In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Σιῶν, καὶ κατασκηνώσω ἐν [*](e) μέσῳ ῾Ιερουσαλὴμ, καὶ κληθήσεται ῾Ιερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος ἅγιον.

Πληροῖ μὲν τὰ πάντα Θεὸς, καὶ τῆς ἀπορρήτου φύσεως αὐτοῦ τὰ πάντα μεστά. πλὴν ἀποφοιτᾶν ἐσθ’ ὅτε λέγεται τῶν ἡμαρτηκότων, οὐ ταῖς κατὰ τόπον διαστάσεσι μεριζό- μενος· εὔηθες γὰρ κομιδὴ τὸ ὧδε νοεῖν· ἀλλὰ τῷ μηκέτι [*](4. που assumptum ex C. 9. ποθῶν Edd. invitis omnibus. 13, 14. τὴν τῶν Β.?] αὐτῷ μὲν — συνέτριψε μὲν B.C.D. τῶν αὐτῶν μὲν Edd. 15. καθ’ ἡμῶν C. καθ’ ἡμᾶς Kdd. 16. καὶ τοῖς—ὑποθεὶς accesserunt ex C.D. 17. ἐλευθέρους C. ἐλευθέραν D. Edd. ἀπέφηνε C. ἀποφήνας Edd. 18. αὐτὸν C. αὐτῷ iid. 21. ἅγιον B.C. (ℵ) ὅρος ὅγιον Edd. 23. ἀποφοιτᾶν B.C. ἀποφοιτῶν Edd. 24. μεριζόμενος C. χωριζόμενος Edd. 25. κομιδὴ assumptum ex C. τὸ pro τῶ C.)

381
θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦτον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολαρίας ὁ’1σραὴλ, καὶ ἐκπεπόρνευκεν [*](a 715 Α.) Ιερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέφω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστ ραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ [*](b) πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ’ αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀληθινὴ δὲ πάλιν ῾Ιερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ- κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις.