In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλά καἰ λόγους παρακλητικούς. καὶ εἷπε πρὁς μὲ ὁ ἄγγελος ὁ λαλῶ ἑ ἐμοί Ἀνάκραγε λέΓω Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουραλὴμ καὶ τὴν Σιὼν [*](d) ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπἰ τὰ ἔθνη τὰ [*](1, 2. οἷον et ποτε assumpta ex b. desunt in D. 4. δόξον b. δοκοῦν D. Edd. 5. προστιθεμένων b. 7. ἐλεήσῃ Edd. invitis omnibus. 10. ἀμφίλογος D. 16. τῶν om. D. 19. δίκαιον assumptum ex D. 20. μόνον D. Edd. μόνων Β. 24. ἐν om. D. 28. ἐγὼ deest in Edd.)
Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν [*](Ps. cii. 8.) “Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,” καὶ αὐτὴ δὲ πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἃν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ [*](e) ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς· παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ [*](662A. a) τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ [*](b) πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν.
Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρδὲ [*](6. δὲ D. γὰρ Εdd. 8. ἀνατλάντων B.D. ἀπαλλάττων Edd. 11. φησὶ D. φημι Edd. 13. τὸν τῆς αἰχμαλωσίας τὸν (sic) pro τῆς οἰχμ. αὐτῶν τὸν D. 22. καὶ secundum assumptum ex D. 25. πέρα] παρά b. Statim τοῦ add. D. 29. γὰρ om. D.)
Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.
[*](d)Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι.
Δέδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώλισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν [*](e) πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν [*](a 663 A.) [*](3. θηριοπρεπ ει ῶ ς B. habet θηριοπρεπῶς D. 4. ὀργίζετο D. 6. Haec ὅλοις—κάλων accesserunt ex D. 7. ἐπιφέρονται D. 9. τοὺς assumptum ex D. ἀποτιοῦσι D. ἀποτίσουσι Edd. 10. ἐξαιτοῦνται D. προεστηκότος D. 12. αὐτῷ D. 13. ἐκτεθήσεται Β. (Alex.) ἐκταθ. D. Εdd. (Vat. ℵ) 14. ἔτι ad Δέδειχεν conjungit D. 18. μετατεθέντες (sic) D. 21. οἱ assumptum ex B.D. 23. ἐμπέπρηστον Aub. νεώς D.)
Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ’ ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ’ ὀλίγα [*](b) παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς [*](Eph. ii. 21, 22. c) τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ.
Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμώ Ἀνάκραγε λέγων Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ.
[*](d)Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἱουδαίας πόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα [*](1. τετέλεστο B.D. τετέλεσται b. Edd. νεών D.b. 8. ἀνίστησι] + Θεὸς D. 17. καὶ alt. assumptum ex D. 20. ἀνάκραγε] ἔτι ἀνάκρ. Edd. ἔτι deest in Β.D. (ℵ Alex. XII.) 25. δὲ δὴ Edd. τῆς D. τῶν Edd.)
Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, [*](a 664 A.) μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισΧνούμενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας.
[*](b)Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ. κω ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα [*](c) [*](1. ἄνδρασι D. 4. κατηχθεσμένους Edd. 5. γὰρ om. 6. Schol. brevissimum τουτέστιν ἐν ταῖς ἀρχαίαις ἐκείναις εὐημερίαις ἔσονται habet ἐκείναις non addit D. 15. κακοῖς—κατεγνωσμένη om. D. 16. μονονουχὶ καὶ ἐπιμετρεῖ D. μεμετρημένον ὥσπερ Edd. μεμ. ὥσπερ δηλοῖ Aub. 17. ἔχον D. ἔχοντα Edd. 18. τοὺς οm. D. 20. τοῦτο D. 22-24. Ἰούδαν ad Ἰούδαν transilit D. 22. Ἰσραὴλ] + καὶ Ἱερουσαλὴμ Edd. (ℵ Vat.) invito Β. (Alex. XII.) μοι Κύριος hoc ordine Β. 23. Haec μὲ accesserunt ex Β. (Alex. XII.) 25. εἰσῆλθον B.D.F. (Alex. XII.) cf. infra. εἰσήλθοσιν Edd. εἰσήλθοσαν Migne. [ἐξήλθοσαν Vat. ℵ])
Ἐφ᾿ ἑτέραν ὅρασιν ὁ προφήτης ἔρχεται, καὶ οὐκ μακρὰν, ἵνα μὴ λόγῳ μόνω παιδεύοιτο τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτῶν τῶν συμβησομένων ἐν θεωρίαις γενόμενος, λεπτῶς τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ [*](d) κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι [*](Ps.lxxiv. 5. 6.) τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ [*](Ib. cxi. 9.) “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.
