In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἁρμόσειεν ἂν, καὶ μάλα εἰκότως, ταυτὶ μετανοούσῃ τε τῇ Σιὼν, καὶ τῶν τῆς αἰχμαλωσίας πόνων ὡς ἔσται κατὰ καιροὺς προαναθρούσῃ τὸ πέρας. εἷλε μὲν γὰρ τὴν Βαβυλωνίων [*](1 Esdr. 1. e) ὁ Κῦρος, ἀνῆκε δὲ μόλις ἐν λειψάνοις ὄντα τὸν Ἰσραήλ, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, οἴκοι τε ἰέναι προστέταχε καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναδείμασθαι νεών. τότε γὰρ οἷά περ ἐκ σκότους καὶ δεσμῶν ἀῤῥήκτων διαδιδράσκοντες, ἐν φωτὶ γεγόνασι, Θεοῦ κατοικτείροντος, καὶ εἰς τὴν ἄνωθεν [*](1. ἐπιφερόμενοι pro ἐπιφυόμ. Edd. invitis A.B. 3. ἦλθον pro παρεγενόμην Α. 5. ἑνὶ accessit ex A. (suprascriptum A.) 6. διαμερισθήσονται Α. διαμερισθήσεται iid. ἐπὶ A. ἐφ᾿ iid. 7. πατρὶ] + καὶ iid. invito A. ἐπὶ τὴν θυγατέρα Α.Β. ἐπὶ θυγατέρι Edd. 8. ἑαυτῆς iid. 10. φιλοστοργίαν iid. ante Migne. Statim προσοικεῖ pro προσοικειοῖ Edd. om. A. 13. ὅτι οm. A. ἐγκατέλειπόν Α. (Αlex.) ἐγκατέλιπόν Edd. 15. ἐπὶ alt. deest in B. (153.) τῷ Σωτῆρί om. A. 16. μου alt. deest in B. (22, 130, 153.) 17. Ἁρμόσειεν ἂν Β. ἂν deest in A. Ἁρμόσειε δ᾿ ἄν τις Edd. ταυτὶ accessit ex B. 19. προαναθρούσῃ Β. προαναθούσῃ Α. προαναθεωρούσῃ Edd. 20. δὲ om. A. 21. ἰέναι] Sic correxi ex B. εἶναι Edd. 22. ἀναδέμασθαι (sic) Edd.)
Πάλαι μὲν γὰρ κατέβαινον πρὸς Αἰγυπτίους, ἀπῴχοντό τε καὶ εἰς Ἀσσυρίους, τὰς παρ᾿ ἀμφοῖν συμπνοίας τε καὶ ἐπικουρίας οὐκκ εὐαριθμήτων χρημάτων ὠνούμενοι. προσῄεσαν δὲ καὶ εἰδώλοις ἀψύχοις, πληροῦντες θυσίας, καὶ προσεπιτούτῳ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσάγοντες λιτάς. νυνὶ δὲ φασιν ὡς ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον, ὑπομενοῦσι δὲ αὐτὸν, τουτέστιν, ἐκδέξονται τὴν παρ᾿ αὐτοῦ σωτηρίαν [*](c) καὶ χάριν, καὶ μὴν ὅτι καὶ εἰσακουσθήσονται παρ᾿ αὐτοῦ, αὐτῷ δηλονότι καὶ οὐχ ἑτέροις ἔτι προσάγοντες τὰς ἱκετηρίας. τοῦτο δὲ ἧν ἀνανηφούσης, ὡς ἔφην, τῆς Σιὼν, καὶ [*](1. ἀνενήχοντο] Hoc retinui ex Edd. favente A. ἀνενήνο χοντο Α. [νο manu sec. addito] ἀνήρχοντο Β. 2. ἐπὶ τὸν Κύριον] ἐπὶ τῷ θεῷ Α. 5. τε prius A.B. δὲ Edd. 7. αὐτῆς assumptum ex A. 9. ἀνθέλκεσθαι (sic) A. 10. χορηγὸν Α.Β. ἀρχηγὸν Edd. Statim καὶ πρύτανιν αὐτὸν inverso ordine A. Post h. v. οἴεσθαι ὑπάρχειν hoc ordine A.B. 11. τὸ om. A. 12. ἀνούστατά τε καὶ ἀμαθέστατα Α.Β. τὸ ἀνούστατον καὶ ἀμαθέστατον Edd. 13. δῶρον] + τε Α. ἀδρανεστάτης assumptum ex A. 15. κατέβαινον] + μὲν Edd. invito B. 16. δὲ pro τε iid. repugnantibus A.B. ἀμφοῖν Α. αὐτῶν Β. αὐτοῖς Edd. Statim ἐπικουρίας καὶ συμπν. inverso ordine (omittens τε) Β. 17. προσῄεσαν Α.Β. προσῆσαν Edd. 18. θυσίαις Α. 19. προσεπιτούτῳ Β. προσέτι τούτῳ Α. πρός γε τούτῳ Edd. 20. ἐπιβλέψονται μὲν ἐπὶ τὸν Κύριον Α.Β. ἐπὶ τὸν Κ. ἐπιβλέψονται iid. Statim καὶ add. iid. 22. μὴν] + καὶ iid. invitis A.B. 23. ἔτι accessit ex A. τὰς deest in Edd. 24. τοῦτο δὲ etc. usque ad fin. scholii desunt in B.)
Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· [*](d 9) διότι ἐὰν καθίσω ἐν τῷ σκότει, ὁ Κύριος φωτιεῖ μοι. ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρῖμά μου καὶ ἐξάξει με εἰς τὸ φῶς, καὶ ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ.
Χαριέστατά μοι δοκεῖ διαπεπλάσθαι νυνὶ τῆς Σιὼν ὁ λόγος πρὸς τὴν ἀπηνῆ καὶ ὑβρίστριαν καὶ ἀλαζόνα πόλιν, δῆλον δὲ ὅτι τὴν Βαβυλωνίων, τὴν οἱονείπως ἐπιτωθάζουσαν ὡς πεπορθημένῃ τῇ Ἰουδαίων χώρᾳ. μὴ γὰρ ἐπαγάλλου, [*](e) φησὶν, ὡς κειμένῃ. νενίκηκας γὰρ, οὐκ αὐτὴ μᾶλλον ὑπερισχύσασα, καταβαλοῦσα δὲ ἀῤῥωστοῦσαν ἐμὲ τὸ προσκροῦσαι Θεῷ, καὶ διὰ τοῦτο κειμένην. ἀλλ᾿ ἥξει καιρὸς, ὅτε [*](Hier. ii. 27.) καὶ ἀναστήσομαι, κἂν εἰ γέγονα, φησὶν, ἐν σκότει “Τῷ ξύλῳ “λέγουσα Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με” καὶ τὸν ἐπὶ ταῖς δαμάλεσιν ἀνιεῖσα λόγον· ἔφην γὰρ ἔφην ἐξ [*](Exod. xxxii. 4.) ἀποπληξίας “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες ἀνήγαγόν “σε ἐκ γῆς Αἰγύπτου·” ἀλλ᾿ οὖν ἔσομαι καὶ εἰς φῶς, ἐπι- [*](462A. a) γνώσομαι τὸν Δεσπότην, τὸν σώζοντα, τὴν ἐπίκουρον, τῆς εὐσθενείας τὸν χορηγόν· ἀνέξομαι δὲ τῶν συμβεβηκότων, καὶ ὑποστήσομαι τὰ δεινὰ, κατακεκράξομαι δὲ οὐδαμῶς ὡς ἀδικοῦντος Θεοῦ, διακείσομαι δὲ μᾶλλον, ὡς ὀρθὴν ἐπ᾿ ἐμοὶ τὴν ψῆφον ἐνέγκαντος, κἂν εἰ πέπομφεν εἰς αἰχμαλωσίαν. πεπλημμέληκα γὰρ, καὶ φέρω τὰ ἐξ ὀργῆς, ἕως ἂν δικαιώσῃ τὴν δίκην μου, τουτέστιν, ἕως ἂν τὴν ἰσοπαλῆ τοῖς πλημμελή- [*](1. δέον A. δοκεῖν Edd. 2. μὲν pro δὲ A. 3. ἑλέσθα] + δὲ Edd. invito A. 5. μοι] μου A. (147.) 7. με deest in Edd. 9. διαπεπλανῆσθαι (sic) A. Statim νυνὶ A. νῦν Edd. τῆς Σιὼν ὁ λ. διαπεπλάσθαι νῦν nverso ordine B. 11. τῶν pro τὴν A. τὴν alt. om. A. 13. ὑπερισχύσασα A. ὑπερισχύουσα Edd. 14. τῷ pro τὸ iid. correxi ex B. 16. σκότει] σκότῳ A. 17. ἐγένησάς Edd. ante Migne. 18. τὸν om. Edd. 24. μᾶλλον δὲ διακείσομαι inverso ordine B. 25. ἠνέγκατο A.)
Οὐκοῦν ἀγαθὸς ὁ τῶν πάντων Δεσπότης, καὶ τοῖς ἐπιστρέφουσιν εἰς αὐτὸν διανέμει μὲν ἀμελλητὶ τὸν ἔλεον, κατευφραίνει δὲ καὶ σφόδρα πλουσίως τοῖς ἐξ ἡμερότητος [*](c) ἀγαθοῖς, ἀνιεὶς ἀμνησικάκως τὰ πάλαι διεπταισμένα.
Καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλεῖται αἰσχύνην, λέγουσα πρὸς μέ Ποῦ Κύριος ὁ Θεός σου; οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν τοῖς ὁδοῖς· ἡμέρας ἀλοιφῆς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.
Ἥλω μὲν ἥλω τῶν Ἰουδαίων ἡ χώρα, καὶ δορίληπτος εἰς [*](d) Βαβυλῶνα καὶ Μήδους ἀπεκομίσθη κατὰ καιροὺς ὁ Ἰσραὴλ, οὐκ ἰδίαις δυνάμεσι κατευμεγεθοῦντος αὐτῶν τοῦ κεκρατηκότος, ἀποστρεφομένου δὲ μᾶλλον αὐτὸν ὡς ἡμαρτηκότα τοῦ διασώζοντος Θεοῦ, καὶ οἷον ὑπὸ χεῖρα φέροντος τῶν ἐχθρῶν, διὰ τὸ καὶ εἰδώλοις ἀψύχοις ἑλέσθαι προσκυνεῖν, ἀποσείεσθαι δὲ καὶ τὸν πάλαι διὰ Μωυσέως ὁρισθέντα νόμον, καὶ ἁπαξαπλῶς ἀπονεῦσαι πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, οὐδένα τε φαυλότητος τρόπον ἀνεπιτήδευτον ἐᾶν. εἶτα λα- [*](e) [*](2. ἐσκοτισμένην] κατεσκοτισμένην Edd. invitis A.B. λαμπρὰν ἀποφήνῃ inverso ordine A. 5. τε A.B. δὲ Edd. δεικνὺς B. ἑαυτοῦ A. αὐτοῦ Edd. 7. λόγῳ] λόγος iid. 10. τῶν deest in A. Staim ὅλων pro πάντων B. 12. ἐξημερότητος pro ἐξ ἡμ. Edd. 14. λέγουσα F. Edd. (153) sed cf. ἡ λέγ. infra 464 fin. 15. οἱ ὀφθαλμοί μου] + νῦν Β. (153). Statim ὄψονται A. (Co.) 17. ἡμέρας A. (Alex.) cf. in Es. 232 a. ἡμέρα Edd. (Vat.) 18. ἥλω om. A. δορύληπτος Edd. 21. ὡς ἡμαρτ. αὐτὸν inverso ordine B. 23. τὸ καὶ hoc ordine A.B. 26. οὐδένα τε—ἐᾶν desunt in B.)
Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ χρῆναι νοεῖν τὰ τοιάδε πάλιν ἱστορικῶς, ἀποχρώντως ἡμῖν εὖ μάλα καὶ εὖ ἔχων ἐκπεποίηται λόγος. ἐφαρμόσειε δ᾿ ἂν οὐδὲν ἧττόν τις αὐτὰ καὶ τῇ νοητῇ Σιὼν, τουτ;στι τῇ Ἐκκλησίᾳ κατευμεγεθούσῃ τῶν ἐχθρῶν καὶ πατούσῃ τοὺς διώκοντας καὶ τῶν πολεμεῖν εἰωθότων αὐτὴν κατακερτομούσῃ τὸ ἀδρανὲς, κἂν εἰ δοκεῖεν [*](e) ἔσθ᾿ ὅτε περιγίνεσθαι καὶ κρατεῖν. πολλοὶ μὲν γὰρ λίαν οἱ καὶ ὀδόντας αὐτῇ δυσσεβῶς ἐπιτρίζοντες καὶ ὀργὰς ἐπιθήγοντες καὶ πᾶν εἶδος συνιστάντες ἐπιβουλῆς· τοῦτο μὲν Ἑλλήνων παῖδες τοῖς σφῶν αὐτῶν ἀσυνέτοις εὑρήμασιν οὐ μετρίως ἐπαγωνιζόμενοι, καὶ τῆς τῶν εἰδώλων ἀπάτης ὑπεραθλοῦντες γενικῶς· τοῦτο δὲ καὶ οἱ κατὰ τῶν ἁγίων μάλιστα φονῶντες αἱρετικοὶ, καὶ ἀπηνέστερόν που τάχα κατὰ τῶν [*](a 464A.) ὀρθὰ φρονεῖν ᾑρημένων ἀγριαίνοντες, ἢ ἐκεῖνοι μᾶλλον οἱ καὶ τὴν πίστιν οὐ προσηκάμενοι. διαγυμνάζοντος γὰρ ἔσθ᾿ ὅτε τοὺς ἁγίους τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ πειρασμοῖς περιπίπτειν ἐῶντος, καὶ οἷάπερ ἐν πυρὶ δοκιμάζοντος τοὺς γνησίους προσκυνητὰς, ὀφρὺν οἱ δείλαιοι κατ᾿ αὐτῶν ἐπαίρουσι τὴν ἀγέρωχον, μονονουχὶ δὲ πονοῦντας ὁρῶντες, τό [*](2. τε assumptum ex b. 5. γένοιο A.b. Statim φησὶν om. A. invito b. 6. τε deest in b. πηλοῖς A.B. πολοῖς (sic) b. πηλῷ Edd. 8. ἧκεν] ἥκει iid. 9. ἀποχρώντως correxi ex A. ἀποχρῶν iid. 10. πεποίηται pro ἐκπεπ. B. οὐδὲν deest in A. 13. αὐτὴν A. αὐτῇ Edd. δοκοῦσιν pro δοκεῖεν A. 14. κατακρατεῖν pro καὶ κρατ. A. 16. συνιστάντες A. συνιστῶντες Edd. 19. γενικῶς A.B. γενναίως iid. 20. φωνῶντες iid. ἀπηνέστερόν A. ἀγριώτεροί B. ἀγριώτερόν Edd. 21. εἰρημένων (sic) A. Statim ἀγριαίνοντες assumptum ex A. 22—24. γὰρ—δοκιμάζοντος desunt in A. 24. ἐῶντος B. πειρῶντος Edd. 25. γνησίους correxi ex A. γνησίως iid. ἐπαίρουσι A. αἴρουσι Edd. 26. μόνον δὲ οὐχὶ inverso ordine A. τό om. A.)
Φαίη δ᾿ ἂν οἶμαί που τό “Μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου “ὅτι πέπτωκα,” καὶ ὅσα τούτοις συνήρμοσται, καὶ ἀνθρώπου ψυχὴ, πλημμελήσασα μὲν καὶ κατεγνωσμένη, μεταχωροῦσα δέ πως ἐπὶ τὸ χρῆναι μετανοεῖν καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐκδεχομένη τὴν χάριν. ἐρεῖ γὰρ ὡς πρὸς ἐχθρὰν τὴν τυραννήσασαν ἁμαρτίαν Μὴ ἐπίχαιρέ μοι· πέπτωκα μὲν γὰρ ὁμολογουμένως, τὸ τῷ Θεῷ δοκοῦν παραλύσασα, καὶ τὸν ἐμαυτῆς καθεῖσα νοῦν εἰς φιληδονίας κοσμικάς. ἀλλ᾿ οὐ [*](d) μακρὰν ἐλπίδος εἰμὶ ὅτι καὶ ἀναστήσομαι, κἂν εἰ γέγονά πως ἐν ἀχλύϊ καὶ σκότῳ· φῶς γὰρ καὶ αὐτὴ εὑρήσω Χριστὸν, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος εἰς νοῦν ἀνατείλας λελευκα- [*](Supra. ver. 9.) σμένην ἀποφανεῖ. “Ὀργὴν Κυρίου ὑποίσω, ὅτι καὶ ἥμαρτον “αὐτῷ.” εἰ γὰρ καὶ γέγονα, φησὶν, ἐκ προσώπου βραχὺ, δέδομαι δὲ καὶ εἰς νοῦν ἀδόκιμον, ἀλλ᾿ οὖν ἔσομαι σοφὴ, καὶ παθοῦσα δικαίως τὴν ἀποβολὴν εἴσομαι τὸ κρῖμα, καὶ δὴ καὶ ὀρθῶς γενέσθαι φημί· κεκόλασμαι γὰρ οὐ μάτην. ἐπειδὴ δὲ τὴν πρεπωδεστάτην ἐκτέτικα δίκην, “ὄψομαι τὴν δικαιο- [*](1. πλὴν σαφῶς (sic) pro φληνάφως A. 2. τε prius deest in A. τε alt. om. B. 3. φήσει pro φήσειεν Edd. 4. μου] + καὶ iid. invito A. 5. καταπατήσειε δὲ ἔτι pro καταπατήσει δὲ ὅτι iid. 7. κατασείοιτό A. καταμειοῖτό iid. 8. ἀμφιβάλλειν iid. invitis A.B. 14. πως deest in B. 15. γὰρ om. B. 16. μὲν om. B. 17. τῷ om. A. 18. καθεῖσα A. καθιεῖσα Edd. 19. εἰμὶ assumptum ex B. 20. γὰρ assumptum ex B. αὐτὸν pro αὐτὴ A. 21. εἶεν οὖν (sic) pro εἰς νοῦν A. 22. ἀποφαίνει pro ἀποφανεῖ A. καὶ assumptum ex B. 25. εἴσομαι A.B. οἴσομαι Edd. 26. καὶ om. B.)
