Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν Μάγων.

[*](1)

Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Θεοδώρου μονάκου. Διὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν, ὡς ἀνύποπτοι, καὶ μὴ ὄντες ἐγχώριοι, ὡς οἱ Ἰουδαῖοι, ἀλλ’ ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα διαφημίσωσι πᾶσι δι’ ὧν ὥδευον, τὴν αἰτίαν δι’ ἣν ἀπήεσαν εἰς τὴν Ἰουδαίαν.

Τοῦ Χρυσοστόμου. Τίνος χάριν τὸν Χριστὸν λέγει “ ἐν “ ἡμέραις Ἡρώδου,” καὶ τὸ ἀξίωμα προστίθησιν, εἰπὼν “τοῦ βασι- “ λέως;” ἐπειδὴ καὶ ἕτερος γέγονε μετὰ ταῦτα· ἀλλ’ ἐκεῖνος μὲν, τετράρχης ἦν· οὗτος δὲ βασιλεύς· τὸν καιρὸν δὲ καὶ τὸν τόπον τίθησι, προφητείας ἀναμιμνήσκων παλαιᾶς· ὧν τὴν μὲν Μιχαίας προεφήτευσε λέγων, “ καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα· οὐδαμῶς ἔλα. χίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἴούδα·” τὴν δὲ ὁ πατριάρχης Ἴακώβ· “ οὐκ ἐκλείψει γάρ’ φησὶν, “ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος “ ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς [*](k ἀντανερεθῆ Cod. 1 ἀντὰς Cod.)

14
“ δοκία ἐθνῶν· Ἡρώδης γὰρ ἀλλόφυλος ἦν, υἱὸς Ἀσκαλωνίτου· πᾶσα δὲ Ἱεροσόλυμα ἐταράχθη ἀπὸ τῆς πονηρᾶς αὐτῶν γνώμης, ἧς ἐξ ἀρχῆς ἐκέκτηντο· καὶ γὰρ ὑπὸ τοῦ Θεοῦ εὐεργετούμενοι, τῶν Αἰγυπτιακῶν ἐμέμνηντο κρεῶν. ἐρωτηθέντες δὲ παρὰ τοῦ Ἡρώδου ποῦ ὁ Χριστὸς γεννᾶται ; καὶ εἰπόντες οἱ ἀρχιερεῖς ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ τὸν προφήτην παρενέγκαντες καὶ τὴν προφητείαν, ἕως που, “ποιμανεῖ τὸν λαόν “ μου εἰπόντες ; τίνος ἕνεκεν, οὐκ ἔτι προσέθηκαν καὶ τὰ ὅτι αἱ ἔξοδοι αὐτοῦ, ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἱῶνος;” ἐπειδὴ πρὸς χάριν ἐλάλουν τοῦ βασιλέως, κολακεύοντες αὐτόν. [*](6) Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἰ ἐν τοῖς ἡγεμόσιν Ἰούδα.

Διὰ τοῦτο δὲ λέγει τὴν Βηθλεὲμ μὴ εἶναι ἐλαχίστην ἐν τοῖς ἡγεμόσιν Ἰούδα, τουτέστιν ἐν τοῖς φυλάρχοις m. ἐπειδὴ οὐκ ἐν τῇ Παλαιστίνῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ οἰκουμένῃ πάσῃ περίβλεπτος ἦν ἡ κώμη αὕτη. εἰπὼν δὲ “ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ,” τοὺς αὐτῷ πιστεύσαντας ἐξ Ἰουδαίων ἠνίξατο, ὥς φησιν ὁ Παῦλος· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, ἀλλ’ ὅσοι διὰ πίστεως έγεννή- “ ησαν.”

Τίνος ἕνεκεν ἐκ Βηθλεὲμ ἔμελλε παραγίνεσθαι ὁ Χριστός ; ἐν Ναζαρὲτ πρὸ τοῦ τόκου διῆγεν ἡ μητὴρ αὐτοῦ· ἐπειδὴ ἐξ οἰκονομίας Θεοῦ τὸ πρᾶγμα γέγονε· τὸ γὰρ ἐκεῖ τῆς μητρὸς οἰκούσης, ἐνταῦθα γεννηθῆναι τοῦτο δείκνυσι· διὰ τοῦτο οὐδὲ εὐθέως τεχθεὶς, ἦλθεν εἰς Ναζαρὲτ, ἀλλ’ ἐποίησεν ἡμέρας τεσσαράκοντα, δίδους μετὰ ἀκριβείας ἐξετάζειν ἅπαντα τοῖς βουλομένοις.

Σκόδιον n. Ἰδοὺ ἐμφαίνει ὁ Χρυσόστομος, ὅτι πρὸ τῶν τεσσαράκοντα ἡμέρων γεννηθέντος τοῦ Χριστοῦ, ἦλθον οἱ μάγοι εἰς προσκύνησιν αὐτοῦ· ὁ δὲ ἀστὴρ πρὸ πολλοῦ γεννηθῆναι ἐφάνη. διὰ τί οὐ ζήτει τὸν χρόνον τοῦ παιδίου, ἀλλὰ τοῦ ἀστέρος ; ἐπειδήπερ ἐκ πολλῆς τῆς περιουσίας ἐζήτει τὸ θήραμα· καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη. ἔδει γὰρ ἐν αὐτοῖς τοῖς σπαργάνοις προσκυνῆσαι αὐτὸν διὰ τὸ παράδοξον φανῆναι τὸ πρᾶγμα.

[*](m φιλάρχοις Cod. n ὥ οχ῎. Cod. i. e. ὡραῖον σχόλιον.)
15
[*](7)

τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε βωσε παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.

Εὐσεβίου. Ὠριγένουσ. Ὁ χρόνος, ὃν ἠκρίβωσεν ὁ Ἡρώδης παρὰ τῶν μάγων, διετὴς ἦν· μετὰ γὰρ τὸ γεννηθῆναι τὸν Σωτῆρα, διὰ δύο ἐτῶν ἦλθον ἀπὸ τῆς χώρας αὐτῶν· τὰ γοῦν ἀπὸ διετοῦς βρέφη ἀνεῖλε. Καὶ μετ’ ὀλίγον — Ἐντεῦθεν σοι ἡ γνῶσίς ἐστιν, ὅτι οὐ παρ’ αὐτὰ τοῦ Κυρίου γεννηθέντος, ἐν τῷ σπηλαίῳ προσεκύνησαν οἱ μάγοι τὸ βρέφος, τὸ ὑπὸ τοῦ μηνύοντος ἐν τῇ φάτνῃ· ἀλλ’ ὅτι μὲν οἱ ποιμένες εὐθέως ἐν ἐκείνῃ τῇ νυκτὶ μετὰ τὴν τῶν Ἀγγέλων θέαν δρομαῖοι ἀπήεσαν ἰδεῖν τὸ ἀληθὲς, ἅτε γειτνιῶντος τοῦ σπηλαίου αὐτοῖς· οἱ δὲ μάγοι συμπεριλαβόντος ἔτους δευτέρου μετὰ τὸ εὐλογηθῆναι αὐτὸν ὑπὸ Συμεών· καταβάντων πάλιν ἐν τῇ Βηθλεὲμ, τοῦ βρέφους φερομένου τὲ ἐν ἀγκάλαις τῆς τεκούσης, καὶ παροικῆσαν ἐν οἰκείᾳ ξενίας ἡμέρας πολλὰς, εἰς οἶκον κατὰ μὲν τὸν αὐτὸν ἐλθόντες οἱ μάγοι ἐκ γῆς ἀνατολῆς, κἀκεῖ προσενέγκαντες αὐτῷ τὰ δῶρα, θεαταὶ γεγόνασι τοῦ αἰωνίου βασιλέως· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς τὸν Ἡρώδην κελεύσαντα τοῖς δημίοις, ἀπὸ διετοῦς μόνον καὶ κατωτέρω κατακτεῖναι τὰ βρέφη· “ κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων· δὲ τὴν Ἡρώδου μανίαν μετὰ τῶν κατὰ σάρκα γονέων εἰς Αἴγυπτον ὣν ἐτῶν δύο, καὶ καταμένει ἐκεῖ σὺν αὐτοῖς ἕτερα ἔτη δύο, μέχρι τοῦ πρώτου ἔτους τῆς Ἀρχελάου βασιλείας, ἐν τῇ καλουμένῃ Πανός. εἰς οὕτως κακῶς τὸν βίον μετελθόντος Ἡρώδου, διὰ χρηματισμοῦ πάλιν ἄνεισιν ἐξ Αἰγύπτου ὁ Κύριος σὺν αὐτοῖς εἰς γῆν Ἰσραὴλ, ὣν ἐτῶν τεσσάρων τὸ κατὰ σάρκα· ἔτους με τῆς βασιλείας Αὐγούστου· μετὰ δὲ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, εὑρήσεις τὸν Λουκᾶν λέγοντά σοι τὰ καθεξῆς ἀκόλουθα.

Ἄλλο. Καὶ γὰρ πρὸ πολλοῦ χρόνου ὁ ἀστὴρ ἐφάνη, διὰ τὸ μῆκος τῆς ὁδοιπορίας· πρὸς δὲ πλείονα ἀσφάλειαν τοῦ λῦσαι τὴν ἑαυτοῦ δειλίαν, ἀνεῖλε καὶ τοὺς ἀπὸ διετοῦς.

[*](9)

Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς.

Τοῦ αὐτοῦ. Διὰ τοῦτο δὲ ἐκρύβη ὁ ἀστὴρ, καὶ πάλιν ἐφάνη μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ἡρώδου, ἵνα ἀπολέσαντες τὸν

16
χειραγωγοῦντα, εἰς ἀνάγκην ἐμπέσωσιν ἐρωτῆσαι τοὺς Ἰουδαίους, καὶ πᾶσιν ἐκ τούτου τὸ πρᾶγμα κατάδηλον γένητ’ αἰ. οὐχ ἁπλῶς δὲ ἐβάδιζεν ὁ ἀστὴρ, ἀλλὰ καὶ προῆγεν αὐτοὺς, ἕλκων καὶ χειραγωγὼν, ἐν ἡμέρᾳ μέσῃ, ἵνα κἂν ἐντεῦθεν μάθωμεν, ὅτι οὐ τῶν πολλῶν ἦν οὗτος ὁ ἀστὴρ, ἀλλὰ λογικωτάτη τίς φύσις.

Τὸ δὲ ἰδεῖν τὸ παιδίον μετὰ Μάριας τῆς μητρὸς αὐτοῦ, καὶ οὐχὶ ἐπὶ τῆς φάτνης κείμενον, καθὼς ὁ Λουκᾶς φησὶν, ὅτι ἐκεῖ αὐτὸν κατέκλινεν, οὕτως χρὴ νοῆσαι· ὅτι τεκοῦσα μὲν εὐθέως αὐτὸ κατέκλινεν ἐκεῖ. ἅτε γὰρ πολλοῦ πλήθους συνελθόντος διὰ τὴν ἀπογραφὴν, οὐκ ἦν οἰκίαν εὑρεῖν, ὡς ὁ Λουκᾶς φησίν· “ ὅτι οὐκ “ ἦν αὐτοῖς τόπος·” μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν εἶχε. τί δὲ τὸ πεῖσαν τοὺς μάγους προσκυνῆσαι αὐτῷ ; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ ἐπισπάσασθαι. ἡ παρὰ τοῦ Θεοῦ γενομένη τῇ διανοίᾳ αὐτῶν ἔλλαμψις. προσάγουσι δὲ αὐτῷ δῶρα· οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ’ ὡς Θεῷ. ὁ γὰρ λιβανωτὸς καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν· ἔτι δὲ καὶ τῆς Ἰουδαϊκῆς παχύτητος πόρρω· οὐ γὰρ πρόβατα καὶ βόας ἔθυον· ἀλλὰ τὰ τῆς ἐκκλησιαστικῆς ἐγγὺς ὄντα φιλοσοφίας. καὶ τὸ εὐθέως δὲ ἀναχωρῆσαι αὐτοὺς μετὰ τὸν χρηματισμὸν, τὴν εὐγνωμοσύνην αὐτῶν δείκνυσι, καὶ τὴν πίστιν· ὅτι οὐκ ἐθορυβήθησαν διαλογιζόμενοι· ὅτι εἰ μέγα τὸ παιδίον ἐστὶ, καὶ ἔχει τινὰ ἰσχὺν, τίς χρεία φυγῆς καὶ λαθραίας ο ἀναχωρήσεως ; ἀλλ’ ἐπείσθησαν τοῖς προσταχθεῖσιν αὐτοῖς μόνοις. διὰ τι δὲ μὴ παρόντες σώζονται οἱ μάγοι καὶ τὸ παιδίον ; ἀλλ’ οἱ μὲν εἰς Πέρσιδα, ὁΡ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός ; ἔδει γὰρ αὐτὸν μᾶλλον ἐμπεσεῖν εἰς χεῖρας Ἡρώδου· καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι· ἐπειδὴ εἰ τοῦτο ἐγένετο, οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι· οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Καὶ μετ’ ὀλίγον — τοὺς μὲν οὖν μάγους ἐκπέμπει ταχέως· ὁμοῦ μὲν διδασκάλους ἀποστέλλων τῇ Περσῶν χώρᾳ· ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν· ἵνα μάθῃ ὅτι ἀνηνύτοις ἐπιχειρεῖ πράγμασιν, εἴ γε συνιέναι ἐβούλετο· ἔτι δὲ καὶ πρὸς ἡμετέραν φιλοσοφίαν τοῦτο [*](o Λαθρίας Cod. P οἱ Cod.)

17
συντείνει, ἵνα ὅτ’ ἄν τις καταξιωθῇ διακονήσασθαί τινι πνευματικῷ πράγματι· εἶτα ἴδῃ αὐτὸν θλίψεις ὑπομένοντα καὶ μυρίους κινδύνους, μὴ ταραχθῇ, μηδὲ εἴπῃ, τι δήποτε τοῦτο ἐστι ; καὶ μὴν στεφανοῦσθαί με ἔδει, πρόσταγμα πληρώσαντα δεσποτικόν· ἀλλ’ ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρει πάντα γενναίως.

[*](13)

Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον.

Φανεὶς ὁ Ἄγγελος τῷ Ἰωσὴφ, διὰ τι εἶπεν “ παράλαβε τὸ “ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ οὐκ ἔτι λέγει τὴν γυναῖκά σου, ἀλλὰ “ τὴν μητέρα αὐτοῦ;” ἐπειδὴ τοῦ τόκου πέρας ἐλύθη τὲ ἡ ὑποψία καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. διὰ τοῦτο οὖν μετὰ παρρησίας λοιπὸν διαλέγεται ὁ Ἄγγελος, καὶ οὔτε παιδίον αὐτοῦ, οὔτε γυναῖκα καλεῖ, ἀλλὰ “ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. καὶ οὐκ ἐταράχθη, ἐπειδὴ πιστὸς ἢν ὁ ἀνήρ διὸ ὑπακούει καὶ πείθεται.