Ὁρᾷ τοιγαροῦν ὁ Προφήτης τέσσαρα κερατα, τουτέστιν, ἔθνη τέσσαρα, σκληρά τε καὶ ἀλκιμώτατα, πόλεις τε ὁμοῦ [*](e) καὶ χώρας ἐκκεραίζειν εὐκόλως δυνάμενα. καὶ οἱ μὲν εἶναι ταῦτά φασι, τήν τε Ἀσσυρίων βασιλείαν, καὶ μέντοι πρὸς τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν [*](665Α. a) κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν [*](1. ἐπαιρόμενα Β. ἐπαίροντα D. ἐπαιρούμενα Edd. ante Migne. Statim κέρας om. B. (51, 240.) habet D. τοῦ deest in D. habet F. (49.) 8. τὰ assumptum ex D. 12. Haec μὴ ἐπαίρετε — ἀδικίαν accesserunt ex D. 14. τὸ κέρας Hic inc. initio hodie mutilus C. 16 ἐξουσίαν (sic) D. 21. τῶν om. C. habent D.b. τὴν alt. Edd. τῶν b. Neutrum habet C. 22. ᾧ C. ὁ Edd. Statim ἐπίκλην om. D. 23. ἐπαρ. D.b. Edd. ἀπαριθμοῦσι C. 24. τοῦ om. C. habet b. κατὰ κράτος τὰ Ἱεροσόλυμα hoc ordine C.D.b. κατα- κρατως C. 26. ἔφη C.)
Τί οὖν ἐροῦμεν καὶ διὰ τούτου πάλιν ὑποσημαίνεσθαι; ἆρα γὰρ παρωξύνοντο κατὰ τοῦ Ἰσραὴλ οἱ ἤδη πεπορθηκότες, καὶ ἀγριωτέρους ἀπετέλει Θεὸς τοὺς ἐξ ὀργῆς αὐτοῖς [*](c) ἐπενηνεγμένους; καίτοι φαίνεται διακεκραγώς τε καὶ λέγων “Ἐζήλωκα τὴν ‘Iερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, [*](Supra 14,15.) “καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. [*](d) κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται.
[*](3. γεγόνασιν] γεγένηνται D. 4. Φουλὰ C.D. Φούλος 7. ἐπ’ ἐκείνοις C.D. μετ’ ἐκείνους Edd. 16 παρωξύνονται (sic) D. 18. τε assumptum ex C.D. 20. ἐγὼ assumptum ex C. συντιθέμενα D. 21. μὲν ὠργίσθην ἐγὼ hoc ordine C. ἐγὼ ante μὲν transp. Edd. 22. συνε- πέθοντο C. σύμμετρα D. 24. πέρα B.C. παρὰ Edd. Statim λόγον Migne.)Οὐκοῦν, εἰ μὴ ὀξύνθη τὰ κέρατα, καὶ πεπόρθητο τὰ Babulvnqivn, οὐκ ἂν ἀπήλλακτο δουλείας ὁ ’Ισραὴλ, οὐκ ἃν ἀνείθη δεσμῶν καὶ τῆς ἀφορήτου ταλαιπωρίας. οἱ τοίνυν τέσσαρες τέκτονες, οἱ τοι κέρατα παραθήγοντες ἐν χερσὶν αὐτῶν, τουτ- [*](e) ἐστι τῶν ἐχόντων αὐτὰ, ἤτοι τῶν κρατούντων· ἵνα τοὺς Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. μένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μήδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν [*](Es. xiii. 3.) ὅλων δεσπότης Θεός ‘‘Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα “καὶ ὑβρίζοντες.”