Καὶ ἀπώσεται νόμιμα ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν [*](12) εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων, καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως ποταμοῦ, καὶ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ὄρους ἕως τοῦ ὄρους. [*](c) [*](3. ἀποκαλεῖ Α. ἀπεκάλει Edd. 7. σοφῶς] ὀρθῶς Α. καὶ alt. assumptum ex A. 9. ἐπόψομαι pro οἱ ὀφθ. μου ἐπόψονται Α. εἰς deest in B. 10. ἡμέρα habet A. ἡμέρας e. 12. τῇ deest in B. ἠδικημένους pro ἡμαρτηκ. Β. Statim ἐκπεφρ. Β. 13. ἀνομία] Sic correxi ex A. ἀνόμου Edd. 17. αὐτῇ καὶ Α. καὶ αὐτῆς Edd. καὶ ἐξάλ. αὐτοῦ pro αὐτῇ καὶ ἐξάλ. Β. 18. ἀποφαίνει Α.Β. ἀποφανεῖ Edd. 19. κατασφραγίσει iid. 20. εἰς pro πρὸς Α. 21. καταγράψει iid. Statim Θεῷ Aub. 23. ὁμαλισμὸν] συγκλείσμὸν Β. (ΧΙΙ mg. 22. al.) 24. ἕως] + τοῦ Edd. invitis A.B. (19, 97, 228, 310.))
Διὰ μέσου τέθειται τὸ τῆς Σιὼν πρόσωπον, ἤτοι τῆς Ἱερουσαλὴμ τετραμμένης ἤδη πως πρὸς μετάγνωσιν, καὶ τὴν ἐλπίδα θεμένης επὶ Θεῷ, διατεθειμένης τε ὅτι καὶ λυτρωθή- [*](Supra ver. 10.) σεται, καὶ πατουμένην ἐπόψεται τὴν Βαβυλωνίων, καίτοι λέ- [*](d) γουσαν ἐξ ὑπεροψίας αὐτῇ “Ποῦ Κύριος ὁ Θεός σου;” τὴν δέ γε τῶν προκειμένων διάνοιαν ἐφαρμόσαι τις ἂν οὐχὶ τοῖς διὰ μέσου μᾶλλον, ἀλλὰ τοῖς ἀνόπιν βραχύ· ποῖα δὲ ἦν ἄρα ταυτὶ, δι᾿ ὀλίγων ὑπομνήσομεν. μὴ γὰρ δὴ χρῆναι πιστεύειν [*](Supra ver. 5.) αὐτοὺς ἐν φίλοις, μήτε μὴν ἐλπίζειν ἡγουμένοις προστέταχεν. ἐδήλου δὲ, ὅτι καὶ γύναιον μὲν ὀλιγωρήσει πρὸς [*](Ib.6.) ἄνδρα, καὶ πατρὸς ἀλογήσει τέκνον, καὶ τῆς εἰς μητέρας [*](e) αἰδοῦς ἀφειδήσουσι θυγτέρες, καλούντων εἰς τοῦτο τῶν ἐκ τοῦ πολέμου δειμάτων. ἔνθα γὰρ ἂν ὁ τοῦ παθεῖν φόβος κατὰ πάντων ἐν ἴσῳ φαίνοιτο τρέχων, ἐκεῖ δή που πάντως ἑκάστῳ φροντὶς ἡ προυργιαιτέρα τῆς οἰκείας ἔσται ζωῆς, τῆς ἑτέρου πάντως κατημελημένης.
Κατ᾿ ἐκεῖνο δὴ οὖν φησὶ τοῦ καιροῦ, ἤγουν κατ᾿ ἐκέίνην τὴν ἡμέραν, καθ᾿ ἣν ἂν ῥᾴθυμοι γένοιντο τῆς περὶ πατέρας φιλοστοργίας υἱοὶ, θυγατέρες δὲ αὖ τῆς περὶ μητέρας, ἀπωσθήσεται τὰ νόμιμα, τουτέστιν, ἀτονήσει λοιπὸν καὶ ὁ τοῦ πρέποντος λόγος· οὐ γὰρ ἐν σχολῇ μὲν αἰτιάσεται πατὴρ τὸν [*](466 Α. a) υἱὸν ὡς ἠμεληκότα καὶ φύσεως νόμων, οὔτε μὴν τοῖς ἐκ τοῦ καθήκοντος ἐπιτιμίοις ὑποθήσει θυγατέρα μητὴρ λελυπημένη, φροντίδος ἑτέρας ἐπηρτημένης, μᾶλλον δὲ ὀλέθρου καὶ τῶν εἰς ἄκρον κακῶν. οἰχήσονται γὰρ εἰς ἐρήμωσιν αἱ [*](2. ἐκ Α. (Alex. XII.) ἀπὸ Edd. (Vat. XII mg.) 5. ἐπὶ deest in A. δὲ pro τε Α. 6. ὄψεται Β. Βαβυλωνίων Α. Βαβυλῶνα Edd. Statim καὶ pro καίτοι iid. 10. βραχέων pro ὀλίγων Α. Statim ὑπομνησόμεθα Εdd. 12. καὶ deest in A. ὠλιγώρησε Edd. invitis A.B. 15. τοῦ prius deest in A. ἂν assumptum ex A.B. 20. πατέρας Β. πατέρα Εdd. 21. αὖ τῆς retinui ex Edd. αὐτῆς Α.Β. ἀπωσθήσεται] ἀποθήσονται Α. 23. λόγος assumptum ex A.B. 24. καὶ accessit ex A. Statim φύσει Edd. repugnantibus A.B.)
Ἴοι δ᾿ ἂν ὁ λόγος, καὶ μάλα εἰκότως, καὶ ἐπ᾿ αὐτοὺς εἴπερ ἕλοιτό τις τοὺς ἑτερόφρονας καὶ δοκησισόφους καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα διαστρέφοντας. ἥλωσαν [*](c) γὰρ ὡς πόλεις, καὶ εἰς διαμερισμὸν γεγόνασι τοῖς ἐχθροῖς· δῆλον δὲ ὅτι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου· καὶ μερίδες γεγόνασιν ἀλωπέκων, κατὰ τὸ γεγραμμένον, μερισάμενοι [*](Ps. lxii. 11.) τὴν ἀσέβειαν καὶ τοὺς τῆς βλασφημίας τρόπους καὶ τῆς ἀληθείας τὴν κατάῤῥησιν. συμβέβηκε δὲ ταυτὶ καὶ τοῖς Ἰουδαίων δήμοις, ὅτε τὸν Ἐμμανουὴλ ἀνοσίως περιυβρίσαντες, ἐκβεβλήκασι μὲν ἔξω τοῦ ἀμπελῶνος, κατὰ τὸ [*](S.Matth. xxi. 39.) γεγραμμένον, σταυρῷ δὲ παρέδοσαν, καίτοι λέγοντες καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος. τοιγάρτοι πεπόρθηνται [*](d Ib. 38.) καὶ ἀκλεῶς διολώλασιν, οὐχ ἑτέρου του χάριν, ἢ ἐκ καρπῶν ἐπιτηδευμάτων. δέον γὰρ ἄγασθαι τὸν Δημιουργὸν, τῆς εἰς τὸν κόσμον ἀγάπης, ὅτι “ τὸν Υἱὸν αὐτοῦ [*](S. Joan. iii. 16.) “τὸν Μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ [*](3. ἐξ ὀροῦς Α. ἐξ ὀρῶν Edd. εἰς ὄρος] εἰς ὄρη Α. 4. ἐξιούσης εἰς βρῶσιν (sic) pro ἐξ ἠοῦς εἰς δύσιν Α. Statim ὡς assumptum ex A.B. 5. ἁπλῶς Α. αὐτοὺς Edd. Staim καταδῃοῦν iid. invitis A.B. 6. εἰκὸς] οἶκος (sic) A. 7. νόμιμον Edd. invitis A.b. 8. τὰς deest in b. 9. αὐτοῖς prius A. b. αὐτῶν Edd. παρ᾿ pro γὰρ praecedens b. 10. πληρῶν Β. Statim ἔτι om. B. 11. προσκομίζων (sic) A. 14. ἥλωσαν γὰρ ὡς πόλεις Α. ἥλω γὰρ ἡ πόλις Edd. 17. γεγόνασιν] + τῶν Β. μερισ.] + δὲ Edd. invitis A.B. 18. Haec καὶ τοὺς τῆς βλ. τρόπους accesserunt ex A. 19. τοῖς] + τῶν Β. 20. ὅτι pro ὅτε Edd. repugnantibus A.B. 24. του οm. A. 27. δέδωκεν] ἔδωκεν Α.)
Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας κατὰ μόνας δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου, νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος. καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ [*](467 A. a) Αἰγύπτου ὄψεσθε θαυμαστά.
Ἐφήρμοσται πάλιν τοῖς διὰ μέσου κειμένοις ὁ λόγος, καὶ μετανεύει πρὸς τὸ χρηστὸν, τῇ τῷ ἐν Χριστῷ νοουμένων ἀγαθῶν ἐλπίδι προτρέπων ἐπὶ τὸ ἄμεινον καὶ μετατιθεὶς εὖ μάλα πρός γε τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. τεθορύβηκε μὲν γὰρ οὐ μετρίως τῇ προαγορεύσει τῶν σκυθρωπῶν τοὺς εὐκόλως ἰόντας ἐπὶ τὸ ῥᾳθυμεῖν, ἀνακτᾶται δὲ αὖ, τὸ κατευφραίνειν [*](b) εἰδὸς εὖ μάλα παρεντιθεὶς, ὡς ἂν μὴ ἀπογινώσκοντες οἱ πρὸς οὓς ὀ τῆς νουθεσίας πεποίηται λόγος, φέροιντο κατὰ πετρῶν, [*](Prov. xviii. 3.) ἀμεταστρεπτί τε καὶ ἀχαλίνως. γέγραπται γάρ “ Ὅταν ἔλθῳ “ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ.” εἰσκεκόμισται τοίνυν ἢ τὸ αὐτοῦ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, λέγον τῷ Υἱῷ Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλήν σου, πρόβατα κλη- [*](2. πόθεν; ἀναφυσώμενοι δὲ] Sic edidi ex A. qui dedit ποθὲν ἀναφ. δὲ. ἰόντες δὲ B. Edebatur οἱ δὲ. 3. κατὰ τὸ γεγρ. om. B. 4.ἐπιτηδεύοντας Edd. ante. Migne. 5. πορεύεσθε] + ἐν Edd. invito A. 6. καὶ primum] + ἐν iid. invitis A.B. 7. ἔδεσθε Β. ἑλέσθαι (sic) Α. ἔδεσθαι Edd. 8. φυλήν Α.Β. (Alex. XII.) φυλάς F. Edd. φυλῆς (36. al.) cf. infra 761 c. 9. κατὰ μόνας Β.F. καταμόνας Α. (ΧΙΙ mg.) καθ᾿ ἑαυτοὺς Edd. (A.V.) Statim δρυμῶν Α. (106.) 10. αἱ deest in B. 11. ἑξόδου F. (49.) ἐκ γῆς pro ἐξ Α. (ΧΙΙ mg. 22. al.) cf. infra 469 a. 16. γε assumptum ex A. 17. προσαγορεύσει Α. 18. ῥᾴθυμον pro ῥᾳθυμεῖν Α. 20. φέροιντο] φέρωντε (= φέρωνται) Α. 23. ἢ assumptum ex B. 24. ποίμαινε] + τὸν A. (22. al.) φυλήν Α. φυλάς Edd.)
Λαὸς οὖν ἄρα Χριστοῦ, φυλή τε καὶ πρόβατα καὶ κληρονομία [*](d) οἱ “οὐκ ἐξ ἔργων νόμου,” δεδικαιωμένοι δὲ μᾶλλον διὰ [*](Gal. ii. 16.) τῆς πίστεως. οἱ μὲν γὰρ ὑπὸ κατάραν ἦσαν, κατὰ τὴν τοῦ [*](Ib. iii. 10.) μακαρίου Παύλου φωνήν· οἱ δὲ φαῖεν ἂν ἐφ᾿ ἑαυτοῖς ἀληθεύοντες “Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν [*](Ps. cxiii. 23;) “οὐρανὸν καὶ τὴν γῆν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.” [*](cxvii. 27.) καταποιμαίνει δὲ τοὺς ἰδίους ἐν ῥάβδῳ Χριστὸς, οὐκ ἐν σιδηρᾷ [*](Ps. ii. 9.) καταπλήττων, καὶ ὡς σκεῦος κεραμέως συντρίβων, κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἀλλ᾿ ἐπιστρέφων ἐν ἠπιότητι, καὶ [*](e) οἷα ποιμὴν ἀγαθὸς, μετρίοις ἀνακόπτων δείμασι τὰς ἐπὶ τὸ ῥᾴθυμον ὁρμὰς τῶν πεπιστευκότων· οὕτω γάρ που φησὶν ὁ τῶν ὅλων Δεσπότης, ὡς ἐν προσώπῳ Δαυεὶδ τὸν ἐφ᾿ Υἱῷ διαπλάττων λόγον “ Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν [*](Ps. lxxxviii. 31—4.) “νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ [*](1. ἔτι assumptum ex. A. 2. διακεκραγότος Α. 3. αὐτὸν assumptum ex A. b. ἴδιον Α. b. Ἰουδαικὸν Edd. 4. καὶ μέντοι om. B. invito b. Haec νομῆς αὐτοῦ assumpta ex A. 6. πρὸς] + τὸν Edd. invitis A. b. 9. τὴν om. A. γοῦν—τοὺς ἐκ περι- desunt in A. αὐτὸς ἔφασκεν hoc ordine B. 10. ἔχω·] + πρὸς Edd. invito B. 11. με δεῖ inverso ordine B. inv. A. γενήσονται Α. 13. κληρονομίας pro καὶ κληρονομία A. 15. ἦσαν Β. Edd. εἰσὶ Α. 17. ἡμεῖς] ὑμεῖς Α. [ὑ in rasura.] 19. ἐν alt. om. B. 20. πλήττων B. 21. ψάλλοντος Α. ψαλμῳδοῦ Edd. 26. καὶ] + ἐν iid. invitis A.B. καὶ pro ἐὰν A.)
Κατασκηνοῦμεν δὲ κατὰ μόνας οἱ ἀπόλεκτοι καὶ ἐκκεκριμένοι, καὶ τῶν ἄλλων ἀποφοιτήσαντες, οἳ μόνα φρονοῦσι τὰ ἐπὶ τῆς γῆς καὶ τὴν τῶν προσκαίρων ἐκτετιμήκασι κτῆσιν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἐνδούμενοι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων οὐ μετρίως ἀπονενεύκασιν. οὐκοῦν ἠρεμαῖον ἔχοντες τὸν νοῦν, καὶ τύρβης αὐτὸν τῆς εἰκαίας [*](c) καὶ βδελυραῖς ἀπαλλάττοντες, ἔξω που τεθείμεθα, σεπτήν τε καὶ ἀξιάγαστον διαζῶμεν ζωὴν, καὶ κατὰ μόνας ἐσμὲν, καθά- [*](Hier.xv. 16, 17.) περ ἀμέλει καὶ ὁ προφήτης Ἱερεμίας. ἔξη γὰρ ὅτι “Κύριε “παντοκράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” κατοικοῦμεν δὲ κατὰ μόνας οἷάπερ ἐν δρυμῷ καὶ ἐν ὄρει. καὶ δρυμὸν μὲν νοήσεις [*](d) εὔξυλόν τε καὶ εὐανθῆ τὴν διφυᾶ παίδευσιν, ἠθικήν τε φημὶ [*](1. βεβηλώσουσι Α. (Alex.) βεβηλώσωσι Edd. 3. μάστιγι Β. 6. καὶ deest in Edd. 7. ABBREV (=Χριστὸς) pro χρηστῶς Β. 9. τῇ θεοπνεύστῳ γραφῇ Α.Β. τῆς θεοπνεύστου γραφῆς Edd. 10. γεγραμμένα Α. 12-14. λιπαρὰν—τρυφαῖς desunt in B. 13. ἐνσπαταλῶσαν Α. εὐσπατ. Edd. 15. κατασκηνοῦμεν Α. κατασκηνοῦσι Β. κατασκηνοῦσι μὲν Edd. οἷον pro οἱ Α. ἐνκεκριμ. (= ἐγκ.) Α. 18. κτίσιν Α. 20. εἰκαίου Α. 22. διαβιοῦμεν pro διαζ. Α. 23. Κύριος Α. Statim παντοκράτορ B. (90, 106, 144.) 26. δὲ] + οἱ Edd. invitis A.B. 28. διαφυᾶ iid.)