Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
14, 7. ἕως τοῦ ποιμ.
14, 20. τίνος ἕνεκεν εἰ ἐκ B.
14, 25. βουλομένοις. καὶ γὰρ πολλὰ ἦν τὰ κινοῦντα πρὸς τὴν τοιαύτην ζήτησιν, εἴγε προσέχειν ἐβούλοντο. καὶ γὰρ ἐλθόντων τῶν Μάγων ἀνεπτερώθη ἅπασα ἡ πόλις, καὶ μετὰ τῆς πόλεως ὁ βασιλεὺς, καὶ ὁ προφήτης εἰς μέσον παρήγετο· καὶ ἕτερα δὲ πλείονα γέγονεν αὐτόθι, ἅπερ ὁ Λουκᾶς μετ’ ἀκριβείας διηγεῖται ἅπαντα. οἷον τὰ κατὰ τὸν Συμεῶνα καὶ τὴν Ἄνναν καὶ τὸν Ζαχαρίαν καὶ τοὺς Ἀγγέλους καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γινόμενον συνιδεῖν, ἵνα γὰρ μὴ λέγωσιν ὅτι οὐκ ἔγνωμεν πότε ἐτέχθη, οὔτε ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς Μάγους ἅπαντα ᾠκονομήθη καὶ τὰ ἄλλα, ἅπερ εἰρήκαμεν
Χρὴ δὲ σκοπῆσαι ἡμᾶς καὶ τὴν ἀκρίβειαν τῆς προφητείας, οὐ γὰρ εἶπεν ὅτι ἐν Βεθλεὲμ μένει, ἀλλ’ ἐξελεύσεται· ὥστε καὶ τοῦτο προφητείας ἦν, τὸ γεννηθῆναι ἐκεῖ μόνον. τινὲς δὲ τῶν Ἰουδαίων ἀναισθητοῦντές φασιν περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι. πῶς γὰρ ἃν ἔχοι τοῦτο λόγον ; οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ’ ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη διὰ τὸ ἐκεῖ σπαρῆναι· καὶ ὅσοι τὴν τῶν Σύρων γλῶτταν ἐπίστανται οἴδασιν τὸ λεγόμενον.
14, 13. Διὰ τοῦτο δὲ λέγει.