Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
17, 2. ἑαυτὸν. 15. γυναῖκα αὐτοῦ.
Ἀκούσας δὲ “ φεῦγε εἰς Αἴγυπτον,” τίνος ἕνεκεν οὐκ ἐταράχθη, καὶ εἶπεν, οὐ πρώην ἔλεγες ὅτι σώσει τὸν λαὸν αὐτοῦ, καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει ; ἐπειδὴ π.
Πέμπεται δὲ εἰς Αἴγυπτον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, καθώς φησιν ὁ Εὐαγγελιστὴς, “ ὅτι “ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.”
Διατί δὲ οὐ περὶ ἑτέρας χώρας ὁ προφήτης εἶπεν, καἰ εἰς αὐτὴν ἐξεπέμπετο τὸ παιδιον, ἀλλ’ εἰς Αἴγυπτον ; ἔτι δὲ καὶ ἐκ Βαβυλῶνος βαρβάρους παραγενέσθαι ἐποίησεν, καὶ οὐκ ἐξ ἑτέρας χώρας ; ἐπειδὴ ἡ Βαβυλὼν καὶ ἡ Αἴγυπτος μάλιστα τῆς γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, καὶ ὅτι τούτων τῶν δύο χωρῶν πειθομένων, χρηστὰς ἐλπίδας ἡ οἰκουμένη κομίζεται. εἰ δὲ περὶ προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱὸν μου ἐπ αὐτῶν εἰρῆσθαι, εἴποιμεν ἃν πρὸς αὐτοὺς, ὅτι καὶ οὕτος προφητείας ὁ νόμος ἐστὶν, πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ’ ἄλλων, πληροῦσθαι δὲ ἐφ’
18, 5. ἔμελλον ἔσεσθαι. 6. τοσαύτης ὁ Θεός.
18, 8. εἰ προῄδει. mox ἀνύσοντας.
Ib. οἰκονομῶν. Εἰ δὲ ἔτι μικροψυχεῖς, καὶ ἐλάττων εἶ τῆς ἐπὶ τούτοις φιλοσοφίας, μάθε τοῦ ταῦτα τολμήσαντος Ἡρώδου τὸ τέλος, καὶ μικρὸν ἀνάπνευσον. ταχίστη γὰρ αὐτὸν ὑπὲρ τούτων κατέλαβεν δίκη· θανάτῳ χαλεπῷ καὶ τούτου τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ἅπερ γνώσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἐπελθόντες ἱστορίαν.
Τί δὲ κοινόν φησιν τῇ Ῥαχὴλ πρὸς τὴν Βηθλεέμ; τί δὲ τῇ Ραμᾶ πρὸς τῇ Ῥαχήλ; φησὶν γὰρ ὁ προφήτης· “ φωνὴ ἐν Ῥαμᾶ
18, 13. τελευτήσασαν.