In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπειδὴ δὲ οἶδεν ἡ θεόπνευστος γραφὴ καὶ νοητοὺς Αἰθίοπας, φέρε τι καὶ ἐπ’ αὐτοῖς λέγωμεν, οὐκ ἔξω βαίνοντες τῆς [*](1. Sic Β. 2. Sic B.D. 3. ἐστε Β. ἔσεσθε F. Edd. (42.) cf, 5. ’τον. pro τῳ Edd. 6. Ἰουδαίων pro Ἰδουμ. iid. 7. ἠῶ καὶ νότον iid. τῆς accessit ex Β. 8. ἢ ἐπ’ pro ἤγουν iid. 12. γηὼν Edd. (Alex. Χ.) γειῶν Β. 16. ἑαυτοῦ Edd. 17. τοῦ pro τὸν iid. )

206
τῶν προκειμένων ἐννοίας. ἔφη που ψάλλων ὁ μακάριος [*](Ps. lxxiii. 13. 14.) Δαυεὶδ, ὡς πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν “Σὺ “συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. [*](602 A. a) “σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν [*](Ps. lxxi. 9.) “βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.’’ ἀλλὰ καὶ ἑτέρωθί που “Ἐνώ “πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ “χοῦν λείξουσιν.’’ ὁμολογεῖ ’δε που καὶ ἡ ἐν τῷ ᾄσματι [*](Cant. i. 5.) τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασμένους, καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἁλλ’ οἱ μὲν προσπίπτοντες [*](b) Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ’ αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι [*](Ps. lxxxix. 17.) “Καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς· οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δράκοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῆ ῥομφαίᾳ. πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμάτικεν ὁ Χριστὸς, τῆς καθ’ ἡμῶν τυραννίδος ἐκβεβληκὼς, συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης [*](2 Cor. iv. 4. c) ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα “τὰ νοήματα τῶν “ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- “γελίου τῆς δόξης τοῦ Χριστοῦ.” καὶ τοῦτο οἶμαί ἐστιν [*](Es.xxvii. 1.) ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας “Καὶ ἔστα ἐν “τῇ ἡμέρᾳ ἐκείνη, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν., “τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν “τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ “ἀνελεῖ τὸν δράκοντα.

[*](1. μακάριος om. Β. 5. που om. B. Statim ἐναντίον Edd. 8. τυπουμένη Edd. 10. τὴν οὔπω κατηυγασμένην iid. 11. 13. καταλαμπρυνόμενοι iid. ἐχόμενοι pro εὐχ. iid. ante Migne. 18. λόγου] τὸ λέγειν Edd. 19. πνεύμοσιν, ἃ] δαίμοσιν, οὓς iid. 24. του accessit ex Β. 26. ἁγίαν] + καὶ Β. cf. supra 440 a. cum lectione Α. (ἁγίαν καὶ μεγ.) 38. ὄφιν φεύγοντα pro τὸν ὅ. τὸν φ. Edd,)
207