In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον [*](e) Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν. καὶ γοῦν τῶν Ἀσσυρίων τὴν ἔφοδον, ἢν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν “Ἴδου [*](Hier. xxix. 2.) “δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάρρουν [*](a 603 Α.) “κατακλύζοντα.’’ ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγη, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια διϊσχυρίζεται, σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν [*](b) αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ [*](3. νεμήσεται F. (22. al.) 7. Ἅψομαι, φησὶ, καὶ Β. ὄψομαι φησὶ καὶ D. Ὄψομαι* φησὶ τοὺς τοὺς inseruit primus Pontanus, ad sensum, ut opinabatur, implendum] Edd, χώραν Aub. 14. τὴν pro τῆς Edd. 18. λέγει iid. 20. σημεῖα iid. που om. B. 26. αὐτῷ Edd.)

208
κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς οὔτ’ ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ’ οὐδ’ ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη [*](c) τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρχοι σχολή. φιλοῦσι γάρ πὼς οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ’ ἧπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους.

Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα [*](d) τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξηρημένης ἤμων ἀπάσης ἀρέτης. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἰερουσαλὴμ εὖ [*](Hier.vi. 7, 8.) μάλα καὶ σοφῶς εἰρημένον “Πόνῳ καὶ μάστιγι παιδευθήσῃ “Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω “σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται.’’ Θεοῦ γὰρ ἡμῶν ἐξελόντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες [*](e) θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκαθάρτων πνευμάτων ἡ ἀγρία πληθύς.

Διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὔτη ἡ πόηις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς εἰμι κὼ οὐκ ἔσται μετ’ ἐμὲ ἐὺ. πῶς ἐγενήθη εἰς [*](1. οὐδ’ ἐπὶ pro οὐδενὶ Edd. 4. τοῖς B.D. αὐτοῖς Edd, 5. ὑπάρχῃ idd. 7. πόθεν B.D. ποτε Edd. 8. ἔρημος iid. 9. καὶ—δέους orn. D. πρυτανέυει iid. 10. ἔχω τε παντὸς ἀποκ. δέους om. B. 13. παραιτούμεθα Edd. 16. τὴν τὸν Β.?] Ἱερουσαλὴμ B.D. τὸν Ἰσραὴλ Edd. 17. σοφῶς retinui ex Edd. σαφῶς Β. εὖ μ. καὶ σ. om. 1). 19. ἥτιςἀρέτην accesserunt ex D. Statim εἰσελάσει D. εἰ εἰσελάσει Edd. εἰσελεύσονται γὰρ B. 21. κοὶ καρδ. et βδ. τε καὶ om. D. 25. τῇ assumptum ex B. (26. al.) 26. ἔσται B, (153, 311.) cf. infra. ἔστι Edd.)

209
νομὴ θηρίων· πῆς ὁ διαπορευόμενος δἰ αὐτῆς συριεῖ κα κινήσει τὰς χεῖρας αὐτοῦ.

Ὠς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλαζὼν [*](a 604 Α.) ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι “Καὶ αὐτὸς ἐν [*](Abac. i. 10.) “βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ “αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται.’’ ὅτι τοίνυν ὑπερόφρυς [*](b) ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, άναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ’ ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ “τάδε λέγει ὁ βασιλεύς Μῆ ἀπατάτω [*](Es. xxxvi. 14.) “ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, “καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός. [*](c) καὶ μετ’ ὀλίγα “Μῆ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος [*](Ib. 18.) “τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;” αὕτη τοίνυν ἡ φαυλιστρια πόλις, ἡ κατοιομένη τε καὶ λεγουσα Ἐγώ εiμι καὶ οὐκ ἔστι μετ’ ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμπροῦ ποιεῖσθαι φιλεῖ, ταύτῃσι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ’ αὐτῇ χρῆναι λέγειν Πως ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλπαραπορευόμενος [*](1. F. (Alex.) Statim αὐτὴν pro δι’ αὐτῆς F. (Co.) 3. ᾑρημένη Β. εἰθισμένη D. Edd. 5. ὑπερτ. αἴρουσα pro ἀνασπῶσα τὴν ὑπερτ. D. καὶ] + κατὰ Edd. καὶ πάσης—ἰσχύν om. D. 6. ἑτέρων ἰσχύν edidi ex B, Ῥωμαίων ἀρχήν Edd. clausulam totam omittit D. 8. ὅτι om. Β. 14. ἀληθῶς Edd. 16. τείχει] + τῆς ‘Iερουσαλὴμ Edd. προσλαλῶν pro προσέβαλε iid. 21. βασιλέων iid. 23. τοίνυν accessit e.x B. 25. ὀφείλει pro φιλεῖ Edd. )

210
πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πὼς καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ’ αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει [*](c) δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ’ ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον.

[*](Prov. iii. 34; S. Jac.iv.6. Sir. i. 30. Prov. xvii. 16.)

“Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται· καὶ σοφὸν εἶναι φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα “Μὴ ἐξύψου “σεαυτὸν, ἵνα μὴ πέσῃς,’’ καὶ πάλιν “ Ὅς ὑψηλὸν ποιεῖ τὸν xvii. ἑαυτοῦ οἶκον, ζήτει συντριβὴν. ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομημάτων ἑτοιμότερά πὼς εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· [*](605 A. a) οὕτω καὶ ἀνθρώπου ψυχὴ τῆ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν.

[*](Κεφ. γ΄.)

Ὤ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.

Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ιερουσαλήμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ παθούσῃ τὰ παρ’ ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὤ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερα.

[*](6. ἱεὶς correxi post Migne. ἱεὶς D. Edd. 14. πὼς om. B. κλίνον pro κλόνον (sic) Edd. 15. περιθραυσθήσεται (sic) iid. ante Migne. 18. Θεόν Edd. 20. λελυτρωμένη ℵ ex corr. 22. al. cf. infra.] 21—28. Μέτεισι—ἡ περιστερά assumpta ex D. 22. Nescio utrum δίκας an δίκης habent D.)
211

ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἢ παντὸς ἔθνους [*](b) κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθ’ ἱσταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορήτου πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι’ ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ἧ καὶ θάλασσα συνωπλίζετο, [*](c) καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιττερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πὼς ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος “Ἀνάστα, λέγων, ἐλθὲ ἡ [*](Cant, ii. 10.) “πλησίον μου, καλή μου, περιστερά μου.’’ περικαλλεστάτη δὲ λίαν ἡ Ἰερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, [*](d) ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ’ ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἰερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακομίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ’ αὐτῆς εὐρήὅλη [*](1. D. Edd. ὅλως Β. γέγονας D. γέγονεν Edd. τε assumptum ex B. καὶ αἰχμ. et λαμπρὰ καὶ om. D. 3. κροτήσασα B.D. κατακρατ. Edd. Statim κοὶ νικῶσα—ἐξωπλισμ. (5) om. D. ἀνθισταμένους Β. ἀνθεστηκότας Edd. 5. ὁ pro ἡ D. σημείοις om. D. 6. λελυτρ. B.D. ἐκλελυτρ. Edd. 8. μετεχώρησαν D. 10. καταπνίγουσα D. καταπλήττουσα Edd. 11. ἀξιάκουστα B.D. ἀξιάγαστα Edd. 15. κατασεμνύνειν ἤθελεν] κατεκάλλυνεν D. 16. μου ult. om. D. 17. τὸ assumptum ex B.D. τῶ om. D. Statim τε add. Edd. invitis B.D. λελαμπρύνθαι Β. λελαμπρύσθαι D. Edd. 18. διαπρεπὴς B. διαπρεπῆ Edd. ὁρ. διαπρ om. D. 20. καὶ αὐτῶ τελεῖν τὰς λατρείας om. D. 22. ἀεὶ assumptum ex B. Statim αὐτῇ pro τῷ πτηνῷ D. 23. αὐτὴν pro αὐτὸ D. αὐτῷ om. D. ἀποκομίσειεν Β. ἀποκομίσῃ D. Edd. Statim ἀπωτάτω om. D. 24—212. 5. Α πάλιν ad πάλιν transilit D. 25. πρὸς Β. εἰς Edd. )

212
σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ [*](e) εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώλοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ᾿ ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην ;

Οὐκ εἰσήκουσε φωνῆς.

[*](606 A. a)

Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾶ τοῦ Θεοῦ λέγοντος “Ἄκουε [*](Deut. vi. 4. 8. Exox. xx. 4.) “Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις “σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ “ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.” παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενημένῃς· [*](b) ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα.

Οὐκ ἐδέξατο παδείαν.

Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀποκομίζοντα [*](Esai. xxix. 13; S. Matth xv. 9.) κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς “διδασκαλίας, “ ἐντάλματα ἀνθρώπων,” καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώμαις, ἔξω γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων.

Ἐπί τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.

Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ [*](5. ἐν Αἰγύπτῳ Β. Αἰγύπτου Edd. παλινδρομοῦσα D. 6. ὑφ᾿ ἑτέροις D. b. ὑφ᾿ ἑτέρους Edd. 13. διηγγελμένον D.b. διάγγελμα Εdd. 16. τῆς accessit ex B.b. 19. ἐτρέπετο b. invito D. διδασκαλίας] + καὶ Edd. invitis B.b. 22. ἄμοιρος Β. ἀμοιροῦσα Edd. 23. ἐπεποίθησε B.D.F. (Alex.) ἐπεποίθει Edd. (Vat.) 24. καταθλίβοντος assumptum ex b. θλίβοντος Β. κατολαβόντος D. καὶ ἀγ. ἐγκ. om. D.)

213
κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέβειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ [*](c) διασώζοντι Θεῷ, “Αἴγυπτον ἐτεκαλεῖτο,” κατὰ τὸ γεγραμμένον, [*](Hos. vii. 11.) μένον, “καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν,” καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν.

καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν. Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ’ ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ [*](d) βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ’ αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι.

Οἱ ἄρχοντες αὐτῆς ἐν ἀυτῇ ὡς λέοντας ὠρυόμενοι.

Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ’ αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκη τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πὼς τὸ [*](e) χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθήγοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυχώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο ’δε τινες ἔδρων καὶ τῶν [*](a 607 Α.) ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παραβαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ’ ὅτε καὶ τοῖς πλημἀπηρτημένων [*](1. ἀπηρτημένων Edd. invitis B.D. αὐτῇ b. invito D. 2. μιμεῖσθαι Β. 4. κατεμισθοῦτο D. Edd. κατεμισθοῦντο b. 5. ἄραβας b. Edd. ἄρραβας Β. 8. δὲ om. Β. habet b. Statim τῶ Θεῶ Β. Θεῶ b. τὸν Θεὸν Edd. 22. τι που b. που τι Edd. 23. βροντὴν b. βροντὴ Edd. 24. σικάλοις] Sic ut vid. Codd. 25. καὶ assumptum ex D.)

214
μέλουσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι’ [*](Mic. ii. 1, 2.) ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· “Ἐγένοντο “λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις [*](b) “αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ “ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, “καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ “διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη- “ρονομίαν αὐτοῦ.’’

Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῆ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοίγοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ δίε. στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες· δὲ οὕτως, [*](c) καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ’ αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα 2 [*](Eph. v. 14.) εἰκότως “Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, “καὶ ἐπιφαύσει σοι ὁ Χριστός.” πλὴν, ὥς φησιν ὁ μακάριος [*](Ps. lvii. 7.) Δαυείδ “Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ “στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ “Κύριος.”

[*](d)

Οἱ κριταὶ αὐτῆς ὡς λύκω τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί.

Φᾶσί τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωοηηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς [*](3. αὐτοὺς τοὺς δικάζοντας Edd. 4. καὶ δι’—οὗτος] καὶ διὰ τοῦ μιχαἰου λέγων D. 6. καὶ assumptum ex D. deest in Β. 23. συντρίψει habet D. 26. Ἀῤῥαβίας passim Β.)

215
τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι’ ἑτέρου προφήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων “ὀξύτεροι ὑπὲρ τοὺς [*](Abac. i. S.) “λύκους τῆς Ἀραβίας.’’ δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ [*](c Es. ix. 12.) στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινομένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμιαστής “Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί.” [*](Prov. xvii. 23. Ex, xxiii. 8; Deut. xvi. 19.) “Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται “ῥήματα δίκαια, κατὰ τὸ γεγραμμένον. τί γὰρ ὅλως τὸ [*](a 608 A) περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “Οἰ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- [*](1 Tim. vi. 9.) “ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ “βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον “καὶ ἀπώλειαν.’’ “Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος [*](Prov. xxii. 1.) “πολὺς,” καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος.