Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
45, 29. εἴκουσι.
45, 30. πάντα καθάπερ θέλεις ἵνα πληρῶμεν — οὐκ εἶπεν δὲ
45, 33. τὸν ἐφ’. λέγει. χρὴ δὲ σκοπεῖν πῶς καὶ ἐν τοῖς σωματικοῖς πολὺ τὸ πνευματικόν. οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τροφῆς οὐδὲ ὑπὲρ πολυτελείας οὐδὲ ὑπὲρ ἄλλου τῶν τοιούτων οὐδενὸς, ἀλλὰ ὑπὲρ ἄρτου μόνον ἐκέλευσεν τὴν εὐχὴν ποιεῖσθαι· καὶ ὑπὲρ ἄρτου ἐφημέρου.
46, 2. ἡμέρας. ἧς γὰρ οὐκ οἶδας εἰ τὸ διάστημα ὄψῃ, τίνος ἕνεκεν ὑπομένεις τὴν μέριμναν;
Τοῦτο δὲ καὶ προιὼν διὰ πλειόνων ἐπέταξεν λέγων, “ μὴ μερι- “μνήσητε εἰς τὴν αὔριον,” βούλεται γὰρ πάντοθεν ἡμᾶς εὐζώνους εἶναι καὶ ἐπτερωμένους· καὶ τοσοῦτον αἰτεῖν, ὅσον ἡ τῆς χρείας ἀνάγκη παρ’ ἡμῶν ἀπαιτεῖ.
46, 9. ἀπαλλαττόμεθα. καὶ ὥσπερ αὐτὸς ἐδίκασας σαυτῷ φησιν, οὕτως σοι δικάζω κἀγώ· κἂν ἀφῇς τῷ συνδούλῳ, καὶ πη ἐμοῦ τῆς αὐτῆς τεύξῃ χάριτος. καί τοίγε οὐκ ἴσον τοῦτο ἐκείνῳ· σὺ μὲν γὰρ δεόμενος ἀφίης, ὁ δὲ Θεὸς μηδενὸς χρείαν ἔχων· καὶ σὺ μὲν τῷ ὁμοδούλῳ· ὁ δὲ Θεὸς τῷ δούλῳ· σὺ ὑπεύθυνος ὢν μυρίοις κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὢν, ἀλλ’ ὁμῶς καὶ οὕτως τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται.
46, 10. “πειρασμὸν,” τὴν ἡμετέραν παιδεύει σαφῶς ἐνταῦθα εὐτέλειαν καὶ καταστέλλει τὸ φύσημα· ἅμα δὲ καὶ διδάσκει.