Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς αἱμορροούσης.

[*](20)

Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη.

τίνος ἕνεκεν οὐ μετὰ παρρησίας προσῆλθεν αὐτῷ ἡ τὴν ῥύσιν τοῦ αἵματος ἔχουσα; ἐπειδὴ ᾐσχύνετο διὰ τὸ πάθος, ἀκάθαρτος εἰναι νομιζομένη. εἰ γὰρ ἡ καταμηνίοις οὖσα, οὐκ ἐδόκει εἰναι καθαρὰ, πολλῷ μᾶλλον ἡ τοιαύτην νοσοῦσα νόσον τοῦτο ἃν ἐνόμισεν· ὅμως μὲν οὖν μετὰ πίστεως τῶν ἱματίων ἥψατο· οὐδὲ γὰρ ἀμφέβαλεν, οὐδὲ εἰπεν ἐν ἑαυτῇ, ἆρα ἀπαλλαγήσομαι τοῦ [*](c An πεπωρωμένοι ?)

70
νοσήματος· ἄρα οὐκ ἀπαλλαγήσομαι; εἶπε δὲ αὐτῇ, θάρσει, ἐπειδὴ περίφοβος ἢν· θυγατέρα δὲ αὐτὴν καλεῖ, ἐπειδὴ ἡ πίστις αὐτῆς θυγατέρα αὐτὴν ἐποίησεν. καὶ τὸ ἐγκώμιον μέγα, ὅτι περ ὑπὸ τοῦ πάντων δεσπότου ἤκουσεν, “ἡ πίστις σου σέσωκέ σε.”

Τίνος δὲ ἕνεκεν τῶν αὐλητῶν ἐμνημόνευσεν; ἵνα καὶ ἐν τούτῳ θριαμβεύσῃ τῶν ἀρχισυναγώγων τὴν ἄνοιαν· διὰ τί δὲ εἶπεν, ὅτι οὐ τέθνηκεν τὸ κοράσιον, ἀλλὰ καθεύδει; παιδεύων μὴ φοβεῖσθαι θάνατον· διὰ τὸ μὴ εἶναι αὐτὸν θάνατον, ἀλλ’ ὕπνον γεγενῆσθαι· τοῖς δὲ καταγελῶσιν αὐτοῦ οὐκ ἐπιτιμᾷ, ἵνα καὶ αὐτοὶ καὶ οἱ αὐλοὶ καὶ τὰ κύμβαλα, ἀπόδειξις γένηται τοῦ θανάτου· παρόντων δὲ τῶν γονέων θαυματουργεῖ πρὸς τὸ αὐτοὺς πληροφορηθῆναι· κατασχὼν δὲ, ἀνίστησιν, δεῖξαι θέλων ὅτι πάντα αὐτῷ ἕτοιμα· κελεύει δὲ δοθῆναι αὐτῇ τροφὴν, ἵνα μὴ δόξῃ φαντασία εἶναι τὸ γεγενημένον. οὐκ αὐτὸς δὲ δίδωσιν, ἀλλ’ ἐκείνοις κελεύει δοῦναι, ὥσπερ καὶ ἐπὶ τοῦ Λαζάρου εἶπε· “λύσατε αὐτὸν, καὶ ἄφετε “ ὑπάγειν·” τοῦ θανάτου καὶ τῆς ἀναστάσεως μετὰ ἀκριβείας πάσης τὴν ἀπόδειξιν ποιούμενος· τοὺς δὲ θρηνοῦντας καὶ τοὺς αὐλοῦντας ἔξω τῆς οἰκίας ἐξέβαλεν, ἀναξίους τῆς τοιαύτης θεωρίας κρίνας αὐτούς· παρήγγειλε δὲ μηδενὶ εἰπεῖν διὰ τὸ ἄτυφον καὶ ἀκενόδοξον.

Προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.

Κυρίλλου. Δείκνυσιν ὅτι παρὰ θεῷ οὐδεὶς ἔχων ἀκούσιον νόσον ἀκάθαρτος· διὸ καὶ προσκαλεῖται τὴν αἱμορροοῦσαν ὁ Κύριος, ἵνα τὸν τυπικὸν νόμον εἰς πνευματικὴν μεταγάγῃ θεωρίαν.

[*](23)

Καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον.

Κυρίλλου Ἀλεξανδρείασ. Ἔθος τοῖς ἀνθρώποις τὰς ἀγάμους κόρας, ἡνίκα εἰσὶν πρὸς ὥραν γάμου τελευτώσας θρηνεῖν, διὰ τῶν συμβολικῶν γάμων· διὸ καὶ αὐληταὶ ἦσαν ἔσω, εἰ καὶ παρὰ τὸ πρόσταγμα τὸ Ἰουδαϊκὸν τότε ἐποίουν τοῦτο οἱ Ἰουδαῖοι.

Ὠριφένουσ. Οἱ ἐλπίδα ἔχοντες τῆς ἐν Χριστῷ ἀναστάσεως οὐκ ἀπέθανον, ἀλλὰ καθεύδουσι· διὸ φησὶν ὁ Ἀπόστολος· “οὐ “ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων· ἵνα μὴ “ λυπεῖσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα·” ἅμα δὲ καὶ

71
σμικρύνων τὸ ἔργον, ὃ ἤμελλε ποιεῖν, μᾶλλον δὲ κρύπτων· αὐτὸ, ἔλεγεν ὅτι καθεύδει· διὸ καὶ ἑξῆς παρῄνει μηδενὶ λέγειν.