Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
10, 29. παρ’ ἑαυτοῖς. τίνος δὲ χάριν, οὐ πρὸ τῆς μνηστείας συνέλαβεν καὶ ἐκύησεν ; ἵνα συσκιάσῃ τὸ γινόμενον τέως, καὶ ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν. τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσιν ποιεῖ· ὡς ὅτι περ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος Ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγενημένου, κατεῖχεν καὶ ἐξυπηρέτησεν. ὅπερ δὲ ἐπὶ τῶν παραδόξων ἤδη πραγμάτων εἴωθεν λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησὶν “ ὅτι εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ “ Πνεύματος Ἁγίου.”
11, 8. τὸν μὴ πλ. 12. κολάζεσθαι. mox ἐκβαλεῖν ἔπεχ’.
11, 13. ἐκώλυσεν. Διατί δὲ μὴ πρὸ τοῦ διανοηθῆναι αὐτὸν τοῦτο ποιῆσαι ἦλθεν ὁ Ἄγγελος ; ἵνα μὴ ἀπιστήσῃ ὅτι ἔγκυός ἐστιν ἀπὸ τοῦ Πνεύματος Ἁγίου· δρωμένου γὰρ τοῦ πράγματος εὔκολος ἦν ἡ πίστις λοιπόν· καὶ ἡ παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. ἐνόμισεν γὰρ μὴ πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα ξένον. ἔτι δὲ καὶ ἵνα φανῇ τοῦ Ιωσὴφ ἡ φιλοσοφία, ἀναβάλλεται τέως τὴν παρουσίαν ὁ ἔ.
11, 24. διεφθαρμένης.
11, 30. post Πνεῦμ’. Ἄγ’. τὸ δὲ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν προσέθηκεν ὁ Ἄγγελος, ὡσανεὶ λέγων αὐτῷ, ἵνα μὴ νομίσῃς, σῃς, ἐπειδήπερ εἶπον ὅτι ἐκ Πνεύματός ἐστιν Ἁγίου, ἀλλότριόν σε