In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς Βαβυλωνίων οἱ ἐξ Ἰσραὴλ, οὐ χύδην ἢ πεφυρμένως, ἀλλ᾿ ἐν κόσμῳ τε καὶ τάξει, κατὰ γένη καὶ κατὰ φυλὰς, προσεκκειμένους ἔχοντες καὶ καθηγητὰς, ὡς ἐν τῷ Ἕσδρᾳ γέγραπται. ἐπειδὴ δὲ ἀφίκοντο λοιπὸν εἰς Ἱεροσόλυμα, Θεοῦ τὸν νεὼν ἐπεγείρειν ἐπαναγκάζοντος, [*](1 Esdr. 3 Esdr. v. 44.) ἔστησαν γαζοφυλάκιον, ἵνα καὶ ἄθροισις γένηται χρημάτων εἰς τὴν τῶν ἔργων κατασκευὴν, καὶ εἰς τὰς τῶν ἱερέων στολὰς, καὶ εἰς τὰς τεταγμένας αὐτοῖς κατὰ νόμον θυσίας. τέτακτο δὲ τῶν χρημάτων ταμίας, Ἰωσίας υἱὸς [*](e) Σοφονίου. προστάττει δὴ οὖν ὁ τῶν ὅλων Θεὸς, προσκεκομισμένων παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις, ἃ καὶ ἦν ἀπόθετα παρὰ τῷ Ἰωσίᾳ, χρυσίον λαβεῖν καὶ ὰργύριον, εἶτα κατασκευάσας στεφάνους, ἐπιθεῖναί τε αὐτοὺς ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως του μεγαλου, φάναι τε αὐτῷ περὶ τοῦ Ζοροβάβελ Ἰδοὺ ἀνὴρ Ἀνατολὴ ὄνομα αὐτῷ· τὸ δὲ [*](a 705 Α.) ἀνατολὴ τῶν Ἑβραίων ἡ ἔκδοσις τῷ τοῦ βλάστη μάτος ὀνό- ματι κατεσήμηνε· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, τουτέστιν, [*](3. αὐτῷ] + τῷ Edd. invito C. καὶ alt. om. C. 10. Haec μὲν γὰρ accesserunt ex C. Βαβυλωνίων C. Βαβυλῶνος Edd. 12. προσεκκειμένους C prima manu? D. προσεγκειμένους C manu castigante. προεκκ. Edd. 14. νεὼν C. ναὸν Edd. ἐπεγείρειν C. ἐγείρ. iid. 15. ἔστησαν] + τὸ iid. invitis C.D. γένηται C. γένοιτο Edd. 18. τέτακτο B.C. τέτακται Edd. 19. προσκεκομισμένων C. πρὸς τὰ κεκομισμένα D. ἀπὸ τῶν προσκεκομισμένων Edd. 21. λαβεῖν καὶ ἀργ. hoc ordine C. 22. κατασκευάσας C. κατασκευάσαι Edd. 23. φάναι τε D. Edd. φάναι τε hodie C. [αι τε manu recenti.] 26. κατεσήμαινε C. )

364
ἐκ τῆς αὐτοῦ ῥίζης ἀναφύσει πολλά. λήψεται δὲ καὶ ἀρετὴν, τουτέστιν, εὐπρέπειαν, ἤτοι δόξαν· ἐκδεδώκασι γὰρ οὕτως οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. προσετίθει δὲ τούτοις, ὡς ἄμφω μὲν, Ἰησοῦς τε καὶ Ζοροβάβελ ἐπὶ τὸν αὐτὸν καθεδοῦνται θρόνον, ὡς εἶναι κοινὸν τὸ τῆς βασιλείας καὶ τῷ μετὰ χεῖρας [*](b) ἔχοντι τὴν ἱερουργίαν, τὸ γεμὴν τοῦ ἱερέως καὶ αὐτῷ προσκεῖσθαι τῷ βασιλεύοντι· ἔσται δὲ ἀμφοῖν καὶ βουλὴ μία καὶ εἰρηνικὴ, ὡς κατά τι γοῦν ὅλως μὴ ἑτερογνωμονοῦντας ὁρᾶσθαι. εἶτα τοὺς στεφάνους λαμπρὸν γενέσθαι προστέταχεν ἀνάθημα τῷ Θεῷ εἰσκεκομισμένους εἰς τὸν οἶκον αὐτοῦ, ὥστε καὶ εἰς χάριν, ἤτοι καύχημα, γενέσθαι τῶν προσαγηοχότων, Ἰωτίου τε φημι καὶ τῶν τῆς αἰχμαλωσίας χρησίμων καὶ τῶν ἀρχόντων αὐτῆς· ἀνατεθῆναί τε, οὐ μάτην, ἁλλ’ ὥστε καὶ ᾠδῆς γενέσθαι πρόφασιν τοῖς ᾠδοῖς τοῦ ναοῦ καὶ ἱερψάλταις. [*](c) τότε γὰρ δή φησι καὶ οἱ μακραν ἀπ' αὐτῶν· τουτέστιν οἱ ἐκ τῶν ἑτέρων ἐθνῶν· ἥξουσι καὶ προσκυνήσουσι τῷ κυρίῳ. συμβήσεσθαι δὲ τὰ τοιάδε, φησὶν, εἴπερ ἕλοιντο τῷ τῆς εὐπειθείας κατασεμνύνεσθαι κόσμῳ, καὶ ἀκούειν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ· καὶ τότε λοιπὸν εἰς πέρας ἐκβεβηκότων τῶν προηγγελμένων, ἐπιγνώσεσθαι σαφῶς, ὅτι τὰ παρὰ Θεοῦ σαφῆ καταστήσων ὁ Προφήτης ἀπεστάλη· καὶ οὐχὶ δὴ Hier. μᾶλλον κατά τινας τῶν ψευδοεπεῖν εἰωθότων, τὰ ἀπὸ καρδίας αὐτοῦ λαλήσων, ἀληθὴς δὲ μᾶλλον, καὶ οὐ ψευδάγγελος.

[*](d)

Αὕτη μὲν οὖν ἡ ἑτοιμοτάτη καὶ πρόχειρος τῶν ἐν ἱστορίαις ἀπόδοσις· δηλοῖ δὲ ὅτι τὸ χρῆμα τὸ χριστοῦ μυστήριον, εἰ ἐρευνῷτο λεπτῶς, οὐκ ἂν ἐνδοιάσειέ τις. διεβεβαιούμεθα [*](1. πολλά accessit ex C. 3. προσετίθη C. 4. τε assumptum ex C. 5. κοινὸν τὸ] κοινωνὸν C. 6. τὸ] τὴν C. 7. βουλὴ μία καὶ εἰρηνική C. βούλημα εἰρηνικὸν Edd. 8. ἑτερογνωμονοῦντα C. 9. γενέσθαι C. γίνεσθαι Edd. 10. εἰσκεκομισμένον iid. 12. τῇ αἰχμολωσία̣ C. 13. ἀνατεθῆναί C. ἀνατεθεῖναι iid. τε C. δὲ iid. 15. γὰρ C. γε iid. φημι iid. inv. B.C. 16. οἱ] οἳ Aub. 20. προεπηγγ. Β. προηγγ. habent C.D, 23. αὐτοῦ λαλήσων C. αὐτοῖς λαλήσει Edd. Statim καὶ add. iid. 24. οὖν assumptum ex C. ἡ om. C. 25. δῆλον Edd. inv. B.C. 26. λεπτῶς C. καλῶς Edd. διεβεβαιώμεθα iid. inv. B.C.)

365
μὲν γὰρ ἐν ἀρχαῖς, ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ μέντοι καὶ [*](Supra 632 c.) Ἰησοῦ διαμεμορφῶσθαι Χριστὸν, καὶ ἀνὰ μέρος ἐν ἑκατέρῳ, καὶ ἐν ἀμφοῖν συλλήβδην, ὡς ἕνα. ἐστι γὰρ ἐν ταὐτῷ καὶ βασιλεὺς τοῦ Ἰσραὴλ καὶ μέγας “ἀρχιερεὺς, ὅσιος, ἄκακος, [*](Heb. vn 26.) “ἀμίαντος.’’ ἐπειδὴ δὲ οἱ μὲν ἐκ φυλῆς Ἰούδα τοὺς τῆς βασιλείας διεῖπον θώκους, οἱ δὲ τῆς Λευὶ τέθειντο πρὸς [*](e) ἱερωσύνην, ἐν ἑνὶ δὲ οὐκ ἦν καὶ βασιλείαν ὁρᾶν τε καὶ ἱερωσύνην, ταύτῃτοι σοφῶς διὰ τῶν δυοῖν εἰς ἕνα μορφοῦται Χριστός. οὐκοῦν εἰ λέγοι Θεὸς περὶ τοῦ Ζοροβάβελ, ὡς “Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ [*](Supra iv. 9.) “αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτὸν,’ ἱστορικώτερον μὲν ἐπ’ ἐκείνου νοήσεις, ἀνοίσεις δὲ ἐπὶ Χριστὸν νοητῶς τοῦ μυστηρίου τὴν δύναμιν. αὐτὸς γὰρ ἡμῶν γέγονεν ὁ θεμέλιος, καὶ αὐτῶ πάντες ἐποικοδομούμεθα πνευματικῶς εἰς ναὸν ἅγιον· αὐτὸς ἡμῶν ἡ ἀρχὴ καὶ τὸ πέρας· παρίστησι γὰρ [*](a 706 A.) ἡμᾶς ἡγιασμένους ἐν πνεύματι, λαμπρόν τε καὶ ἱερὸν ἐνδιαίτημα ἑαυτῷ τε καὶ τῷ Πατρὶ, περιῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, καὶ κατηργημένης τῆς φθορᾶς· αὐτός ἐστιν ὁ Ἰησοῦς, ὡς ἔφην, ὁ ἱερεὺς ὁ μέγας. καὶ ἑρμηνεύεται μὲν Ἰησοῦς Σωτηρία λαοῦ· οὕτω γάρ που καὶ ὁ θεσπέσιος Γαβριὴλ πρὸς τὴν ἁγίαν ἔφη παρθένον καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ [*](S. Luc. i. 31. S. Matth. i. 21.) “καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐ- “τὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·” Ἰωσεδὲκ δὲ νοεῖται Δικαιοσύνη Θεοῦ· δεδικαιώμεθα γὰρ ἐν [*](b) αὐτῷ διὰ πίστεως, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τὸν ῥύπον ἀπενιψάμεθα. αὐτὸς ἡμᾶς αἰχμαλώτους ὄντας ἐρρύσατο καὶ [*](1. μὲν assumptum ex C. ἐξ ἀρχῆς Aub. 2. διομορφῶσθαι (sic) C. 7. Haec ἐν ἑνὶ—ἱερωσύνην accesserunt ex C. desunt in D. 8. σοφῶς C. σαφῶς Edd. τῶν om, C 9. χριστός C. Χριστός D. Τύριον Edd. ὡς ora. C. habet D. 10. οἱ om. D. 11. ἐπιτελοῦσιν C. (Alex.) 12. νοήσεις, ἀνοίσεις B.D. νοήσαις ἂν· οἴσεις C. νοήσεις Edd. νοητῶς ἐπὶ Χριστὸν inv, ord. C. invito D. Haec τοῦ μ. μαρτυρίου (sic) D.] τὴν δύναμιν accesserunt ex C.D. 13. ὁ assumptum ex C. 18, 19. αὐτός] + γὰρ Edd. inv. C.D. Assumpta ὁ ex D., ὡς ἔφην ὁ ex C.D. 20. που et ἁγίαν accesserunt ex C. 21. ἔφη παρθένον C. π. φησὶν Edd. 22. τέξῃ C. τέξεις iid. 23. αὐτοῦ alt. retinui ex Edd. cf. supra 551 d. αὐτῶν C. 24. δεδικαιώμεθα D. Edd. δικαιούμεθα C. ω ex οὐ correctum est manu forte contemporanea.)
366
τῆς νοητῆς δουλείας ἐξείλατο, καὶ οἷαπερ ἐξ ἀλλοδαπῆς καὶ γῆς ἀλλοφύλων τῆς δαιμονιώδους ἀπάτης, ἀνεκόμισεν εἰς θεογνωσίαν, καὶ εἰς τὴν τῶν ἁγίων καλλίπολιν, τὴν ἁγίαν ἀληθῶς Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἡ Ἐκκλησία. διὰ τοῦτο στεφανοῦται πρὸς ἡμῶν ὀρθῇ καὶ ἀνεπιλήπτῳ πίστει, καὶ τοῖς εἰς ἀρετὴν αὐχήμασιν, ὕμνοις τε τοῖς χαριστηρίοις. καὶ [*](c) οἱ μὲν τὸ τηνικάδε στέφανοι χρυσοῖ τε ἦσαν καὶ ἀργυροῖ, καὶ ἐξ ὕλης κατεσκευάζοντο τῆς φθαρτῆς· οἱ ’δε γε πρὸς ἡμῶν πεπλεγμένοι τε καὶ ἀνημμένοι, γήινον μὲν ἔχουσιν οὐδὲν, συντέθεινται δὲ μᾶλλον ἐκ τῆς τῷ Θεῷ πρεπούσης δόξης. ἀνατίθεμεν γὰρ ὡς χρυσὸν μὲν αὐτῷ τῶν περὶ αὐτοῦ δογμάτων τὴν ἀπλανῆ θεωρίαν· ὡς ἄργυρον δὲ τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα νοητήν. ἔστι δὲ καὶ ἑτέρως στέφανός τε καὶ δόξα Χριστοῦ τῶν παρ’ αὐτοῦ σεσωσμένων ἡ σω- [*](d) τηρία. σεσ́ωσται δὲ οὐκ ἔθνος ἓν, καθάπερ ἀμέλει καὶ πάλαι διὰ Μωυσέως ὁ Ἰσραὴλ, ἀλλ’ ὅλη λοιπὸν ἡ ὑπ’ οὐρανόν· ἔπρεπε γὰρ καὶ τοῦτο τῷ χριστῷ. ἄθρει δὲ ὅπως παρὰ τῶν ἀρχόντων τῆς αἰχμαλωσίαις καὶ παρὰ τῶν χρησίμων αυτης καὶ τῶν ἐπεγνωκότων αυτην τὰ εἰς τὴν τῶν στεφανων κατασκευὴν προσκομίζονται. οἱ γὰρ λαῶν ἡγούμενοι καὶ εἰς ἀρχὰς τεθειμένοι τὰς τοιάσδε παρὰ Θεοῦ, καὶ οἱ τὸν τῆς ἀρχαίας ἡμῶν αιχμαλωσιας εἰδότες τρόπον, χρήσιμοί τε τοῖς λελυτρωμένοις, ὡς καθηγηταὶ καὶ διδάσκαλοι [*](e) καὶ νουθετεῖν οἷοι τε καὶ ἀποκομίζειν εὖ μάλα πρὸς ἐννομωτάτην ζωὴν, αὐτοὶ τὰ ὑπὲρ πάντων προσάγουσι δῶρα, τὰ τῶν ἀδυνάτων ἀσθενήματα πληροῦντες δι’ ἑαυτῶν.

[*](1. ἐξείλατο C. ἐξείλετο Edd. 2. γῆς C. τῆς Β. Edd. ἀνεκόμισεν B.C. ἀνοκεκόμισεν (sic) Pont. ἀνακεκόμικεν correxit Aub. 4. εἴ τις C. ἡ om. C. 5. ἀνεπιλήπτῳ C. ἀνεπιπλήκτῳ Edd. 7. τῷ C. 9. ἀνημένοι (sic) Edd. ante Migne. ’ 11. ἀντἰθεμεν iid. ante Migne. correxi ex C. ὡς χρυσὸν μὲν αὐτῷ hoc ordine C. αὐτῷ ante ὡς tr. Edd. 13. ἕτερος C, 14. τε om. C. 15. δὲ C. γὰρ Edd. 16.> ἡ deest in Edd. 17. τῷ om. C. habet D. 18. Haec ἀρχόντων—καὶ παρὰ τῶν accesserunt ex C. desunt in D. 24. Hoc οἶοι τε accessit ex C. 25. πάντων C. ἀπ’. Edd.)
367