In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἢ παντὸς ἔθνους [*](b) κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθ’ ἱσταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορήτου πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι’ ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ἧ καὶ θάλασσα συνωπλίζετο, [*](c) καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιττερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πὼς ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος “Ἀνάστα, λέγων, ἐλθὲ ἡ [*](Cant, ii. 10.) “πλησίον μου, καλή μου, περιστερά μου.’’ περικαλλεστάτη δὲ λίαν ἡ Ἰερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, [*](d) ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ’ ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἰερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακομίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ’ αὐτῆς εὐρήὅλη [*](1. D. Edd. ὅλως Β. γέγονας D. γέγονεν Edd. τε assumptum ex B. καὶ αἰχμ. et λαμπρὰ καὶ om. D. 3. κροτήσασα B.D. κατακρατ. Edd. Statim κοὶ νικῶσα—ἐξωπλισμ. (5) om. D. ἀνθισταμένους Β. ἀνθεστηκότας Edd. 5. ὁ pro ἡ D. σημείοις om. D. 6. λελυτρ. B.D. ἐκλελυτρ. Edd. 8. μετεχώρησαν D. 10. καταπνίγουσα D. καταπλήττουσα Edd. 11. ἀξιάκουστα B.D. ἀξιάγαστα Edd. 15. κατασεμνύνειν ἤθελεν] κατεκάλλυνεν D. 16. μου ult. om. D. 17. τὸ assumptum ex B.D. τῶ om. D. Statim τε add. Edd. invitis B.D. λελαμπρύνθαι Β. λελαμπρύσθαι D. Edd. 18. διαπρεπὴς B. διαπρεπῆ Edd. ὁρ. διαπρ om. D. 20. καὶ αὐτῶ τελεῖν τὰς λατρείας om. D. 22. ἀεὶ assumptum ex B. Statim αὐτῇ pro τῷ πτηνῷ D. 23. αὐτὴν pro αὐτὸ D. αὐτῷ om. D. ἀποκομίσειεν Β. ἀποκομίσῃ D. Edd. Statim ἀπωτάτω om. D. 24—212. 5. Α πάλιν ad πάλιν transilit D. 25. πρὸς Β. εἰς Edd. )

212
σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ [*](e) εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώλοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ᾿ ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην ;