In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ’ ἑτέροις τισὶ [*](a) γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ’ οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων b ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δήωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησίμως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ’ οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγγαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας [*](Codices B.D. [D. finire non potui.] 1–3. Sic Β. τοῦ ἁγίου Κυρίλλου εἰς τὸν προφήτην Ἀγγαῖον D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀγγαῖον Aub. 5. καταθρήσαιμεν B.D. ἀθρήσ. Edd. 6. παρὰ τῶν] παρ’ D. γεγενῆσθαι] πεποιῆσθαι D. 7. Haec ὁ θεσπ. καὶ μὴν assumpta ex B.D. Σοφονίαν Edd. 9. οὐδέπω B.D. οὔπω Edd. 11. πολέμων iid. Statim φαλ. ὄνομ’. hoc ordine B.D. 12. ἀναστάσεις D. Edd. ἀναστατώσεις Β. 16. τὸ assumptum ex D. )
Έν τῷ δευτέρῳ ἕτει ἐμ Δαρείου τοῦ βασιλέως ἐι τῷ τῷ [*](Κεφ. ά.) ἕκτῳ μιᾷ του μΗνὸς ἐγνετο Αόγος Κυρίου ἐν Χειρὶ Ἀγγαίου του προφήτου λέΓωι.
Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ [*](b) διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσαλὴμ πεποιημένων μένων τὴν κατάρρησιν παρά γε τοῖς [*](1. Haec τοῦ πόντων κρατοῦντος accesserunt ex B.D.b. 3, που om. Β. habet D. 4. ἐξῆν pro ἐξὸν Edd. 5. ἐργάζεσθαι D.b. 7. κατημέλουν οἱ ἐξ Ἰσραὴλ D.b. Edd. αὐτοὶ μάλιστα κατημέλουν Β. Statim προτιθέντες D. ἕκαστοι B.D.b. ἕκαστος Edd. Statim τὰ οἰκεῖα B.D.b. τὴν οἰκείαν ϊ Edd. 11. λιμοῖς Β. D.b. λοιμοῖς Β.] λοιμοῖς Edd. μᾶλλον om. D. 12. ἤθελον iid. ante Migne repugnantibus B.b. ἤθεσιν (sic) D, 14. δὲ] + δὴ b. 16. γε pro τε D. 19. τοῦ om. F. Edd. (87. al.) 20. κυρίου om. B. habet D. 24. διεφθοπικότων D. διεφθονηκότων habet B. τῶν assumptum ex B.D. )
Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰοὐδα καὶ πρὸς ἸΗσοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οἶτος λέγουσιν ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.
Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ Δαυεἰδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται [*](c) μὲν ἢ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰδραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. [*](5. προσαπον. δὲ καὶ χρῆμ’. πόρους ante καὶ δρᾶν transponit D. ὄρους pro πόρ’· Edd. ante Migne. 7. ἀμήχανον pro ἀπίθ. iid. 8. χειρὶ alt.] + Ἀγγαίου D. 10. τὴν τῆς λειτουργίαν τῆς προφ. πράττοντος pro τὴν της — ἐκπρ. Β. 13. τὸ pro τῷ D. 15. δὴ deest in Edd. (Vat. ℵ) τὸν alt. assumptum ex D. (Alex.) cf. Glaph. 55 e. 17. παντοκράτωρ] + λέγων Ivld. invitis B.D. (23. al.) λέγει D. οὐχ ἤκει ὁ om. D. 19. παῖς Β.D. υἱὸς Edd. 20. Assunipta τοίνυν ex D. τοῖς ex B.D. 23. κατεμπιπράντος D. καταπιμπράντος Edd.)
Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου Εἰ καιρός ὑμῖν μέv ἐστι, τοΰ οἰκεῖν ἐν οἵκοις ὑμῶν κοιλοστάθμοις, [*](e) στάθμοις, ὁ δὲ οἶκος οὖτος ἐξΗρήμωται,
Δεύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυφήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα κοίου τε καὶ δόξης, [*](630 Α. a) ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι ; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετ ραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλλεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν ; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ ; [*](2. τελοῦντο accessit ex Β. τελοῦσι post ἐξουσίᾳ addit D. ἐν assumptum ex B.D. 3,. δὲ om. Β. Statim δὴ assumpUim ex B.D. ἢ pro καὶ alt. D. 4. δὴ om. D. 5. ἕγκλημα Edd. εἰς ἄκρον D. Edd. εἰσάπαν Β. y. σου pro μου (sic) Edd. lO. ὑμῖν μέν ἐστι B.D. (Alex. ℵ) μέν ἐστιν ὑμῖν D. (153.) μὲν ὑμῖν ἐστι Edd. (Vat.) cf. Glaph. 56 a. 14. τιθέντος (sic) Edd. 15. ὁ deest in D. 18. ἑστίοις] οἰκίαις D. Statim πλουσίως assumptum ex B.D. κατεσκευασμέναις D. ἐσκ. Β. Edd. 20. ἀτίμως Β. ἀθέσμως D. Edd. 21. δὲ pro τε Β. 22. ἀνακεκραγότα Edd. 23. καὶ τῶν ἀρχ. ἐκείνων ἐμπρησμῶν om. Β. ἐμπρησμῶν D. ἐμπρησμάτων Edd.)
Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν [*](c) ἀνθρωπίνων ὕστερα.
Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶ εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. επίετε καὶ οὐκ εἰς μέθΗν. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθτε ἐν αὐτοῖς. καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.
Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο ἐτράποντο μὲν εἰς [*](d) φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυτελῶς κατεσκευασμένους. μένους· εἶτα λέγοντες ἀμαθῶς “ οὐχ ἥκει [*](supra ver. 2.) “ ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον ρίου.” ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατασκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προισχόμενοι, χρῆναι μὲν ἕφασκον προσυναγείρειν [*](1. μετὸν γὰρ οὕτω] μετὰ γὰρ τοῦτο Edd. 2. ποιεῖσθαι iid. 6. ἤδη om. Β. habent D.b. 7. ἐναβρυνομένων B.D.b. ἐνευρυνομένων Edd. τὸ γἀρτοι D. τοιγ. iid. καὶ om. Β. habet D. 10. ἔχον Β. ἔχομεν D. Edd. II. δευτέροις ποιοίμεθα D. δευτέρῳ ποιούμεθα Edd. 13. τὰς assmnptura ex B.D.F. ℵ Alex. XII.) 14. εἰσηγάγετε pro εἰσηνέγκατε D. 16. περιεβάλλεσθε D. (26, 228.) 18. Ἀφειδηκότες D. Edd. ante Migne. Statim ὡς ἔφην om. D. 19. ἐτράποντο D. ἐτρέπ. Edd. 20. τὰς assumptum ex B.D. ἀνιστῶντες D. 24. καὶ pro εἶτα D.)
Διαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ’ ἑαυτῇ τὴν ἀφήγησιν, ’φερε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν [*](e) νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισμένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτείροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳκήκασι [*](a 632 Α.) γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ Δαρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι [*](2. ποιοῦντας Edd. ante Migne. 3. φησὶν om. Β. habent D.b. 4. γὰρ om. D. 5. ἱέντων b. Migne. ἱέντων D. Edd. 8. δὲ pro δ’ ἃν D. lo. ἡμῖν assumptum ex B.D. 11. καὶ τῷ σ. ὑμῶν τί ἐνδύσεσθε accesserunt ex B.D. 12. Α τὴν ad transilit D. τοῦ assumptum ex Β. 13. αὐτῆς pro αὐτοῦ Edd. 15. μᾶλλον pro οἶμοι D. 17. καταθρήσομεν D. καθολικῆς D. 18. ἐστι pro ἀν’ εἰεν D. 19. συμβεβ. τοῖς Ἰουδ. inv. ord. D. 20. ἀβουλήτου D. Edd. ἀφορήτου Β. κατηχθισμένοι Β. καταχημένοι D. κατηχθημένοι Εdd. 21. ἐκτίνυτες] Sic correxi ex D. qiii ἐκτιννῦντες dat. ἐκτίνοντες Edd. 25. τε prius om. B. habet D. 26. τῶν et ἔτι assumpta ex D. )
Ἅθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν [*](Ps.ii.6, 7.) Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ Δαυείδ ô Ἐγὼ “ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον " αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυμίου.” ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἴματος τοῦ Λευὶ, δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν [*](d) ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται ’δε πὼς τὸν ἐπὶ τῶδε λόγον ἰσχνοεπεῖν ἑλομένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. [*](1.νεὼν D. Edd. ναὸν Β. προσεπιδοὺς Β. προσεπιδιδοὺς iid. προεπιδιδοὺς (sic) D. 3. ἔτι om. D. πληροῦν] + καὶ πονεῖν D. 4. λέγοντες post ὁ καιρὸς transponimt Edd. 7 αἰκμαλωτος] + καὶ D. τούτῳ 8. τε assumptum ex B.D. πλάνην D. Statim οἶ(??) Edd. ἀλλοφύλων accessit ex B.D. τῶν praemittit D. 13. τουτεστι om. 16. γράφεται Β. μὲν om. D. 17. ἐξ αὐτῆς κα D. οὐχ ἐτέραιθεν Edd. iS. Haec ἡμῶν Ἰησοῦς χριστός accessemnt ex B.D. 20. ὐπ’ — πρόσταγμα κυρίου B.D. καὶ rh ἔτης Edd. 22 ὀ assumptlim ex D. κατωνὐμασται Edd. 26. πὼς retinui ex Edd. aeest m B. ὅθεν πιστώσεται pro π. δέ πὼς D.)
Τάδε λέΓει Κύριος παντοκράτωρ Θέσθε τἀς καρδίας ὑμῶν εἰς τὰς ὀδοὺς ὑμῶν. ἀνάβΗτε ἐπὶ τὸ ὅρος καὶ κόψατε ξύλα καὶ οἰκοδομἡστε τὸν οἶκον, καὶ εὐδοκἡσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπε Κύροις. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο [*](e) ὀλίγα. καὶ εἰσηνέχθη εἰς τὸv οἶκον καὶ ἐξεφύσησα αὐτά.
[*](1. λίαν assumptum e.x D. 2. ἐσκεύαζον Edd. ὁ θεσπέσιος assumptum ex B.D. 3. εἰσήκουσας Κύριε Β. Syr-Hex. cf, Glaph. 101 a. ubi est diversitas MSS. εἰσήκουσε κύριος D. Edd. (A.V.) 5. σου Β. (Vat.) αὐτοῦ D. Edd. (Alex.) cf. Glaph. 1. c. (v. Ι.) 92 c. (v. Ι.) in S. Joannem 603 b. (v. Ι.) 6. δ’ ἃν] γὰρ D. 10. ἔφασκεν] + ὄτι D. 13. καὶ pro οἱ iid. ηὑρημένοι D. εὑρισκ. Edd. Φωνῆς] + τοῦ Edd. invito D. D. 16. Haec εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου et υἱοὶ ἀλλότριοι επαλαιώθησαν καὶ ἐχ’. ἄπο τῶν τρίβων ὐτῶν accesserunt ex B.D. 17. με pro μοι D. 21. ἐπὶ D. [Alex. XII.) εἰς Edd. (Vat. ℵ) κοὶ alt. assuinptum ex B.D. ℵ Alex. XII.) 23. ἐγένετο B.D. (Vat. ᾖ ἐγένοντο Edd. (Alex.) 24. εἰσηνέχθη D. Edd. εἰσηνεγκατε B.)Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί “ Τά αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, [*](Phil. iii. 1.) “ ὑμῖν δὲ ἀσφαλές.’ κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὁλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. [*](a 634 Α.) μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγοι μόλις συνεκομίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδαπάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀποπεραίνειν ἤθελον τὸ τῷ Δεσπότη δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐργιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ’ οὖν ἀνουθέτητον ἀφῆκε [*](b) τὸν Ἰσραὴλ, οὐ παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορθώσεως τὴν ὁδόν ; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἕφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλω καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ενδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας.
Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἃν φαίνοιντο χρήσιμά τε καὶ ἀναγκαῖα [*](c) πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδομὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, [*](1. τὴν assumptum ex B.D. τὸ χρῆμα εἰς ὄνησιν hoc ordine B.D. 2. Haec καὶ ὁ θεσπέσιος assumpta ex Β. καὶ ὁ μακάριος D. 3. γράφειν] + ὑμῖν Edd. invitis B.D. 7. εἰσηνέχθη habent B.D. 8. γηπονεῖν D. Edd. πονεῖν Β. 13. ἀποπ. ἤθελον hoc ordine B.D. 14. δεσπότῃ D. Edd. νόμω Β. τὸ ἄμεινον D. 15. αἵσχιστα D. 16. οὖν] + οὐκ Edd. 17. οὐ παρέδειξε B.D. παρέδειξε δὲ Edd. 18. καὶ alt. assumptum ex D. εὐθὺς B.D. εὖ Edd. 22. εἰς τοῦτο τῶν inverso ordine D. 23. τῷ om. D. ἐπείγεσθαι πληροῦν om. Β. habet D. 24. τὰ assumptum ex D. 26. αὐτῆς] + ταῦτα ἐπείγεσθαι πληροῦν Β.)
Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἃν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ [*](2 Cor. vi. 16.) τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστόν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω [*](e) δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν [*](Eph. iv. 16: ii. 21, 22.) ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω “ διὰ πάσης ἁφῆς “τῆς ἐπιχορηγίας,” “ εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- “τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πὼς ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι [*](Supra ver. 2.) αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν " οὐχ ἥκει ὁ [*](635 Α. a) “ καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου.” ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, [*](1. χρεωδεστάτην Edd. 5. πεποιημένα iid. ἐξόχως D. Edd. εἰκότως Β. ἀποφαίνοι D. 7 τῆς prius assumjjtum ex D. 10—13 Ab ἕκαστος ἕκαστος transilit D. 13. καὶ assumptum ex Β. 14. σωτηρίαν pro καρδίαν D. διὰ] + τῆς D. ὀρθῆς D. Edd. ἀγαθῆς Β. τῶν ὅλων et χριστὸν assumpta ex B.D. θεμέλιον post transp. transp. D. 15, προστυπαγέτω παγέτῳ Β. Statim δὲ om. D. 16. δὴ om. B. 21. καὶ om. D. 23. αὐτὸ D. αὐτοῦ Edd. καὶ oin. D. Statim κεκραγόσιν Β. κεκραγότα (sic) D. κεκράγουσιν Edd. 24. οἶκον] ναὸν D. 25. παραπίπτουσι iid.)
Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ ’λΘ’ ὧν ὁ οἶκός μου [*](b) ἐστίν ερΗμος, υμεις δὲ διώκετε ἕκαστος εἰς τον οικον αὐτου, διὰ τοῦτο ἀνέξει ὁ οὐρανός απὸ δρόσου, καὶ ἦ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς εφ' ὖμᾶς. καὶ ἐπάξω ῤομφαίαν ἐπἰ τήν γῆν καὶ ἐπὶ τὰ ὅρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὄσα ἐκφέρε ἡ γῆ καὶ ἐπὶ τοῦς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους χειρῶν αὐτῶν.
Ἰδού ἐγὼ ποιώ ἐν θὼ ἔνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγε Κύριος, κὼ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, κὼ θήσομαι αὐτοὺς εἰς καύχημα κω ὀνομαστοὺς ἐν πάσῃ τῇ φῇ. καὶ καταισχυνθήσονται ἑ τώ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, κοὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.
Τέτραπται πάλιν ὁ λόγος εἰς τὸ τῆς Σιῶν πρόσωπον, ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, [*](624 Α. a) περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ενεκα σου ποιήσω. επειδη γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα [*](2. ἔσονται· πόθεν B.D. ἔσονταί ποτε Edd. 9. αὐτῶν Β. αὐτοὺς Edd. προσάγωσιν iid. 11. καταλελοιπέναι Β. 12. λαβόντας Β. Edd. λαμβάνοντες 1). ἁγίας om. b. 14. ἕνεκα Alex. XII. 26, 49, 106, 153 cf. infra.] σοῦ] ἐμοῦ Β. (22. al.) cf. infra. λέγει Κύριος om. B. 91, 153, 198 233.) 18. εἰσδέχωμαι Β. (Alex.) cf. infra. εἰσδέξομαι Pont. (Vat. ℵ) εἰσδέξωμαι Aub. 20. τέτραπται] Γέγραπται Edd. 24. μέθην] Sic retinui ex Edd. cf. supra 623 c. πλάνην Β. Pro hoc verbo non contuli D.)
Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ’ οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντός ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέβηκεν [*](b) εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, μένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλλαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ’ οὐρανόν. κεκλήμεθα γὰρ δι’ αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειότητα πεπλουτήκαμεν δι’ αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι’ οὗ καὶ [*](c) μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
[*](4. δώσω] θήσω F. 9. ἡμῖν assumptum ex Β. 1 1, καὶ καθ’ D. Edd. καὶ καθ' οὓς Β. 15. τότε alt. om. D. 17. καὶ om. D. ἀπήλλαττε καὶ μετετίθει D. Edd. ἀπήλλαξε καὶ μετέθετο Β. ἀπήλλαττεν b. scholion finiens. 19. ἐξείλετο D. Edd. ἐρρύσατο Β. 22. πεπλουτήκαμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Sic desinit D. δι’ αὐτοῦ δίη φημι Edd. 23. ἡ assumptum ex Β. δόξα] + κρότος τιμὴ καὶ προσκύνησις Edd. τῳ om. Β.)