Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
40, 10. τοσοῦτον γὰρ τούτου ἀφέστηκάς, φησιν, τουτέστιν τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν τῇ κεφαλῇ δυνήσῃ. οὐ γὰρ οὐ δύνασαι ἐξενεγκεῖν τρίχα, ἀλλ’ οὐδὲ τὴν αὐτῆς ἀλλάξαι ποιότητα.
Τί οὖν ἃν ἀπαιτῇ τίς, φησιν, ὅρκον καὶ ἀνάγκην ἐπάγῃ; ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. ἐπεὶ τὸ μέλλοις τοιαύτας προβάλλεσθαι προφάσεις οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· τι οὖν ἂν μάχιμος ᾖ καὶ δαπανηρά; καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ, τί οὖν ἂν φιλῶ αὐτόν; καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου, τι οὖν ἃν μὴ δύναμαι ὁρᾷν; καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς, τί οὖν ἐὰν προπετὴς ὑπάρχω
Τί οὖν φησιν; εἰ ἐκ τοῦ πονηροῦ ἐστιν τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ, πῶς οἱ ἀρχαῖοι οὐκ ἐκωλύοντο τὸ ὀμνύναι ; διὰ τὸ αὐτῶν ἀσθενές· συγκαταβαίνων γὰρ αὐτοῖς ὁ νόμος τοῦτο προσέτασσεν· καὶ πῶς ἃν τὸ αὐτὸ γένοιτό, φησιν, νῦν μὲν καλὸν, νῦν δὲ οὐ καλόν; ὥσπερ ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας· τὸ γὰρ βαστάζεσθαι ἐν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει. ὡσαύτως δὲ καὶ περὶ τοῦ γαλακτοτροφεῖσθαι, ἐν ἀρχῇ μὲν χρήσιμον, μετὰ δὲ ταῦτα βλαβερόν.
Εἰπὼν ὅτι ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ τὰ ἑξῆς. διὰ τοῦτο ἐβεβαίωσεν ὅτι ἅπερ πρότερον ἔλεγεν, κἂν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, ὅτι οὐχὶ ὀφθαλμοῦ ἐκκοπὴν νομοθετεῖ, ἁλλὰ περὶ τῶν διὰ φιλίας βλαπτόντων ἡμᾶς. ὁ γὰρ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἃν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν;
Εἰπὼν τοίνυν ἐνταῦθα τὸν παλαιὸν νόμον, τουτέστιν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτὸς ὑψηλότερόν τι νομοθετεῖ· καὶ δείκνυσιν οὐ τὸν ἀδελφὸν ὄντα τὸν ταῦτα ἐργασάμενον ἀλλὰ τὸν πονηρὸν, διὰ τοῦτο καὶ ἐπήγαγεν μὴ ἀντιστῆναι τῷ πονηρῷ.
40, 24. φησιν. ὥσπερ γὰρ ὅταν λέγῃ ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἔνοχος ἔσται τῇ γεέννῃ, οὐ πέρι του ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ ὕβρεως ἁπάσης, οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι μόνον φέρωμεν γενναίως νομοθετῇ, (sic) ἀλλ’ ἵνα καὶ πᾶν ὅτι οὖν πάσχοντες δεινὸν μὴ θορυβώμεθα. οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι,
Ib. εἰπὼν δὲ τῶ θαλ. κ. τ. ε. om. Cod. B.
40, 32. περιεβάλλοντο. πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω δια-
41, 4. Κελεύει δὲ καὶ τῷ αἰτοῦντι διδόναι καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῆναι. ταῦτα δὲ τῶν προειρημένων ἐλάττονά εἰσιν, ἀλλὰ μὴ θαυμάσωμεν, τοῦτο γὰρ εἴωθεν ποιεῖν ἄνα, μιγνὺς τοῖς μεγάλοις τὰ μικρά.
41, 9. γινομένην. ἀλλαχοῦ δὲ καὶ ἐπιτείνει αὐτὸ, ἐκείνοις λέγων διδόναι παρ’ ὧν οὐ προσδοκῶμεν ἀπολαμβάνειν.
41, 22. οὐ μόνον om.