[*](666 A. a)[*](Κεφ. β΄.)κὼ ἦα τοὺς ὀφθαλμούς μου κὼ ἴδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. καὶ ἰδοὺ ὁ ἄγγελος ἑ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ [*](b) ρος ἐξεπορεύετο εἰς ἁπάντησιν αὐτοῦ, καὶ εἶπε λέγων Δράμε καὶ λάλησον πρὸς τόν νεανίαν ἐκεῖνον Κατάκαρπος κατοικηθήσεται ‘Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν μέσῳ αὐτῆς.
Ὅτι μὴ κατὰ τοῦ Ἰσραὴλ ὠξύνθη τὰ κέρατα, κατ’ ἐκείνων [*](1. ὀξύνθη C.b. ὠξύνθη Edd. ἐπεπόρθητο iid. invitis B.C.D.b. 2. οὐδ’ pro οὐκ C. 6. βεβασιλευκότος C.D.b. βασιλέας Edd. Praemittit κατὰ καιροὺς b. νοῶμεν post βεβ. transp. D. ἂν assumptum ex C.b. τὸ Θεῷ Sic edidimus. τῷ Θεῷ δ. C.b. τὸ δ. Θεῷ Edd. 7. δὲ assumptum ex C.D. 10. Θεός assumptum ex C. 13. ἴδον C. εἶδον Edd. (26. al.) καὶ ult. om. C. (manu prima.) 17. ἱστήκει C. (Alex. ℵ) εἱστ. Edd. 18. ἀπάντησιν αὐτοῦ B.C.D. (Alex. XII.) ἀπάντησιν αὐτῷ F. (26, 42.) cf. in S. Joannem 73 b. συνάντησιν αὐτῷ Edd. (Vat. ℵ) 19. Δράμε Δράμε—λέλων desunt in Edd. invitis omnibus. νεανίσκον Β. (ℵ 22. al.) 20. κατάκαρπος habent B.F. suprasc.) [κατακάρπως A.V. ℵ cf. infra.] 21. τῶν assumptum ex C.D. (Alex. XII mg.) αὐτὴ] αὐτοῖς D. Statim φησὶ C.D. (Alex. XII.) λέγει Edd. (Vat. 22. κύκλωθεν C.D. 24. ὀξύνθη C.)
Καὶ ταυτὶ μὲν ἱστορικῶς· φαίην δ’ ἃν ὅτι καὶ ἐπ’ αὐτῆς [*](1. τε alt. assumptum ex C. 4. πάντως] + τοὺς Edd. invitis C.D. 4—6. Assumpta ἄποπτα — σαρκὸς [τῆς σαρκὸς D.] ὀφθαλμοῖς ex C.D., ἔσω B.C.D., δῆλον δὲ ὅτι—νῷ ex C.D. 8. ἔχοντος D. ἔχοντα C. κατέχοντος Β. κατέχοντα Edd. βαδίζοι C. βαδίζει Edd. 9. αὐτοῦ D. 10—14. Haec τοῦ ἰδεῖν — Ἱερουσαλὴμ accesserunt ex C.D. Verba ultima ἐπειδὴ ἠρημωμένης αὐτῆς (pro τῆς Ἱερουσαλὴμ) dat quoque b. Lacuna versus dimidii B., quem secuti sunt Edd. 12. ἀπαλλέλειν C. ἀπαλλεῖλαι D. κατάκαρπος D. πρησθέντος pro more, ο et ω inter se saepe permutans C. 14. προσεμπρησθέντος C.b. ἐμπρησθ. D. Edd. 15. νεὼ C. ναοῦ b. Edd. 17. αὖθις b. invitis C.D. 18. δὲ C. οὖν Edd. Neutrum habent B.D.b. παροξυνομένων C. 19. πρὸς ἄλληλα C.D.b. πρὸς ἀλλήλους Edd. 20. ὁ assumptum ex C.D.b. 22. κοὶ οἷον — διεζωσμένην om. D. 24. εὐημηκεστάτην Αub. 25. ταῦτα C.)
Ώ ὦ φεύγετε ἐκ γῆς βοῤῥᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάεω ὑμᾶc, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνες.
Ἐπιστυγνάζει μὲν ὥσπερ τοῖς παθοῦσι τὴν αἰχμαλωσίαν, ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι [*](d) κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα.