In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τίνα δὴ τρόπον ἐποίσει μὲν τοῖς ποιμέσι τὰ ἐξ ὀργῆς, ἐπισκέψεται δὲ καὶ ἀνασώσει τοὺς ἀμνοὺς, καθίστησιν [*](1. ὁσίως C.D. αἰσίως Edd. δικαίως b. 2. μόνας B.C.b. μόνον Edd, τ 3. γὰρ prius assumptura ex C. deest in D. τούτῳ C. του D. ταύταις Edd. γὰρ alt. assumptum ex C. 5. φαινακισμοὺς C. 6. ἐποικτείρων C.b. οἰκτείρων Edd. 8. πεπλανῆσθαι C. [πεπλανεῖσθαι Cod.] περιπλανᾶσθαι 10. ἐπαρτίσαι C. 17. αὐτοὺς] αὐτὸν C manu recentiori. (26, 130, 311) cf. infra. αὐτοὺς habet D. 19. Haec καὶ ἐξ αὐτοῦ prius desunt in F. Edd. (Co.) invitis B.C.D. τὸ om. C. (Vat. ℵ XII.) invitis B.D.F. Edd. (Alex.) θυμῷ C.D. cf. infra. πνεύματι θυμοῦ F. Edd. (22. al.))

434
ἐναργές. ἀναδείξας γὰρ ἐξ Ἰουδαίων τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, κατηγωνίσατο μὲν δι’ αὐτῶν τοὺς Ἑλλήνων σοφοὺς, ἐξείλετο δὲ τοὺς ἀμνοὺς τῆς ἐκείνων ἀθυροστομίας καὶ, τῶν τῆς [*](d) ἀπάτης βρόχων ἀπαλλάξας, μετέστησεν εἰς θεογνωσίαν τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αύτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ’ ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ ἀκαλλὲς καὶ ἀνόνητον. ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων διασποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, [*](e) μονονουχὶ καταχρεμετίζοντες τῆς παρ’ αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειε τις; Χριστοῦ [*](Acta SS. App. ix. 15.) λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά “μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν σραήλ.” ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν κύριον [*](Habac. iii. 8.) ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι “Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους “σου καὶ ἡ ἱππασία σου σωτηρία.” οὐκοῦν οὐκοῦν αὐτὸν φησὶν ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὅμοιον [*](748 A.) ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ ὑπουργοὺς, καὶ τῆς παρ’ ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι ’δε φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ’ ἐναντίας. [*](5. μετέστησαν Edd. 8. εὐτρεπῆ (hic) Β. Pont. 9. κατεστράτευσε b. inv. C.D. 11. ἀνόνητον habet C. 16. ἐστι μοι hoc ord. C. 17. τε ora. C. κοὶ alt. om. (sic) C. 18, 19. ὁ om. C. αὐτὸν et τὸν alt. assumpta ex C. 20. σου prius om. C. 21. εὐπρεπει C. 22. ὡς alt. D.b. Edd. ὁ C. 24. ἐξ αὐτοῦ C.b. ἐξ οὕτων Edd. 26. ἑαυτοῦ C. αὐτοῦ iid. 27. ἔστι B.D. ἔσται C. ἔτι Edd. καὶ assumptum ex B.C.D. δῆλον δὲ ὅτι C.D. τουτέστι Edd. 28. ὑπ ἐναντίας C.D. ὑπεναντίων Edd.)
435
ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῶ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν λεηλατοῦντά τε καὶ [*](b) αἰχμαλωτίζοντα.

Δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ, τοὺς ἐξ Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασιλεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ’ αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ’ Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πὼς δοκεῖν πηλὸν ἐν διεῤῥιμμένον διερριμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ᾿ αὐτῶν, ὁ ποιῶν “μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξα τε [*](c Hiob v. 9.) “καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός.” ἐπεφώνει ’δε που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν “Ἰδοὺ δέδωκα ὑμῖν [*](S. Luc. x. 19.) πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἔπι πάσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ.

Ἰστέον δὲ ὅτι πνευματικὴν μὲν ἡμεῖς ἐξυφαίνοντες θεωρίαν, τὰ τοιαῦτά φαμεν· Ἰουδαίοις γεμὴν οὐχ ὧδε ἔχειν τὸ χρῆμα δοκεῖ, δέχονται δὲ μᾶλλον ἱστορικῶς, καί φασιν, ὅτι μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς πεπολέμηκεν αὐτοῖς ὁ ἐπίκλην ἐπι- [*](d) φανῆς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ’ ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἁλλ’ ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ισραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ συμβέβηκε καὶ τοὺς ἐκ τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀναδήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούντων εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ [*](e) [*](1. ὁ deest in Edd. 4. καὶ assumptum ex C.b. 6. χριστὸν manu prima C. αὐτοῦ] αὐτῷ C. lo. ἐν C.b. ταῖς pro ἐν Edd. 12, ἐξεσία C. 13. ὑμῖν] + ἐξουσίαν τοῦ C. Desunt haec verba in D. 17. Ἰουδαίους (sic) C. 18. δοκεῖν (sic) C. τοὺς τ. αἰχμ. καιροὺς C.D. τὸν τῆς αἰχμ. καιρὸν Edd. 19. αὐτοὺς C. invito D. 20. συνενεγκὼν C. συναγαγὼν D. Edd. 22. πόρ’ ἐκείνων C. παρ’ ἑτέρων Edd. ὀφρυωμένος C. 23. ἐκείνου] ἐκεί (sic) C 24. ἄμεινον C. 25. τῶν assumptum ex C. 27. μὴν καἰ assumpta ex C.D.)

436
[*](Supra ix. 13-15.) λίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως “Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ, καὶ ἐπεγερῶ τὰ τέκνα σοῦ Σιῶν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν.”

[*](749 A. a 6)

Kαὶ καταισχυνθήσονται ἀναβάται ἵππων, καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπηκα αὐτούς.

Φᾶσί δὴ πάλιν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες διηγήμασιν, ὅτι συγκεκροτημένης τῆς πρὸς Ἕλληνας μάχης, οἱ μὲν ἐκείνων ἱππεῖς διολώλασι, κεκρατήκασι γεμὴν οἱ ἐξ αἵματος Ἰσραὴλ, ὡς κατοικῆσαι τὴν χώραν αὐτοὺς, δῆλον δὲ ὅτι τὴν Ἰουδαίαν, παντὸς ἐλευθέρους δείματος, καὶ οὐδενὸς [*](b) τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ· σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατησχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατερραγμένων κεκράτηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ. κατασημαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, [*](c) ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν [*](Rom. ii. 29.) εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· [*](1. Ἰούδα ἐμαυτῷ hoc ordine C.D. Statim ὡς add. Edd. invitis C.D. Cf. supra 739 fin. 5. βολὶς] + αὐτοῦ Edd. invitis C.D. 11. δὴ D per rasuram. Edd. δὲ C. 13. κεκρατήκασι D. Edd. καὶ κεκρατήκασι C. 15. ἐλεύθεροι ι per cast. ut vid. ex υ) C. 16. ἀπῳκισθέντος C. invito D. 18. νοημάτων] ὀνομάτων C. invito D. 24. ἡ post δεδικ. transp. C. invitis D.b. καὶ assumptum ex C.D.)

437
ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατωκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ’ ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι “Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” ἔφη ’δε που [*](Ps. lxvii. 7.) καὶ ὁ θεσπέσιος Ἠσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον “Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, [*](Es.xxxiii. 15, 16.) “μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος [*](d) “ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν “αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη ἀδικίαν, “οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς. οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν ιι Μακάριοι [*](Ps lxxxiii. 5.) πάντες οἱ κατοικοῦντες ἐν τῳ οἴκω σου, εἰς τοὺς αἰῶνας “τῶν αἰώνων αἰνέσουσί σε.” καὶ πάλιν “Ὅτι κρεῖσσον [*](Ib. 11.) “ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην “παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν “με ἐν σκηνώμασιν ἁμαρτωλῶν.”

Καὶ ἔσται ὃ τρόπον οὐκ ἀπεστρεψάμην αὐτοὺς, διότι ἐΓὼ Κύριος [*](e) ὁ Θεὸς αὐτῶ, καὶ ἐπακούσομαι αὐτῶ, καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ.

Kατῃσχυμμένων τῶν παρ’ Ἕλλησι σοφῶν, οἳ καὶ ἱππεῖς [*](Supra ver. 5.) ὠνομάσθησαν, κατισχύσειν ἐπαγγέλλεται καὶ κατοικίσειν [*](Ib. 6.) [*](2. ἐρειρισμένην C. 5. τὸν assumptum ex B.C. ἐπασκοῦντος C. ἀσκοῦντος Edd. 6. Haec λαλῶν εὐθεῖαν ὁδὸν accesserunt ex C.D. 7. ἀπεχόμενος D. Edd. ἀποσειόμενος C. (omnes). 9. καμμύων C. καὶ μύων Edd. 14. τῶν deest in Edd. καὶ om. C. 15. πάντες assuinptura ex C, 16–19. Haec καὶ πάλιν—ἁμαρτωλῶν accesserunt ex 18. παραπτεῖσθαι (sic) C. 21. ἐπακούσονται (sic) D. αὐτῶν alt. D.F. Edd. (22. al.) αὐτοῖς ut vid., manu prima C. et infra. 23. ἕλλησι] + καὶ Edd. invitis omnibus. 24. κατοικίσειν] κατοικίσειν] C.D. Desunt haec duo verba in b.)

438
τοὺς ἠλεημένους, ἐπιφέρων “Ὅτι ἠγάπηκα αὐτούς.” καὶ τί κερδανοῦσιν ἐκ τοῦ ἠγαπῆσθαι παρὰ Θεοῦ, διερμηνεύει [*](750 A. a) πάλιν. ὥσπερ γὰρ, φησὶν, οὐκ ἀπεστρεψάμην αὐτούς. οὐ γὰρ περιεῖδον εἰς ἅπαν, ἐπεσκεψάμην δὲ κεκινδυνευκότας, [*](Rom. iii. 29.) ὅτι ἐγὼ Κύρος ὁ Θεὸς αὐτῶ· οὐ γὰρ “Ἰουδαίων ὁ Θεὸς “μόνον, ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτό φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς· τὰς παρ’ αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθήσονται ὡς ἤδη πὼς ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραΐα [*](b) ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ [*](Eph. vi. 12.) νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθεστηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ [*](c) ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας.

Καὶ χαρήσεται ἡ καρδία αὐτῶ ὡς ἑ οἴνῳ, καὶ τὰ τέκνα [*](2. διερμηνεύεται Edd. 3. γὰρ assumptiim ex C.b. φησιν] + ὅτε Edd. invitis B.C.b. 5. ὅτι C.D.b. διότι Edd. et C.D. supra.5–7. 57. οὐ γὰρ—αὐτῶν desiint in Edd. invitis B.C.D.b. 6. μόνων Β. 6. ὡς Δῆμ’. τῶν ὅλων καὶ Κύριος om. b. 7. αὐτῶν B.D. αὐτοῖς C.b. (A.V. ℵ). 9. λέγοιεν C. λέγει (= λέγῃ) b. II. ἤδη om. C.b. habet B. 17. κρατ.οῦντες unius fere litt. rasura C. 18. θείοις C. ὁσίοις Edd. 19. τῆς assumptum ex C. 21. μιμηταὶ γὰρ γεγ. κατὰ τὸ ἐγχ. τῆς τ. ὄπ. πολιτείας C. μαχηταὶ γὰρ γεγόνασι· κατὰ γὰρ τὸ ἐγχ. τὴν τῶν ἀπ’. πολιτείαν Edd. 23. κατὰ τῶν] καὶ τὸν (sic) C.)

439
αὐτῶι ὄψεται κω εὐφρανθήσεται, κὼ χαρήσεται ἡ καρδία οὐτῶ ἐμ τῷ Κυρίῳ.

Τῶν οἶνον ἐκπεποκότων ἐκμελὴς ἀεί πὼς ἐστὶν ὁ νοῦς, καὶ φροντίδος καταφρονητής. προσίεται γὰρ οὐχὶ τὸ καταλυπεῖν [*](d) λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ. εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραΐμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰςδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῆ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγονότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι’ αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων “Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, [*](e 1 Cor. iv. 15.) “ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ “τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.” οὐκοῦν τοὶ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται. γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφωτισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ’ αὐτῷ τῷ Σωτήρι’ Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν [*](a 751 A.) τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ ἃν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς. οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαίρουσιν ρουσιν ἐπ’ αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι [*](b) λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, [*](1. ὄψεται καὶ εὐφρανθήσεται C.F. (Alex. XII.) ὄψονται καὶ εὐφρανθήσονται Edd. (Vat. ℵ). χαρήσεται C. (23. al.) χαριεῖται F. Edd. χαρεῖται (A.V. ℵ)]. 3. ἐκπεποκότων Β. Pont. ἐκπεπωκ. C.b. Aub. ἐκμελὴς] ἱλαρὸς C.b. 5. ἁπό· σὴς· κατευμεγέθεις τοίνυν (sic) C. II. δὲ assuraptum ex C. deest in b. 13. ἔχηται C. ὦτε παιδ’. inv. ord. b. 16. ὄψονταί τε B. invitis C.b. 21. ἀγαλλίαμα C.)

440
καὶ ταῖς ἐπ’ αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ’ αὐτῷ καὶ μόνῳ παραδέξονται θυμηδίας.

Σημανῶ αὐτοῖς κὼ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, κα πληθυνθήσονται καθότι ἦσαν πολλοί· κω σπερῶ αὐτοὺς ἑ λαοῖς, κω οἱ μακρὰ μνησθήσονταί μου, κοὶ ἐκθρέψουσι τὰ τέκνα οὐτῶ κα ἐπιστρέψουσι.

[*](c)

Διαμέμνηται πάλιν τῆς Ἰουδαίων ἀγέλης, καὶ δὴ καὶ ὑπισχνεῖται συλλέγειν αὐτοὺς κατεσκεδασμένους, καὶ ἐξ ἁπάσης γῆς συναγείρειν εἰς τὴν Ἰουδαίαν, ὡς ἀπονοσφίζεσθαι παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα. εἴρηται δέ τι τοιοῦτον καὶ διὰ [*](Es. vii. 1S.) φωνῆς Ἡσαΐου “Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ [*](d) “συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, “καὶ τῆ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων.” ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πὼς τοὺς μαχητὰς, ἣ διώκοντας ἢ διωκομένους, αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἵενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ [*](Es xxx. 17.) τῷ προφήτη κείμενον Ἡσαΐᾳ “Καὶ ἔσται ὡς ἱστὸς ἐπ’ [*](c) “ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ.” οὐκοῦν ἐκ [*](2. εὐρύνοντες Edd. 8. ἀγέλης C. ἀγάπης Edd. δεῖ C. 13. ἕτερα ὄττα C. ἕτερα ἅττα D. ἕτερά τὰ (sic) Β. ἕτερα τινὰ b. ἕτερ’ ἅττα Edd. 1 4. μελιττῶν D. Edd. μυιῶν C. μυῶν b. 17. μυίας C. μυίαις habent B.D. ὃ κυριεύει μέρους B.D. (Alex. XII.) ὃ κυριεύσει μέρος C. (Vat.) οἳ κυριεύουσι μέρος Edd. cf. αἱ κυριεύουσι (62, 87, 147). αἱ κυριεύσουσι μέρους (22. al.) in Es. 236 e dat Catena.] 19. ἐν deest in Edd. συμβαίνοι C.b. συμβαίνει Edd. 23. ἵενται C. ΐενται (sic) b. ἵενται iid. τὸ] τῷ (sic) C. 25. σημεῖον Aub.)

441
τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοὶς καὶ είσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι’ οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες. ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αύτοὺς ἐν λαοῖς οἱ οἱ μακράν ἀπ᾿ αὐτῶν ἥξουσι καὶ μνησθήσονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν [*](a 752 Α.) πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν, καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων “Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ [*](b Eph. ii. 13.) ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.” ἥξουσι δὴ οὖν μνησθέντες τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερεμίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ “Οἱ [*](Hier. xxviii. 50.) “μακρόθεν μνήσθητε τοῦ κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.” εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδιοῦνται πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τοὶ ἴδια τέκνα, καὶ ἐπ’ αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι. γράφει ’δε που καὶ [*](c) ὁ θεσπέσιος Παῦλος τοῖς δι’ αὐτοῦ τεθραμμένοις καὶ εἰς [*](Eph iv. 13.) ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι [*](3. ἐν assumptum ex C.b. 6. προστέθεικεν C. προσέθηκεν Edd. 10, 11. τε et οἱ alt. assurapta ex C. 14, παρασκεύασαν Edd. ante Migne. 15. ἀνάπτοντες (sic) C. 17. κεκλειμένοις (sic) C. 20. καί τι B.C. καίτοι Edd. 23. ἐν τῇ καρδίᾳ Edd. δὴ om. C. rasura duo triumve litt. Habet D. μνησεῖεν Edd. invitis B.C.D.)
442
[*](Phil. iv. 1.) τῆς ἐν Χριστῷ, ποτὲ μέν “Χαρὰ καὶ στέφανός μου,” ποτὲ [*](1 cor. xv. 31.) δὲ πάλιν “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω [*](Prov. xvii. 6.) “ ἐν Χριστῷ Ἰησοῦ.” ”Στέθανος Στέφανος γὰρ γερόντων τέκνα “τέκνων, κατὰ τὸ γεγραμμένον· καύχημα δὲ τέκνων πατέρες ἀυτῶν.

Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου κὼ ἕε Ἀσσυρίων εἰσδέξομαι [*](d) αὐτοὺς, κω εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τόν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μἠ ὑπολειφθῇ ἕε αὐτῶι οὐδὲ εἶς.

Ὅτε τὴν Ἰουδαίαν ἀνεῖλε μὲν κατὰ κράτος ὁ Ναβουχοδονόσορ, ἐμπέπρησται δὲ καὶ ὁ θεῖος νεὼς, αὐτά τε τὰ Ιεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραή. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγονότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραιτούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυ- [*](e) ἤεσαν, καὶ τῆς ὑπ’ ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπερριμμένον ὑποδεδραμήκασι ζυγόν. οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλλετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι.

[*](753 Α. a)

Ἐπειδὴ δὲ τῆς πνευματικῆς ἑρμηνείας μεταποιεῖσθαι πρέπει τοῖς ὅτι μάλιστα φιλοθεωτάτοις καὶ πνευματικοῖς, φαμὲν ὅτι τῆς τῶν ἀοράτων ἐχθρῶν χώρας ἤτοι χειρὸς ἐξέλκειν αὐτοὺς ἐπαγγέλλεται, καὶ παντὸς μὲν δείματος [*](2. ὑμετέραν B.C. ἡμετ. Edd. ἀδελφοὶ accessit ex C. 6 ἀποστρέψω F. Edd. correxi ex C. 7. γαλαδίτιν C. 8. οὐδὲ εἷς B.C. οὐδείς F. Edd. (42, 147). 9. ἀνείλε C. εἶλε Edd. 10. ἐμπέπρησται C, ἐμπέπρητο (sic) Edd. 14. δὲ assumptuin ex C. 16. ἵεσαν C.)

443
ἐλευθεροῦν· αἰχμαλώτους δὲ ὄντας, καὶ οἷον ὑφ’ ἑτέρους κειμένους, μονονουχὶ καὶ ἀναμορφοῦν εἰς ἐλευθερίαν.

Ἢ καὶ καθ’ ἕτερον τρόπον σκοτισμοῦ καὶ συγχύσεως ἀπαλλαγήσεσθαί φησιν. Αἴγυπτος μὲν γὰρ Σκοτισμὸς, Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται. ἀδιαφορεῖ δὲ πλειστάκις [*](b) ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ’ ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ’ αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρωμένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν ἐπαγγέλλεται εἲς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ιουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν και εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι’ ἀμφοῖν ἐκεῖνο οἶμαί που. ἀπαλλάξας γὰρ [*](c) ἡμᾶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ἧ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι’ ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “ Αἱ κέδροι [*](d Ps. ciii. 16.) τοῦ Λιβάνου ἃς ἐφύτευσας.” “ Θεοῦ γὰρ γεώργιον ” τοὺς [*](1 Cor iii. 9.) ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος.