γὰρ εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμὸν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἃν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ’ ᾧτε πάντας φωτίζεσθαι· ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.
Κυρίλλου Ἀλεξανδρείασ. Ἀπεστάλθαι φησὶ παρὰ Θεοῦ· ἔδει γὰρ οὐκ αὐτόμολον πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας ἰόντα δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς τοῦ Πατρὸς ὑπηρετοῦντα θελήμασι· δοκεῖ δέ μοι λίαν ἠσφαλισμένος ἐν τούτοις ὁ Εὐαγγελιστὴς, οὐχ ἁπλῶς, ὅτι γέγονεν, εἰπεῖν, ἀλλὰ καὶ διὰ τοῦ προσθεῖναι, καὶ “ἄνθρωπος,” ἀβουλοτάτων τινῶν ἀνατρέπων ὑπόνοιαν τῶν λεγόντων, μὴ ἄνθρωπον ὄντως ὑπάρχειν τὸν βαπτιστὴν, ἀλλὰ τῶν τοῦ Πατρὸς καὶ Υἱοῦ ὑπηρετοῦντα θελήμασιν, ὡς ἐκ τῶν οὐρανῶν ἕνα τινὰ τῶν ἁγίων ἀγγέλων παραγενόμενον ἀνθρωπίνῳ χρήσιμον σώματι, καὶ πρὸς τὸ κηρύττειν [*](b οὐδέ τις Cod.)
Ἦν τὸ φῶς τὸ ἀληθινόν.
Ἀνάγων δὲ πάλιν τὴν ἔννοιαν ἡμῶν πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην, ἔφη· “ἦν “τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον·” καὶ εἰ πάντα ἄνθρωπον φωτίζει, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι· τὸ μὲν εἰς αὐτὸν ἧκον πάντας ἦλθε φωτίσαι, εἰ δέ τινες ἥκοντες τοὺς ὀφθαλμοὺς τῆς διανοίας μύσαντες, οὐκ ἠθέλησαν παραδέξασθαι τοῦ φωτὸς τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσις ἡ σκότησις ἐκείνη, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς σωτηρίας. Κυρίλλου Ὑπείληπτο γὰρ παρά τισι διὰ τὰ προσόντα αὐτῶν πλεονεκτήματα, ὡς αὐτὸς εἴη ὁ Χριστὸς, διὰ τοῦτό φησιν, ἵν ὁλόρριζον ἀνέλῃ τὴν τοιαύτην πλάνην, δηλονότι φῶς δὲ καὶ αὐτὸς κατὰ μετοχὴν, ὡς καὶ πάντες οἱ ἅγιοι.
Ἀμμωνίου. Εἰ καὶ φῶς ὁ Ἰωάννης καὶ οἱ ἅγιοι, ἀλλ’ ἐκεῖνοι τὸ θεολογούμενον, ὅς ἐστι Χριστὸς, ὁ φύσει φῶς· οἱ γὰρ ἅγιοι χάριτι ἔσχον τὸν φωτισμόν· διὸ περὶ τοῦ Χριστοῦ φησιν, ἢν τὸ φῶς τὸ ἀληθινόν.
Κυρίλλου. Ἑκάστων τῶν εἰς τοῦτο εἶναι καλουμένων ἤτοι θεογνωσίας ἐντίθησι καὶ ῥίζαν ἐμφυτεύει συνέσεως· λογικόν τε οὗτος ἀποτελεῖ τὸ ζῶον τῆς οἰκείας φύσεως μέτοχον ἀποδεικνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ’ ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον· φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν Υἱὸς, ἅτε δὴ τὸ φῶς ὐπάρχων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις· καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀνακαίουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν· οὕτως οἱ Ἄγγελοι φῶτα, καὶ πάντες οἱ ἅγιοι, κατὰ μετοχὴν δηλονότι.
Ἀμμωνίου Πρεσβυτέρου. Ὁ Κύριος τὰ λογικὰ ἀπὸ φυσικῶν ἐννοιῶν φωτίζει εἰς τὸ πεισθῆναι ὅτι ἔστι Θεός· στοχαζομένους ἐκ τῆς τῶν κτισμάτων αὐτοῦ καλλονῆς καὶ εὐταξίας τὸ ὑπερανέχον τῆς αὐτοῦ δυνάμεως.
Θεοδώρου. Εἰπὼν “τὸν ἐρχόμενον εἰς τὸν κόσμον” περὶ τοῦ δεσπότου Χριστοῦ, καλῶς ἐπήγαγε τὸ “ἐν τῷ κόσμῳ ἦν,” ὥστε δεῖξαι ὅτι τὸ “ἐρχόμενον” πρὸς τὴν διὰ σαρκὸς εἶπε φανέρωσιν· τῇ γὰρ ὑποστάσει φησὶ καὶ τῇ φύσει ἦν ἐν τῷ κόσμῳ καὶ πρὸ τούτου, καὶ ὡς καὶ τούτου μικροῦ τινὸς ὄντος ἐπήγαγε, “καὶ ὁ “κόσμος δι’ αὐτοῦ ἐγένετο,” τουτέστι, καὶ τί θαυμαστὸν εἰ ἦν ἐν τῷ κόσμῳ, ὃς οὐκ ἂν ἦν, εἰ μὴ ἐκεῖνος ἐβουλήθη; “Ἐν τῷ κόσμῳ ἦν,” οὐχ ὡς τοῦ κόσμου σύγχρονος· διὰ γὰρ τοῦτο ἐπήγαγε, “καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο·” πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πᾶς ἄνθρωπος, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ ἐστι, πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν.
Ἀμμωνίου. Ὡς Θεὸς ἦν ἐν τῷ κόσμῳ, οὐ κατ’ οὐσίαν, κάτα τὸ προνοητικὸν.
Τοῦ Αὐτοῦ. πάλιν ἀνασειράζει τὴν αἵρεσιν τῶν εἶναι κτίσματα τοῦ Θεοῦ τοὺς ἀνθρώπους καὶ τὰ λοιπά.
Τὸ δὲ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω,” κόσμος ἐνταῦθα τὸ δημῶδες πλῆθός φησι, τὸν χυδαῖον καὶ ταραχώδη λαὸν, τὸν τῷ κόσμῳ προσηλωμένον καὶ τὰ τοῦ κόσμου φρονοῦντα. οἱ γὰρ τοῦ Θεοῦ φίλοι πάντες αὐτὸν ἔγνωσαν, οὐ μετὰ τὴν ἐν σαρκὶ αὐτοῦ μόνην παρουσίαν, ἀλλὰ καἰ πρὸ ταύτης, ὡς ὁ Ἀβραὰμ καὶ ὁ Μωϋσῆς καὶ ὁ Δαβὶδ, καὶ πάντες οἱ ἀπὸ τοῦ Σαμουὴλ προφῆται, ὡς ὁ Πέτρος φησί.
Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἀντὶ τοῦ τὸν ἐκεῖνον διὰ τοῦτό σε πάλιν ἀνάγων ἐπὶ τὴν προαιώνιον ὕπαρξιν μονογενοῦς· ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, οἷος ἃν εἴη; πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν· ὅθεν μοὶ καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε.
Ἀμμωνίου. Ὧδε κόσμον μόνους τοὺς ἀνθρώπους λέγει, μέρους ὀνομάζων τὸν κόσμον, ἤτοι τοὺς τὰ τοῦ κόσμου φρονοῦντας
Ἀμμωνίου Πρεσβυτέρου. Λέγεται εἰς τὰ ἴδια ἐληλυθέναι, καθὸ σαρκωθεὶς ἐγνωρίσθη τοῖς αὐτὸν θεασαμένοις ὀφθαλμοφανῶς· ἣ ὅτι πρὸς τοὺς ἰδίους ἦλθεν, οἳ ἐδόκουν αὐτοῦ ἴδιοι εἶναι, κατὰ τὸ ἐξ ὣν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Τὸ δὲ “ὅσοι ἔλαβον αὐτὸν, τουτέστι, κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν‘ Ἕλληνες, κἂν βάρβαροι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παῖδες, κἂν πρεσβύται, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, πάντες τῆς αὐτῆς ἀξιοῦνται τιμῆς· ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις τὴν κοσμικὴν ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα, τὸν βασιλικόν.
Ωριγένουσ. Ἐπεὶ μὴ πάντες ἀπεστράφησαν αὐτὸν, γὰρ ἐξ αὐτῶν προσήκαντο αὐτὸν, καὶ μάλιστα οἱ Ἀπόστολοι, ἐπιφέρει ὁ Εὐαγγελιστὴς, “ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔσχον ἐξου- “σίαν τέκνα Θεοῦ γενέσθαι.” τότε γενησόμενοι τοῦτο, οὐ τέως τὴν ἐξουσίαν εἰλήφασιν, ὅτ’ ἂν τελειθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει. τίς δὲ ἡ αἰτία, δι’ ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν “τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ,” τοῦ φωτὸς δηλονότι.
Οὐκ εἶπε δὲ, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ’, “ἔδωκεν
Κυρίλλου. Οἱ διὰ πίστεως, φησὶ, τῆς εἰς Χριστὸν υἱουεσίας κεκλημένοι Θεοῦ, τῆς μὲν οἰκείας φύσεως τὴν εὐτέλειαν ἀπεδύσαντο, κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι πρὸς τὸ ὑπὲρ φύσιν ἀνακαίουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρηματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον γεννήματα. Τί οὖν ἄρα τὸ πλεῖον ἐρεῖ τις τυχὼν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγενῆσθαι λέγεται παρὰ Θεοῦ κατὰ τὸ “υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ “με ἠθέτησαν;” πρὸς τοῦτο ἐροῦμεν, ὅτι σκιὰν ἔχων ὀνόματος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ὡς ἐν τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς, ἄχρι καιροῦ διορθώσεως, καθὰ γέγραπται, καθ’ ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν γε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν διὰ τὸ ἐνοικῆσαι αὐτοῖς Πνεῦμα τοῦ μονογενοῦς. οἱ μὲν γὰρ εἶχον “πνεῦμα δουλείας εἰς φόβον,” οἱ δὲ “πνεῦμα υἱοθε- “σίας εἰς ἐλευθερίαν, ἐν ᾧ κράζουσιν, ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ὁ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν, καθάπερ ἐν σκιαῖς, ἐν ἐκείνῳ προκατεγράφετο· ὥσπερ οὖν ἀμέλει καὶ τῇ ἐν πνεύματι νοουμένῃ περιτομῇ, ἐν τῇ ἐκείνων πάλαι προετυποῦτο σαρκὶ, καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ ἡμέτερα τυπικῶς.
Ἀνέμνησε δὲ τῶν σαρκικῶν ὠδίνων, εἰπὼν, “οἱ οὐκ ἐξ αἱμάτων,” καὶ τὰ ἑξῆς, ἵνα συγκρίναντες τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου, ἤγουν τὸ σαρκικοῦ τόκου, πρὸς τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος, ὅπερ ἐστὶν ἐκ Θεοῦ γεννηθῆναι, μεγάλην τινὰ ἔννοιαν περὶ αὐτοῦ λάβωμεν, καὶ τῆς τοῦ γεγεννηκότος δωρεᾶς ἀξίαν· διὸ καὶ τὴν αἰτίαν τῆς ἀφράστου ταύτης τιμῆς τίθησι λέγων, “καὶ ὁ λόγος σὰρξ ἐγένετο,” τουτέστι, διὰ ταύτην τὴν ὑπόθεσιν τοῦ γενέσθαι σάρκα τὸν λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν λαβεῖν τὸν δεσπότην, τέκνα Θεοῦ γεγόναμεν.
“Γέγονε δὲ ὁ Λόγος σὰρξ,” οὐ τῆς οὐσίας αὐτοῦ μεταπτώσεως
Ti ἐστι τὸ, “ἐσκήνωσεν ἐν ἡμῖν;“τὸ σκηνοῦν οὐ ταὐτὸν εἴη τῇ σκηνῇ, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ σκηνοῖ, τουτέστιν, ὁ Θεὸς Λόγος ἐσαρκώθη καὶ ἡνώθη σαρκί· ἕτερον δὲ κατ’ οὐσίαν φα- μέν· τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ εἷς ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σάρξ· οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ’ ἑνώσεως τινος ἀρρήτου καὶ ἀφράστου, καὶ ἣν μόνος οἶδεν αὐτὸς.
Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ.
Διὰ τοῦ συντρόφου σώματος ἡμῖν δηλονότι. Εἰ γὰρ τὸ πρόσωπον Μωϋσέως οὐχ ὑπέμειναν οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν δοξασθὲν ἰδεῖν, πῶς θεότητα γυμνὴν καὶ φῶς ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἃν ενεγκειν.
Καὶ ἐπειδὴ πολλοὶ τῶν προφητῶν ἐδοξάσθησαν, ὧν εἷς οὗτος αὐτός ἐστι Μωϋσῆς· ἐθαυμάσθησαν δὲ καὶ Ἄγγελοι παρὰ ἀνθρώποις φανέντες, καὶ τὰ Χερουβεὶμ δὲ καὶ τὰ Σεραφεὶμ μετὰ πολλῆς δόξης ὤφθη τῷ προφήτῃ· πάντων τούτων ἀπάγων ἡμᾶς ὁ Εὐαγγελιστὴς, πρὸς αὐτὴν τῶν ἀγαθῶν ἡμᾶς ἵστησι κορυφὴν, λέγων, “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ “ἀληθείας.” αὐτήν φησι τοῦ βασιλέως, τοῦ γνησίου μονογενοῦς Παιδὸς τοῦ Πατρὸς, αὐτοῦ τοῦ πάντων Κυρίου τὴν δόξαν ἐθεασάμεθα.
Τὸ δὲ “ὡς” ἐνταῦθα οὐχ ὁμοιώσεως ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως, καὶ ἀναμφισβήτου διορισμοῦ, ὡσανεὶ ἔλεγεν, ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἦν ἔχειν μονογενῆ καὶ γνήσιον ὄντα Υἱὸν τοῦ παμβασιλέως Θεοῦ. τίς δὲ ἦν αὕτη ἡ δόξα; ὅτι μετ’ ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης πάντα ἐποίει, καὶ οὐχ ὡς Ἄγγελοι καὶ προφῆται προσταττόμενοι, αὐτοχάρις. καὶ ἀλήθεια ὑπάρχων πεπληρωμένη, καὶ ἄλλοις ταύτην χορηγῶν.
τίνος ἕνεκεν πολλάκις ὁ Εὐαγγελιστὴς τὴν Ἰωάννου περιφέρει μαρτυρίαν, ὥσπερ καὶ ἐνταῦθά φησιν, “Ἰωάννης μαρτυρεῖ περὶ “αὐτοῦ;” οὐχ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα συνετῶς· ἐπειδὴ γὰρ πολλοὶ τὸ θαῦμα εἶχον τοῦ ἀνδρὸς τούτου πάντες οἱ Ἰουδαῖοι, ὥστε καὶ τὸν Ἰώσηπον διὰ τὴν τούτου τελευτὴν τὴν τῶν Ἰουδαίων πόλιν ἀφανισθῆναι πολέμῳ λογίζεσθαι, καὶ μακροὺς περὶ αὐτοῦ λόγους ἐγκωμίων ποιεῖσθαι· τούτου χάριν ἀπ’ αὐτοῦ τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ προδρόμου μαρτυρίας· οὐ τὸν δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῆς τῶν νηπιαζόντων Ἰουδαίων ἀσθενείας συγκαταβαίνων.
Τὸ δὲ, “κέκραγε,” λέγει, τὴν παρρησίαν αὐτοῦ δηλοῖ, καὶ ὅτι χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐκήρυττε.
Διὰ δὲ τοῦ εἰπεῖν, ὅτι “οὗτός ἐστιν ὃν εἶπον,” δείκνυσιν, ὅτι καὶ πρὶν φανῆναι τὸν Χριστὸν, ἀνεκήρυξεν αὐτόν· τοῦτο δὲ ἐποίει ἵνα εὐπαράδεκτον ἡμῖν γένηται.
Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” σημαίνει, ὁ μετ’ ἐμὲ κηρύττων, οὐχ ὁ μετ’ ἐμὲ γενόμενος. Τὸ “ ἔμπροσθέν μου γέγονε,” τουτέστι, λαμπρότερος, ἐντιμότερος. Τὸ δὲ “πρῶτός μου ἦν,” ὅτι οὐκ ἔκ τινος προκόπης πρῶτον μὲν ὄντα, ὀπίσω πεποίηκεν εἶναι, ἀλλ’ ἀεὶ πρῶτος ἦν, εἰ καὶ ὕστερος παραγίνεται. “Ἐκ τοῦ “ρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,” ὅτι οὐ ἔχει τὴν δωρεὰν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτόριζα πάντων ἐστὶ τῶν. ἀγαθῶν, αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαληθεία· οὐκ ἐν ἑαυτῷ συνέχων τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὐπερκλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερκλύσαι μένων πλήρης.
Ἀντὶ ποίας χάριτος ποίαν χάριν ἐλάβομεν; ἀντὶ τῆς πάλαι τὴν καινήν· καὶ γὰρ χάριτι καὶ Ἰουδαῖοι προσεδέχθησαν τότε, ὡς γέγραπται, ὅτι “οὐ διὰ τὸ πολυπληθεῖς ὑμᾶς, ἀλλὰ διὰ τοὺς “πατέρας ὑμῶν ἐξελεξάμην.” καὶ ἡμεῖς πάλιν χάριτι ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μειζόνως διὰ τὴν τοῦ Πνεύματος δωρεὰν, καὶ διὰ τὴν ἀπὸ τῆς καταλλαγῆς γενομένην παρρησίαν. Καὶ τὸ λαβεῖν δὲ τὸν νόμον, χάριτος ἦν, καθὼς ἐπάγει, ὅτι “ὁ νόμος διὰ “Μωϋσέως ἐδόθη.” εἰ γὰρ καὶ τύπος ἦν ὁ νόμος ἐκεῖνος, ἀλλ’
“ Θεὸν οὐδεὶς ἑώρακε πώποτε” εἰπὼν ὁ Εὐαγγελιστὴς, στῆς, ἐδήλωσεν ἡμῖν, ὅτι πάντα ὅσα εἶπον οἱ προφῆται, οἷον Ἠσαίας, ὅτι εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνον, καὶ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβεὶμ, καὶ Δανιὴλ ἐπὶ θρόνου, καὶ ἕτεροί τινες ἐξ αὐτῶν περὶ τῆς θεωρίας αὐτοῦ, πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὁραθείσης. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο· ἁπλῆ γάρ τίς ἐστι καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραφος, καὶ οὐδὲ κάθηται οὐδὲ ἕστηκε. ταῦτα γὰρ πάντα σωμάτων ἐστὶ, καὶ οὐδὲ τῶν Ἀγγέλων τις αὐτὸν ὁρᾷ, οὐδὲ τῶν ἀρχαγγέλων, μή τι γε ἀνθρώπων. Τὸ γὰρ εἰρημένον “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ- “πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς,” δηλοῖ, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν, οὐδὲν ἕτερον ἀλλ’ ἢ ἀεὶ τὸν Θεὸν φαντάζονται, ὥσπερ καὶ οἱ καθαροὶ τῇ καρδίᾳ, τῇ κατὰ διάνοιαν ὄψει τῇ ἀνθρώποις δυνατῇ, καὶ τῇ ἐννοίᾳ τῇ περὶ Θεοῦ· οὔτε γὰρ πρόσωπον ἔχει Θεὸς, ἀλλ’ οὔτε ἐν οὐρανοῖς περιγέγραπται. Τουτο δὲ αὐτὸ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀξιόπιστον τὸν λόγον ποιῆσαι βουλόμενός, φησι, “ὁ μονογενὴς Γιος ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἀκούων δὲ κόλπον, μηδὲν ὑποπιστεύσῃς ταπεινόν· ταύτην γὰρ τὴν ἀνθρωπίνην ῥῆσιν εἶπε, τὸ ἀχώριστον καὶ συναΐδιον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα δεῖξαι βουλόμενος, καὶ ὅτι πάντα τὰ τοῦ Πατρὸς ἀνελλειπ\ῶς ἐπίσταται, οὐκ Ἰουδαιοῖς δὲ μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ ἐξηγήσατο.
Τίνος ἕνεκεν τοὺς ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας πρὸς Ἰωάννην ἐξαπέστειλε; ὡς ἐντιμοτέρους τῶν λοιπῶν, ἐπειδὴ καὶ αὐτὸν τὸν Ἰωάννην ἔντιμον καὶ μέγαν εἶχον· ὅθεν αὐτὸν καὶ διδάσκαλον ἑλεῖν ἐβούλοντο· διὸ καὶ κολακευτικῶς αὐτὸν ἐρωτῶσιν,
Περὶ δὲ τοῦ Ἡλία ἐρωτῶσι, μή τι αὐτός ἐστιν, ἐπειδὴ προσεδόκων αὐτὸν ἥξειν, καὶ λέγει, οὐκ εἰμί. Διὰ τι οὐκ εἶπον, ὅτι προφήτης εἶ σὺ, χωρὶς τοῦ ἄρθρου, ἀλλὰ μετὰ τῆς τὸ ὁ” ἄρθρου προσθήκης, “ὁ προφήτης εἶ σύ;“καὶ τοῦτο πανούργως. γὰρ ἤκουσαν τοῦ Μωϋσέως εἰπόντος, “ὅτι προφήτην ὑμῖν ἀνα- “στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ,” οὗτος δὲ ἦν ὁ Χριστός· διὰ τοῦτο οὕτως αὐτὸν ἐρωτῶσιν, ἵνα κἂν τοῦτο πείσωσιν αὐτὸν συνθέσθαι. αὐτὸς δὲ γνοὺς τὴν πανουργίαν αὐτῶν εἶπεν, οὐκ εἰμί. Ἐπιμενόντων δὲ αὐτῶν τῇ ἐρωτήσει, τότε φησὶν, “ὅτι ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.” ἐπὶ τὸν προφήτην κατεφυγεν ἀξιόπιστον τὸν λόγον ποιῶν· καὶ γὰρ ὁ Ἡσαΐας τοῦτό φησι. Τὸ δὲ εἰπεῖν αὐτῷ πάλιν· “τί οὖν βαπτίζεις, εἰ σὺ “εἶ ὁ Χριστός;” ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν ἑαυτὸν τὸν Χριστόν· μέσον δὲ ὁ βαπτιστὴς εἰρηκέναι αὐτῶν τὸν Χριστόν φησιν, ἐπειδὴ εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ, ὡς ἕνα τῶν πολλῶν ὄντα, πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον ἐπιδεικνύμενον. ἰὰ τοῦτο δὲ εἶπεν, ὃν ὑμεῖς οὐκ οἴδατε, διὰ τὸ τὴν ἀληθῆ εἴδησιν περὶ αὐτοῦ μὴ γινώσκειν αὐτοὺς, οἷον τίς ἐστι καὶ πόθεν.
Τὸ δὲ “ὁ ὀπίσω μου ἐρχόμενος” συνεχῶς τίθησι, δηλῶν ὅτι οὐχὶ τέλειόν ἐστι τὸ αὐτοῦ βάπτισμα, ἀλλὰ σκιὰ καὶ εἰκὼν καὶ προοδοποίησις, ὡς ἄλλου μετ’ αὐτὸν τὴν ἀλήθειαν ἐπιθήσοντος. Τὸ δὲ “ἔμπροσθέν μου γέγονε,” τουτέστι, τιμιώτερος, ὥστ’ ἐμὲ μηδὲ ἐν τοῖς ἐσχάτοις τῶν τούτου διακόνων ἀριθμηθῆναι ἄξιον· τὸ γὰρ τὸ ὑπόδημα λῦσαι τῆς ἐσχάτης διακονίας ἐστί. τίνος ἕνεκε φησὶν, ὅτι “ταῦτα ἐν Βηθανίᾳ ἐγένετο,” καὶ τὰ ἑξῆς; ἵνα τὴν παρρησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν, ἐν μέσῳ πλήθους τοσούτου τὰ περὶ Χριστοῦ πᾶσιν ἀνεκήρυττε. Χρὴ
Ὁ δὲ βαπτιστὴς τὸ “ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ” λέγει, διὰ τὸ πολλοὺς πολλάκις ἐπιζητεῖν αὐτόν. ἀμνὸν δὲ καλεῖ αὐτὸν, τῆς τε προφητείας ἀναμιμνήσκων τοῦ Ἡσαΐου, καὶ τῆς σκιᾶς τῆς κατὰ τὸν Μωϋσέας, ἵνα ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται τῇ ἀληθείᾳ. αἴροντα δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου, φησὶν, ὅτι ἐκεῖνος μὲν ὁ ἀμνὸς οὐδενὸς καθ’ ἅπαξ ἁμαρτίαν ἔλαβεν, οὗτος δὲ ἁπάσας τῆς οἰκουμένης ἁπάσης· κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι ταχέως διέσωσεν.
Τὸ δὲ “ἔμπροσθέν μου γέγονε,” ἐνταῦθά φησι διὰ τὸ βαπτίσαι ἐν Πνεύματι Ἁγίῳ, διὰ τὸ τὰς ἁμαρτίας λαβεῖν τοῦ κόσμου. ἡ μὲν γὰρ ἐμὴ παρουσία, φησὶ, πλέον οὐδὲν ἔχει ἢ τοῦ κηρύξαι τὸν κοινὸν τῆς οἰκουμένης εὐεργέτην· ἡ δὲ τοῦ Κυρίου τοῦ καθαρᾶι πάντας ἀνθρώπους, καὶ χαρίσασθαι τοῦ παρακλήτου τὴν ἐνέργειαν. Ἀμμωνίου Πρεσβυτέρου. Ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ κατὰ σάρκα, ἢ ὅτι τέλειος ἦν ἐν ἡλικίᾳ, τριακονταέτης που ὑπάρχων· ἣ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ· ἣ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὁ ἐστι τῆς Εκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς Ἐκκλησίας γυναικὸς ἐχούσης πρόσωπον, ὁ Χριστὸς ἀνὴρ καλεῖται, ὡς νυμφευόμενος τὰς τῶν πιστῶν ψυχάς.
Διὰ τι τὸ κἀγὼ οὐκ ᾔδειν αὐτὸν,” λέγει; ἀνύποπτον τὴν μαρτυρίαν ἐργάσασθαι βουλόμενος, ὡς οὐκ ἀπ’ ἀνθρωπίνης φιλίας ἦν αὕτη, ἀλλ’ ἐξ ἀποκαλύψεως· δείκνυσι δὲ καὶ ἣν εἶχεν αἰτίαν τὸ ἴδιον αὐτοῦ βάπτισμα. “Ἀλλ’ ἵνα φανερωθῇ τῷ “Ἰσραὴ,” τοῦτ’ ἔστι διὰ τὸ προοδοποιῆσαι τῇ τοῦ πίστει τοῖς λοιποῖς ἅπασι· “διὰ τοῦτο ἦλθον κἀγὼ βαπτίζων ἐν “ὕδατι.” βουλόμενος δὲ ἀξιοπιστοτέραν τὴν ἑαυτοῦ ποιῆσαι, ἀνάγει αὐτὴν ἐπὶ τὸν πατέρα, καὶ ἐπὶ τὸ Πνεῦμα τὸ
Ἅγιον, οὕτως εἰπὼν, “ὄτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον “περιστερὰν,” καὶ τὰ ἑξῆς.
Συνεχῶς δὲ λέγει τὸ κἀγὼ οὐκ ᾔδειν αὐτὸν, διότι συγγενὴς αὐτοῦ ἦν κατὰ σάρκα. “Ιδοὺ,” φησὶν, ὁ Ἄγγελος, φησὶ, πρὸς τὴν Μαρίαν, “Ἐλισάβετ ἡ συγγενής σου·” ἵνα οὖν μὴ δόξῃ χαρίζεσθαι διὰ τὴν συγγένειαν, τοῦτό φησιν· ὅθεν καὶ τὸν ἅπαντα χρόνον κατ’ οἰκονομίαν Θεοῦ ἐν τῇ ἐρήμῳ διέτριβε.
Κατῆλθε δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ τὸν Κύρων ἡμῶν καὶ Θεὸν Ιησοῦν Χριστὸν, οὐχ ὅτι χρείαν αὐτοῦ εἶχε, καθὼς καὶ ἡμεῖς, ἀλλ’ ὑπὲρ τοῦ κηρύξαι αὐτὸν μόνον, ὡς καὶ περὶ τούτου φησὶν ὁ Βαπτιστὴς, ὅτι “ὁ πέμψας με βαπτίζει ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτός “ ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.”
Χρὴ δὲ γινώσκειν ὅτι οὐχὶ μόνος ὁ Ἰωάννης εἶδε τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς, ἀλλὰ καὶ πάντες οἱ τότε παρόντες ἐκεῖσε, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· τὰ γὰρ τοιαῦτα οὐ μόνον τῶν σωματικῶν ὀφθαλμῶν δεῖται, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Ιωάννου τοῦ Χρυσοστόμου. Εἰ γνώριμος ἦν, οὐκ ἃν “ἵνα φανῇ τῷ Ἰσραηλ, διὰ τοῦτο ἦλθον βαπτίζων.” ἐντεῦθεν δηλονότι, ἅ φασι παιδικὰ τοῦ Σωτῆρος, ψεῦδος καὶ πλάσματα ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν αὐτὸν Ἰωάννης ἠγνόησεν, οὔτ᾿, ἃν τὸ λοιπὸν πλῆθος ἐδεήθη διδασκάλου τοῦ φανερώσαντος αὐτόν.
Τίνος ἕνεκεν ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι εἶπεν ὁ Ἰωάννης, “ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ;“ἵνα διττῶς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς φωνῆς, τοὺς μὴ ἕως τότε προσεσχηκότας διὰ τὸ πολὺ τοῦ ὕπνου τῆς πωρώσεως, ἀφυπνίσῃ λοιπὸν πρὸς τὴν τοῦ Σωτῆρος ἐπίγνωσιν. Ἠκολούθησαν δὲ τῷ Ἰησοῦ οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οὐ τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλὰ τῇ μαρτυρίᾳ αὐτοῦ μᾶλλον πεισθέντες. Οὐκ εὐθέως δὲ προσελθόντες ἠρώτησαν τὸν Ἰησοῦν, ἀλλ’ ἠκολούθησαν ὅτι περ οὐ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, ἀλλ’ ἰδίᾳ διαλεχθῆναι ἐσπούδαζον.
Ἐρωτᾷ δὲ αὐτοὺς, τι θέλετε; οὐχ ἵνα μάθῃ, πῶς γὰρ ὁ εἰδὼς
Τὸ δὲ “ ποῦ μένεις;” εἶπον ἐκ πολλῆς συνέσεως, μετὰ ἡσυχίας εἰπεῖν τι πρὸς αὐτὸν, καὶ ἀκοῦσαι παρ’ αὐτοῦ πάντα ἤθελον. Οὐ λέγει δὲ τὸν τόπον, οὐδὲ τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, ἔρχεσθε καὶ ὄψεσθε, ὅπως πλέον αὐτοὺς ἐπισπάσηται πρὸς τὴν ἀκολούθησιν. Διὰ τὶ ὁ Εὐαγγελιστὴς ἐσήμανε τὸν καιρὸν, εἰπὼν τὸ ὥρα ἢν ὡς δεκάτη;” ὅπως τὴν σπουδὴν, ἣν εἰχον περὶ ἀκρόασιν, ἐπιδείξηται, ὅτι οὐδὲ ὑπὸ τῆς ὥρας περιετράπησαν· καὶ γὰρ ἔτυχε πρὸς δυσμον ο ἥλιος ων· ἔτι δε καὶ αὐτοῦ του δεσποτου φιλανθρωπίαν, ὅτι οὐδὲ αὐτὸς εἶπεν. ἄκαιρόν ἐστι νῦν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀλλ’ ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. εἰ δὲ καὶ ἀλλαχοῦ ὥραν μέν φησιν, “ ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “κλῖναι” τοῦ μηδὲν ἴδιον καταγώγιον κεκτῆσθαι δηλωτικόν ἐστιν, οὐ τοῦ μὴ μένειν ἐν οἰκίᾳ· καὶ γὰρ καὶ ἡ παραβολὴ τῶν ἀλωπέκων καὶ τῶν πετηνῶν τοῦτο βούλεται.
Σευήρου ἀπολ. Ἐξ ὧν, φησὶν, ἐθεασάμην μεῖναν τὸ Πνεῦμα θεϊκῶς ἐν Υἱῷ, κατέλαβον μιᾶς εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν οὐσίας τε καὶ θεότητος, καὶ μεμαρτύρηται ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ· οὐκ ἃν τοῦτο φιλοτιμεῖσθαι δυνάμενος, εἰ μὴ ἴδιον καὶ τῆς αὐτῆς οὐσίας ἦν αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον· ὃ γὰρ ἐκ δωρεᾶς τις λαμβάνει, τοῦτο ἑτέροις ὡς ἐξ οἰκείου προσώπου δωρήσασθαι οὐ δύναται· αὐτὸς δὲ τοῖς μαθηταῖς ἐνέφυσε λέγων, “ λάβετε Πνεῦμα Ἄγ’ Ἅγιον.” διὸ καὶ ὁ Παῦλος Ῥωμαίοις ἐπιστέλλων φησὶν, “ εἰ δέ τις Πνεῦμα Χρι- “ στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.”
Ἀμμωνίου. Τρίτη αὕτη εὑρίσκεται ἡμέρα, ἀφ’ οὗ
Τοῦ Χρυσοστόμου. Ὅταν ἀκούσης τοῦ βαπτιστοῦ τὰ αὐτὰ φθεγγομένου, μὴ φλυαρίαν καταγνῷς, μηδὲ περιττόν τινα εἶναι νομίσῃς μίσῃς καὶ φορτικόν. Ἐβούλετο μὲν γὰρ καθάπαξ εἰπὼν ἀκουσθῆναι· ἐπεὶ δὲ οἱ πολλοὶ τοῖς λεγομένοις οὐ προσεῖχον ἐξ ἀρχῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρα πάλιν αὐτοὺς ἀφυπνίζει φωνή.
Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας.
Ἀμμωνίου. Ἐπειδὴ οἱ ἀκολουθοῦντες Χριστῷ οὐ δύνανται αὐτὸν φθάσαι, συγκαταβατικῶς στρέφεται πρὸς αὐτοὺς, δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν τὸν νόμον, καὶ διδάσκων τὰ ἐν αὐτῷ.
Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ.
Τοῦ αὐτοῦ. Διὰ τὸ ῥάθυμον τῶν ἀκροατῶν, τοῖς αὐτοῖς κέχρηται λόγοις· ἀρετὴ διδασκάλου τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς τῶν ἀκροατῶν ψυχαῖς.
Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου.
Τὸ δὲ τοῦ ἑτέρου οὐκ ἐγνώρισεν ὄνομα, ἀλλὰ τὸ τοῦ Ἀνδρέα μόνον, διότι, ὥς τινές φασιν, αὐτὸν ὑπάρχειν τὸν τοιαῦτα γράψαντα τὸν ἠκολουθηκότα. τινὲς δὲ πάλιν οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ἐκεῖνος οὐ τῶν ἐπισήμων ἦν, καὶ οὐκ ἦν τι κέρδος ἀπὸ τοῦ μαθεῖν αὐτοῦ τὸ ὄνομα· τοῦ δὲ Ἀνδρέα μέμνηται καὶ διὰ τὸ εἶναι αὐτὸν ἐπίσημον, καὶ διὰ τὸ τὴν ἀρχὴν τῆς πίστεως προκαταβαλέσθαι Σίμωνι τῷ ἑαυτοῦ ἀδελφῷ· ὅθεν καὶ διὰ τοῦτο εὐθέως ἀκούσας “ ὅτι ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,” οὐκ ἠπόρησε πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ πεισθεὶς ἠκολούθησεν ὁ Σίμων. δῆλον δὲ ὅτι τοῦτο εἰς τὸν Σίμωνα ὁ Ἀνδρέας εἰργάσατο, ἐκ τοῦ μὴ κατασχεῖν παρ’ ἑαυτῷ τὸν τῆς διδασκαλίας τοῦ Σωτῆρος θησαυρὸν, ἀλλὰ ταχέως δραμεῖν καὶ τοῦτον μεταδοῦναι τῷ ἀδελφῷ.
Τί δηλοῖ τὸ εἰπεῖν αὐτὸν, “ εὑρήκαμεν τὸν Μεσσίαν, ὃς “ νεύεται Χριστός;“τὴν ὠδίνουσαν τὴν ψυχὴν αὐτοῦ περὶ Χριστοῦ παρουσίαν, καὶ ὅτι περὶ τὴν ἄφιξιν αὐτοῦ προσεδόκα διὰ
Οὐχ ἁπλῶς δὲ Μεσσίαν λέγει, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης “ τὸν Μεσσίαν,” ὡς ἕνα Χριστὸν προσδοκῶντες, οὐδὲν κοινὸν νὸν πρὸς τοὺς ἄλλους χριστοὺς ἔχοντα. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν εὐθέως ὡς εὐπειθῆ καὶ εὐήνιον, καὶ διὰ τὸ θερμὸν αὐτοῦ καὶ εὐζήλωτον, ὅπερ ἐξ ἀρχῆς οὗτος αὐτὸς ὁ Πέτρος ἐκέκτητο· οὐκ ἐξ εὐκολίας δὲ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπέδραμεν, μὴ τοῦτό τις ὑποπνεύσῃ περὶ αὐτοῦ, ἀλλὰ πολλὰ ζητήσας καὶ τὸν ἀδελφὸν ἀνακρίνας, οὕτω τὸν λόγον παρεδέξατο· ἀλλ’ οἱ Εὐαγγελισταὶ τοῦτο ἐπιτέμνουσι, βραχυλογίας ἐπιμελούμενοι.
Ἐπειδὴ δὲ τῶν σημείων οὐχ ἧττον αἱ προφητεῖαι προσάγονται, ἄρχεται λοιπὸν ἐντεῦθεν ἀποκαλύπτειν τὰ τῆς θεότητος, καὶ κατὰ μικρὸν αὐτὴν παρανοίγειν ἀπὸ τῶν προρρήσεων. Ἐμβλέψας γὰρ αὐτῷ φησι· “ σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ,” ἀπὸ τοῦ παρόντος καὶ τὸ μέλλον πιστοῦται· ὁ γὰρ τὸ ὄνομα εἰπὼν, δηλονότι καὶ τὸ μέλλον προῄδει, καὶ μετ’ ἐγκωμίου ἡ πρόρρησις· τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος, “ σὺ κληθήσῃ “ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. οὐκ εἶπε δὲ, ὅτι ἐγώ σε ὅπερ μείζονος ἦν ἐξουσίας, διὰ τὸ μὴ βούλεσθαι ἐξ ἀρχῆς τὰ τῆς αὐθεντείας ἐπιδείκνυσθαι ἅπαντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται.
Tίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ὠνόμασε, τοὺς δὲ περὶ Ἰάκωβον υἱοὺς βροντῆς; ἵνα δείξῃ ὅτι καὶ τὴν παλαιὰν αὐτός ἐστιν ὁ δεδωκὼς, ὁ a τὰ ὀνόματα ὥσπερ καὶ τότε καὶ νῦν μεταρρθμίζων· τὸν γὰρ Ἀβρὰμ Ἀβραὰμ ἐκάλεσε, καὶ τὴν Σάραν Σάρραν. Ὁ μὲν Ἀνδρέας ἀκούσας παρὰ τοῦ προδρόμου ἠκολούθησε τῷ Χριστῷ, καὶ ὁ Πέτρος παρὰ τοῦ Ἀνδρέα· ὁ δὲ Φίλιππος ὅθεν; παρ’ οὐδενὸς μαθὼν οὐδὲν, ἀλλὰ τοῦτο μὲν εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, “ ἀκολούθει μοι, ” ἐπείσθη τε εὐθέως, καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ κήρυξ ἑτέροις γίγνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, “ ὃν ἔγραψε,” φησὶ “ Μωϋσῆς καὶ οἱ προφῆται, “ καμεν.” Πρῶτον μὲν διὰ τὸ τὴν φωνὴν τοῦ Κηίου ἐργάσασθαι τι ἐν αὐτῷ· ἔπειτα δὲ καὶ διὰ τὸ μεμεριμνημένην διάνοιαν ἔχειν, [*](a ὃς cod. )
Λέγει δὲ καὶ τὴν κώμην τοῦ Φιλίππου ὁ Εὐαγγελιστὴς, ἵνα μάθωμεν κἀντεῦθεν τὴν τοῦ Χριστοῦ δύναμιν· ὅτι ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν τοὺς τῶν μαθητῶν ἐγκρίτους ἐξελέξατο. Ἐπὶ δὲ τὸν Μωϋσέα καὶ τοὺς προφήτας τὸν Ναθαναὴλ ὁ Φίλιππος παρέπεμψεν, ἵνα ἀξιόπιστον ποιήσῃ τὸ κήρυγμα· καὶ γὰρ ἦν ἀκριβῆς καὶ πάντα διεσκεμμένος ὁ Ναθαναὴλ μετὰ ἀληθείαν, ὡς καὶ ὁ χριστὸς ἐμαρτύρησεν αὐτῷ, καὶ τὸ ἔργον ἔδειξεν. Τἴον δὲ “ τοῦ Ἰωσὴφ” εἶπεν, ἐπειδὴ τούτου τέως εἶναι παῖς ἐνομίζετο. Λέγει δὲ “ ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν εἶναι;“διὰ τὸ αὐτὸν ἐκ τῶν γραφῶν ὅτι ἐκ Βηθλεὲ δεῖ ἐλθεῖν τὸν Χριστόν. Τὸ δὲ “ ἔρχου καὶ ἴδε” φησὶν ὁ Φίλιππος, εἰδὼς οὐκ ἀποστησόμενον λοιπὸν, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας Χριστοῦ. Ἐπαινεῖται δὲ παρὰ τοῦ Χριστοῦ, καὶ θαυμάζεται ὡς ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐπειδὴ οὐδὲν πρὸς χάριν οὐδὲ πρὸς ἀπέχθειαν ἐφθέγξατο· οὐ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ ἀδεκάστου κρίσεως, ὅθεν καὶ ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχεν. ὅτι οὐκ ἐστιν ἐκ Ναζαρὲτ, ταύτην ἔμεινε διατηρῶν. Πῶς αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; ἀπὸ τῆς ἀνατροφῆς καὶ τῆς ἐκεῖ διαγωγῆς. Τὸ δὲ εἰπεῖν, “ πόθεν με γινώσκεις,” δείκνυσιν αὐτὸν ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα, ὅτι περ οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐδὲ τοῖς ἐγκωμίοις ἐπέδραμεν, ἀλλ’ ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, βουλόμενός τι μαθεῖν σαφέστερον·
Τί σημαίνει τὸ “ πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν “ συκῆν εἶδόν σε;“τὸ κατ’ αὐτὴν τὴν ὥραν, ὅτε ἐν τῇ συκῇ, οὐδενὸς παρόντος, μόνος ὁ Φίλιππος τῷ Ναθαναὴλ κατ’ ἰδίαν περὶ τοῦ Χριστοῦ διελέγετο. Πρὸ τοῦ πλησιάσαι δὲ εἶπεν, “ ἴδε ἀνὴρ “ Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι·” ὥστε μὴ ὕποπτον γενέσθαι τὴν μαρτυρίαν, ὡς τοῦ Φιλίππου προδιαλεχθέντος τῷ Χριστῷ περί τε τῆς συκῆς, περὶ ὧν τε ἐλάλησεν· ὅθεν ἐκεῖνος ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ δένδρου, ἀπό τε τοῦ τὴν γνώμην αὐτοῦ ἐξετάσαι μετὰ ἀκριβείας, συνιδὼν τίς ἐστιν, ἀποκριθεὶς εἶπε· “ ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς
Ἄξιον δὲ καὶ ζητῆσαι, τίνος ἕνεκεν Υἱὸν Θεοῦ εἰπὼν ὁ Ναθαναὴλ, καὶ πρὸ τῶν σημείων, οὐκ ἐμακαρίσθη, καθάπερ καὶ ὁ Πέτρος; ὅτι οὐ μετὰ τῆς αὐτῆς διανοίας ἑκάτερος τὰ αὐτὰ ἐφθέγξατο ῥήματα. Ὁ μὲν γὰρ Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλόν· καἰ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν, “ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, οὐ τοῦ Ἱσραήλ ἐστι μόνον βασιλεὺς, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Χριστὸν, ’τι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τὰ ἑξῆς, ἀπὸ b αὐτὸν κατὰ μικρὸν ἀνάγει, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι αὐτὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ τῶν Ἀγγέλων δεσπότην αὐτὸν ὁμολο- γῆσαι. ᾧ c γὰρ Ἄγγελοι διακονοῦσι, καὶ ἐφ’ ὃν Ἄγγελοι ἀναβαίνουσι καὶ καταβαίνουσι, πῶς ἄνθρωπος οὗτος ἃν εἴη ψιλός; Ταῦτα δὲ τὰ περὶ τῶν Ἀγγέλων, ἐκβήσεσθαι ἔμελλεν ἐπὶ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως.