Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

37, 16. ἀδικεῖσθαι· εἰ δὲ μέγα τοῦτο, μὴ θαυμάσῃς· διὰ γὰρ τοῦτο πάντας ἐκείνους τέθεικεν τοὺς μακαρισμοὺς, ἵνα εὐκόλως δεξώμεθα ταύτην τε καὶ τὰς λοιπὰς νομοθεσίας.

471

38, 20. τ. εὐμ. ὄψεις.

Εἰπὼν δὲ ὅτι ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, καὶ ἡ χείρ σου καὶ τὰ ἑξῆς· οὐ περὶ μελῶν ἔλεγεν τοῦτό φησιν, ἄπαγε· εἰ γὰρ περὶ μελῶν ἔλεγεν, οὐκ ἃν περὶ ἑνὸς εἶπεν ὀφθαλμοῦ· οὐδ’ ἂν περὶ τοῦ δεξιοῦ σκανδαλιζόμενος, εὔδηλον ὅτι καὶ ὑπὸ τοῦ ἀριστεροῦ. στεροῦ. τίνος οὖν ἕνεκεν τὸν δεξιὸν ἔθηκεν καὶ τὴν χεῖρα προσέ- θηκεν ; ἵνα μάθωμεν ὅτι οὐ περὶ μελῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν οἰκείως πρὸς ἧμας ἐχόντων·

39, 19. εἰσάγειν. οὐ μὴν ἁπλῶς τοῦτο ποιεῖν ὁ νόμος ἐκέλευεν, ἀλλὰ δόντα βιβλίον ἀποστασίου τῇ γυναικὶ, ὥστε μὴ εἶναι κυρίαν πάλιν ἐπ’ αὐτὸν ἐπανελθεῖν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ πάλιν μετὰ τὸ λαβεῖν ἄλλην ἐξῆν τὴν προτέραν ἐπαναγαγεῖν, πολλὴ ἡ σύγχυσις ἔμελλεν εἶναι, συνεχῶς τὰς ἀλλήλων λαμβανόντων πάντων· καὶ μοιχεία τὸ πρᾶγμα λοιπὸν ἦν σαφής· (sic) διόπερ οὐ μικρὰν ἐπενόησεν παραμυθίαν τὸ βιβλίον τοῦ ἀποστασίου. συνεχωρεῖτο δὲ ταῦτα, ἵνα μὴ ὁ μισῶν σφάξῃ τὴν μισουμένην. τοιοῦτο γὰρ τῶν Ἰουδαίων τὸ ἔθνος· οἱ γὰρ παίδων μὴ φειδόμενοι, καὶ προφήτας ἀναιροῦντες, πολλῷ μᾶλλον γυναικῶν οὐκ ἂν ἐφείσαντο.

39, 20. ἐπήγαγεν.

39, 23. αὐτῇ. κωλύων ἀφορμὰς παρέχειν μικροψυχίας· διὰ δὲ τοῦ εἰπεῖν, “ ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου “ πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.”

Ib. ἔμφοβον.

40, 9. τοῦτο τὸ ἔθος.

40, 10. τοσοῦτον γὰρ τούτου ἀφέστηκάς, φησιν, τουτέστιν τοῦ ὀμνύειν κατὰ τοῦ Θεοῦ, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν τῇ κεφαλῇ δυνήσῃ. οὐ γὰρ οὐ δύνασαι ἐξενεγκεῖν τρίχα, ἀλλ’ οὐδὲ τὴν αὐτῆς ἀλλάξαι ποιότητα.

Τί οὖν ἃν ἀπαιτῇ τίς, φησιν, ὅρκον καὶ ἀνάγκην ἐπάγῃ; ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. ἐπεὶ τὸ μέλλοις τοιαύτας προβάλλεσθαι προφάσεις οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· τι οὖν ἂν μάχιμος ᾖ καὶ δαπανηρά; καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ, τί οὖν ἂν φιλῶ αὐτόν; καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου, τι οὖν ἃν μὴ δύναμαι ὁρᾷν; καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς, τί οὖν ἐὰν προπετὴς ὑπάρχω

472
καὶ μὴ δύνωμαι γλώττης κρατεῖν; καὶ πάντα οὕτως ἁπλῶς καταπατήσεις τὰ θεῖα προστάγματα πρὸς ὄλεθρον τῆς ἑαυτοῦ ψυχῆς. τοῦτο δὲ οὐδὲ ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων ἐτόλμησας ἃν προβαλέσθαι ποτέ. προσέθηκεν δὲ ὅτι τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ ἐκ τοῦ πονηροῦ ἐστιν, ἵνα τούτοις μόνοις τύχωμεν, τουτέστιν τῷ ναὶ καὶ τῷ οὔ.

Τί οὖν φησιν; εἰ ἐκ τοῦ πονηροῦ ἐστιν τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ, πῶς οἱ ἀρχαῖοι οὐκ ἐκωλύοντο τὸ ὀμνύναι ; διὰ τὸ αὐτῶν ἀσθενές· συγκαταβαίνων γὰρ αὐτοῖς ὁ νόμος τοῦτο προσέτασσεν· καὶ πῶς ἃν τὸ αὐτὸ γένοιτό, φησιν, νῦν μὲν καλὸν, νῦν δὲ οὐ καλόν; ὥσπερ ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας· τὸ γὰρ βαστάζεσθαι ἐν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει. ὡσαύτως δὲ καὶ περὶ τοῦ γαλακτοτροφεῖσθαι, ἐν ἀρχῇ μὲν χρήσιμον, μετὰ δὲ ταῦτα βλαβερόν.

Εἰπὼν ὅτι ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ τὰ ἑξῆς. διὰ τοῦτο ἐβεβαίωσεν ὅτι ἅπερ πρότερον ἔλεγεν, κἂν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, ὅτι οὐχὶ ὀφθαλμοῦ ἐκκοπὴν νομοθετεῖ, ἁλλὰ περὶ τῶν διὰ φιλίας βλαπτόντων ἡμᾶς. ὁ γὰρ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἃν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν;

Εἰπὼν τοίνυν ἐνταῦθα τὸν παλαιὸν νόμον, τουτέστιν ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, αὐτὸς ὑψηλότερόν τι νομοθετεῖ· καὶ δείκνυσιν οὐ τὸν ἀδελφὸν ὄντα τὸν ταῦτα ἐργασάμενον ἀλλὰ τὸν πονηρὸν, διὰ τοῦτο καὶ ἐπήγαγεν μὴ ἀντιστῆναι τῷ πονηρῷ.

40, 24. φησιν. ὥσπερ γὰρ ὅταν λέγῃ ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἔνοχος ἔσται τῇ γεέννῃ, οὐ πέρι του ῥήματος τούτου λέγει μόνον, ἀλλὰ καὶ περὶ ὕβρεως ἁπάσης, οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ἵνα ῥαπιζόμενοι μόνον φέρωμεν γενναίως νομοθετῇ, (sic) ἀλλ’ ἵνα καὶ πᾶν ὅτι οὖν πάσχοντες δεινὸν μὴ θορυβώμεθα. οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι,

Ib. εἰπὼν δὲ τῶ θαλ. κ. τ. ε. om. Cod. B.