In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ [*](c) τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοιπον οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν άναγκαιον.

Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ ̔ Ιερουσαλἡμ.

Tεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον [*](d) οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ’ ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς [*](2. καὶ τῆς κατὰ Θ. γλ. om. Α. Statim ἐξήτηται Α. 4. ἑκατὸν ὀγδοήκοντα πέντε Α. Β. ἑκατὸν καὶ ὀγδοηκονταπέντε D. [ut Es. xxxvii. 36 Alex.] ρπε. Edd. Statim χιλιάδας D. 4—6. γέγονε — Μωραθί om. B.D. assumptum ex Α. 6. Μωραθί Α. Μωρασθί Edd. 7, 8. Textus deest in Α. Μωραθὶ D. (XII.) Μοραθὶ Β. Μωρασθεὶ Edd. (Vat.) [Μωραθει Alex.] ἐν ἡμέραις — Ἰούδα om. Β. Heac retinui, annuente D. 9. Χρὴ] + δὲ Edd. invitis libris. Ἰστέον pro Χρὴ εἶδ’. πάλιν D. 10. Μωραθὶ et Μωραθίτην edidi ex A.D. Μοραθὶ et Μοραθίτην Β. Μωρασθὶ et Μωρασθ. Edd. τὸν ante Μωρασθίτην om. Α. 11. εἶναι om. Α. τὴν Μ.] τὸν Μοραθὶ Β. κώμην A.D. πόλιν Edd. 12. εἰς pro τῆς Edd. repugnantibus libris. 14. σημαίνηται iid. invitis libris. 16. γεγόνασι pro γεγονότες A.B. περιαθρεῖν A.D. παραθεῖναι Β. παραθῆναι Edd. 17. Περὶ prius A.B.D. (XII.) ̔ Υπὲρ Edd. (A.V.) εἶδεν] + φησι Α. καὶ] + περὶ Edd. (A.V.) invitis A.B.D. (36 al.) 18. ὡς assumptum ex A.B.D. 20. μόνων D. τὴν pro εἰς Α ὡς assumptum ex omnibus.)

603
ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περ τε τῆς Σαμαρείας καὶ τῆς ̔ Ιερουσαλήμ.

Ακούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες [*](2) οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς Κύριος ἐξ οἴκου ὁγίου αὐτοῦ.

Ετοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων [*](e) τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ’ αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν υμιν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ’ αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. [*](a 393 A. ) ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν διαβόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ὧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μακαρίῳ Καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ, ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν “ Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο [*](b Exod. xix. 19.) [*](1. δεδιὼς] ἰδὼν Β. 2. τε om. Α. 3. πάντες prius accessit ex D.F. (XII mg.) 4. ὁ Θεὸς om. B. invitis D.F. (22 al.) 7. λεπτῶς post δύναμιν transponit D. 8. τὸ pro ὅτι Α. ἀνθρωπίνων θελημάτων inverso ordine D. Statim ἡ om. Α. 10. προστιθεὶς] λέγων D. Κύριος ἔσται inverso ordine D. Statim ὁ Θεὸς add. D. 11. μαρτύριον] + ἐκεῖνος αὐτός Edd. invitis libris. Statim μόνον γὰρ οὐχὶ pro μονονουχὶ γάρ Α. φησιν] + ὅτι D. 12. ποιῶμαι A.D. ποιῶ Edd. 14. καὶ om. Α. θελήμασι pro θεσπίσμασι Α. 15. τοίνυν] + ἐν Edd. repugnantibus libris. Statim ὕμιν post μαρτύριον transp. D. ἐκεῖνος αὐτὸς hoc ordine omnes. 16. τουτονὶ Α. post περιφα,νῆ transp. D. τοῦτον Β. τοῦτον ἢ (sic) Edd. ἀνεστήσατε D. 18. ἐπαιδεύεσθε Α. διὰ νόμου πεπαίδευσθε inverso ordine D. 20. ἀνεγηγερκότι D. 21. καὶ γὰρ ἄνωθεν ἐλάλει pro ἐλάλει γὰρ ἄνωθεν D. ἑλαστηρίου] θυσιαστηρίου D.)

604
“ αὐτῷ φωνῇ.” καὶ νῦν ὑμᾶς διαματρύρεται, φησὶν, ἐκ τοῦ οἰκοῦ αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχετω δὲ καὶ ἡ [*](Es. i. 2.) γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς ̔ Ησαιΐου “ Ἄκουε “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησε.” κατοικεῖ [*](Acta SS. App. vii. 48.) μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειρο- ποιητοῖς τεμένεσιν. ἐπειδὴ ’δε εἰς δόξαν Θεοῦ τοὺς αγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι [*](c) πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω.

Ἐφαρμόσαι δ᾿ ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν ̔ Αβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο [*](Ps.xlviii. 2.) γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων “ Ἀκούσατε ταῦτα “πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν “ οἰκουμένην.” ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, [*](d) πῶς ἐστιν ἀμφιβαλεῖν ; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιῶν, ἢ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν [*](Ps. lxxxvi. 3.) ὁ θεσπέσιος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ “πόλις τοῦ Θεοῦ.” οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν.

[*](e)[*](3)

Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ πότου αὐτοῦ, καὶ ἐπιβήσεται [*](1. ὑμὶν D. 2. μὲν] + οἱ Edd. invitis A.D. 4. ἐνωτίζου] + ἡ Edd. invitis A.D. 5. γε om. Α. 7. φαμὲν ἐγηγ. inverso ordine D. 9. πληροῦντα post οὐρανοὺς transp. D. 10. Χριστῷ καὶ ταῦτα inv. ord. Edd. invitis A.B.D. 11. γε pro καὶ Β. 12. τὴν σύμπασαν hoc ordine omnes. 13. γὰρ om. D. 16. πρὸς pro ὡς Α. ὁ λόγος ἐξ οὐρανοῦ inverso ordine D. 17. οἶκον]μ + τοῦ D. 20. γραφαὶ λέγουσι inverso ordine Α. 21. θεσπέσιος om. B. 22—24. οὐκοῦν—φύσιν om. Β. ὡς et τοῦ assumpta ex A.D. Statim πληροῦντος inverso ordine D. 25. αὐτοῦ] + καὶ καταβήσεται Edd. (Vat.) repugnantibus libris (Alex.))

605
ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν [*](4) αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὑδωρ φερόμενον ἐν καταβάσει.

Ασαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ’ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ’ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, [*](a 394 Α.) ῥήσεις τε σόφων καὶ αἰνίγματα, συνήσει λεπτῶς, καὶ ὡς [*](Prov. i. 6.) ἂν ὅτι μάλιστα πρέποι τῆ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ’ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ’ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς [*](b) τῶν καθ’ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἱροῦ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τοὶ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι [*](1. τὸ ὕψος Α. cf. Thes. 380 a. σαλευθήσονται Β. (130, 153, 311.) διασαλευθήσεται F. 3. φερόμενον Edd. (153.) καταφερόμενον Α. 4. τοιοῦτος Α. 5. ἐν D. εἰ Α. Β. Edd. 6. σημαίνοιτο Α. τὰ om. Α. ὁ] + περὶ Edd. invitis libris. 9. τε om. D. ἀπορρήτῳ] ἀρρήτῳ Aubertus. 10. αὐτῇ ἐσσ’ ὅτε pro αὐτῆς θρόνοι τε Α. 11. λέγονται A.D. λέγεται Edd. ναὶ pro καὶ primum. D. ὁδοὶ καὶ πορεῖαι] ὁδοιπορίας Α. ἕτερά τε A.D. καὶ ἕτερα B. ἕτερα δὲ Edd. 13. κατερρινημένως] κατευκρινημένως Β. κατεῤῥινηγμένως D. 14. νοοῖντ’ Β. 17. λέγοντος assumptum ex Α. Β. D. Statim τό om. A.D. κύριος om. D. 18. προσεπάγει δὲ om. B. Statim κοὶ ὅτι pro ὅτι καὶ Β. 19. κατατακήσονται δὲ καὶ αἱ κοιλάδες] Sic edidi. κατακαήσονται δὲ καὶ κοῖλ’. Α. καὶ αἱ κοῖλ’. Β. καὶ οἱ κοῖλ’. τακήσονται D. καὶ κατατακήσονται καὶ αἱ κοῖλ’. Edd. 20. τῶν assumptum ex omnibus. ὑπερφέρουσι Α. 21. ἄνιθι post θεωρήμ. transp. D. ἐννοίας A.D. θεωρίας Β. εὐνοίας (sic) Edd. 23. τὴν ἐπί τισι τῶν] τῶν ἐπί τισι . . . (rasura facta) Α. τι pro τισι Β.)

606
[*](c) τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἐν τε τῇ Σαμαρείᾳ καὶ ἐν ̔ Ιερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες [*](d) ἐν δόξη· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατερριμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη [*](e) προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕω κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μηδῶν.

Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ τοῦ τόπου [*](395 A. a) αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ ’δε πὼς, [*](1. μονονουχὶ γὰρ A.D. [ουχὶ γὰρ in rasura Α.] 2. ἀφεὶς ἤδη pro ἀφειδήσει δή Α. οὐχ ὑφήσει δή D. Statim τὸ assumptum ex Α. 3. προκεκρουκόσι Edd. 4. τρόπον τινὰ om. D. λοιπὸν τὰς δίκας inv. ord. Α. 7. ἔν τε τῇ D. ἐν τῇ Α. ἔν τε Edd. 8. μετακινηθήσονται post ἀξιωμάτων transp. D. 9. ἀνεστηκότες B.D. ἑστηκότες Α. ἀφεστηκότες Edd. 10. τοὺς om. D. 11. καὶ om. D. 12. ἔχοντες] ἐπέχοντες B. 14. οὐκ ἀνεχόμενοι εἴκειν θεσπίσμασι pro θεσπ. εἴκειν οὐκ ἀνεχ. D. Statim οἷον εἰς πῦρ A. προσβαλόντες Β. Statim τῆς ἐκ pro τῷ ἐκ τῆς Α. τῆς om. D. 16. γενήσονται δὲ om. Α. καταφερόμενον Α. 19. καταδῃώσαντες]] καταδήσαντες Edd. 20. καὶ assumptum ex Α. 21. δρομαίους Α. 22. τὴν τῶν om. Α. 23. καὶ assumptum ex Α. ἦ pro ἦν Edd. ante Migne. φερόμενον Β. καταφερ. Edd.)

607
καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐτὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα [*](b) οἱ τῆς καθ’ ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμενη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν [*](S. Luc. viii. 31.) “ἄβυσσον ἀπελθεῖν.” ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ [*](c) βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ’ αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθησαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ ̔ Ρωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, “ Ἐξουθενώησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ [*](Ps. lvii. 8,9.) “κηρὸς ὁ τακεὶς ἀντανήρηνται,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ.

[*](d)[*](1. τροπὴν] τόπον Α. 3. δὲ om. B. 4. αὐτὰς Α. Β. αὐτοὺς Edd. 6. νοηταὶ om. Α. 7. πνεύματα pro πνευματικὰ Edd. 9. τε assumptum ex Α. 10. Quae sequuntur partim citantur in Cat. in Ep. 2 D. Petri ii. 4, a Cramero edita. Codices Crameri tum Acta SS. App., tum Epp. Cath. continentes, c et d notantur, ut supra pp. 335, 473, quibus adjeci Cod. Bibl. S. Synodi Mosq. 97 (olim 98) sec. ix. exeunte. δὲ om. Α. δαιμονίων Α. Β. c. Cat. Mosq. δαιμόνων d. Edd. 11. ἀγελαία ante τῶν δ. transp. Α. ἀγέλη καὶ πληθὺς pro ἀγελαία πληθὺς c. d. Mosq. καὶ pro ἡ alt. Α. invitis Catt. 12. ἅδῃ Β. 13. προΐεσαν Α. προῄεσαν Mosq. Statim γὰρ Cat. Mosq. Edd. γοῦν c.d. οὖν Α. 16. οὗτοι pro οἱ περιλειφθ. ἔτι Α. invitis omnibus. κατεπεφρίκεσαν] Sic edidi. κατεπεφρίκασιν Cod. Mosq. καταπεφρίκασιν c.d. ἐπεφρίκεσαν Cat. in. S. Luc. (in Mai Nova Bibl. ii. 225.) καταπεφρίκεσταν Α. Edd. 18. καὶ alt. assumptum ex A.B. 20. καὶ om. B. 21. προσβάλλοντες Α. Pont. προσβαλόντες Aubertus. Statim ἐξουδενώθησαν Β. 22-24. καὶ ὡσεὶ — φωνήν om. Β. 23. ὁ assumptum ex Α.)
608
[*](5)

Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ.

Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ’ αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταρρεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν [*](e) αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς ̔ Ιεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἃν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες [*](Supra ver. 4.) δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ’ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτητοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, [*](396 A. a) καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ’ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδεστέρα. ἔφη τοίνυν ὅτι Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα τάντα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν.

[*](b)

Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ ̔ Ιερουσαλήμ;

Ἰακώβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραΐμ [*](7. κεκρυμμένων pro προκειμένων Α. 9. ἀφηγήσασθαι Α. 11. τοῦ pro τὸ Α. Statim κατηδονεῖσθαι (sic) Α. κοιλάδες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν] κηροῦ δὲ δίκην ἐκτακῆναι κοιλάδας Β. 12. φερόμενον ἔσονται A. ἔσεσθαι φερόμενον Β. ἔσονται καταφερόμενον Edd, Statim ἐν assuraptum ex Α. 13. κατασημῆναι Α. 14. τοῖς ἐξ Ἰσραήλ om. Α. 15. προσεπάγει Α. ἐπάγει Edd. 18. πρεπωδέστερα] εὐωδέστερα Α. δι’ ἀσέβειαν Ἰακὼβ et καὶ om. Α. Statim διἁμαρτίαν Α. 20. γένος assumptum ex Α. Β. 21. γάρ om Α. 22. γε om. Α. 23. τοῦ assumptum ex Α. (Vat.) [οἴκου pro τοῦ Alex.] Θεοῦ pro οὐ (sic) Α. οὐχὶ F. (Alex.) 24. Ἰούδα] Ἰσραήλ Α. (228.) Statim οὐχ Α. (97, 310.))

609
δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων [*](c) πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς [*](Amos ii. 7.) “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ [*](Ib.viii.5.) “τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο [*](d) δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν [*](Hier. ii. 28,29.) “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε “πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο [*](Es. i. 21-23.) “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον [*](e) “ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ [*](2. φησιν εἶναι inverso ordine Α. 3. πω pro που Edd. invitis A.B.b. 4. Σαμάρειαν ’δε] ἁλλὰ Σαμάρειαν Β. invito b. 7. ἔφη] λέγει Α. κεφαλὴν πτωχοῦ Β. 8. ἐξέκλινον Α. (22. al.) 9. ἀπεμπολήσομεν Β. cf. supra in Amos 331 d. ἐμπολήσομεν ἐνπ. Α.) Α. Edd. 11. τοῦ om. Α. 13. που] πὼς Edd. 14. αἰτιασόμεθα Α. Β. αἰτιώμεθα Edd. οἰησόμεθα b. οἰσόμεθα (sic) Α. οἰηθησόμεθα Edd. 16. που assumptum ex Α. 17. ἦσαν] + οἱ Edd. invitis Α. Β. 19. ἐτάξατε Α. ἐπήξατε Β. ἐπέταξας (sic) Edd. τῷ pro τῇ Edd. invitis Α. Β. 27. κρίνοντες, καὶ κρίσει] κρίνοντες κρίσιν καὶ Α. sed cf. supra 266 c.; in S. Luc. Hom. 83. p. 280. reliquiarum Graec. cf. ed. Syr.)
610
“κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.

[*](397 Α. a)

Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυχῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιίαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν.

[*](b 6)

Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀΓροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ [*](7) τὰ Θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ Γλυπτά αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.

Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ [*](c) πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμτελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, καταλήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν. ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, [*](1. χήρας Α. Β. (Alex. XII.) χηρῶν Edd. εἰς ἁμαρτία, om. Α. 4. Haec καὶ τοῦτο accesserunt ex Α. 7. εὐποιΐαις Α. ἐπιεικείαις Edd. Statim καὶ assumptum ex Α.Β. 9. δὴ assumptum ex A.B. 11. κολάζων assumptum ex iisdem. 12. ἔηι om. Α. 13. ὡς prius A.F. (Alex.) εἰς Edd. (Vat.) ὡς alt. B.F. (153.) εἰς Edd. 14. χάσμα pro χάος F. 15. ἐπικαλύψω F. 16. ἐμπρήσουσιν Α ἐμπρήσομαι Edd. 9153.) 17. τὰ deest in Edd. 19. καὶ pro ὡς Edd. invitis A.B. 20. εἰς φυτείαν Α. 21. ἀναπλέξαντες Β. 23. καταλήγουσι Α.Β. καταλαλήσουσι Edd.)

611
μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, [*](d) τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτωκεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτεταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἠσαίας “ Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν, ὡς σκηνὴ ἐν ἀμπε- [*](Es. i. 8.) “λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.” ἐγκατελείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. [*](e) ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεων τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ [*](a 398 Α.) τοὶ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλαστον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα τάχα που τὰ ἀναθήματα δηλοῖ. προσεκόμιζον [*](b) γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν [*](2. ἔργοις] ὅροις Edd. Statim ἀνατείνασα Α. Post h. V. τὸ assumptum ex Α. Β. 7. σικυηλάτῳ Β. συκηλάτῳ Α. σικυηράτῳ Edd. (A.V.) 9. Hoc λογικὴ accessit ex Α. πνευμάτων pro ταγμάτων Α. 10. εἰς φυτείαν Α. 13. ἀμπελώνων Β. ἀμπέλων Edd. αὐταῖς Α. 14. πρέποντα om. Α. 19. ἔσεσθαι δέ τι Α. ἔσεσθαί τε Edd. 21. συνδιόλλυνται Α. συνδιολοῦνται Edd. 22. αὐτοῖς Α. Statim κατεμπρησθήσονται Β. καταπρησθήσονται Edd. 23. φησιν οἰχήσονται inverso ordine Α. 25. καταπιμπράμενα Α. πιμπράμενα Β. πιμπρώμενα Edd. 27. Haec εἰωθόσιν ἤγουν accesserunt ex Α.)
612
ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω [*](Os.ii. 8.) λέγων “Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον “καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον “ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ “Βάαλ·” οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά [*](c) τε καὶ ἀντέκτισιν τῆς ἔπι γε τῷ πλανᾶσθαι σπουδῆς κατελογίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον [*](Ib. 12.) συνήσεις Θεοῦ πάλιν λέγοντος “καὶ ἀφανιῶ ἄμπελον αὐτῆς “καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά “ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου.” ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἃν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς [*](d) χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ’ οὐδὲ ὡς φυτεία ἀμπελῶνος, ἐπ’ ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, μένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο.

Δίω ἐκ μισθωμάτων πορνείας συνήγαγε, κὼ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

[*](e)

Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας [*](1. εἶχον τὸ pro ἔχειν ᾤοντο Α. 2. ἀνετίθεσαν] + δὲ Α. 4. δέδωκα Α. (Alex. XII.) ἔδωκα Edd. (Vat.) 6. Haec αὐτὴ δὲ assumpta ex Β. αὐτοὶ δὲ A. Statim καὶ add, Edd. καὶ habuit Β. sed erasum. ἐποίησαν Α. 7. δὲ assumptum ex Α. Β. 9. ὁ παράφρων Ἰσραὴλ Α. 12. Haec ἐστιν ἁ accesserunt ex Α. ἃ Β. 13. πλούτου Aubertus. 15. ἦ ἢ Β.] γὰρ ἂν Α. Β. εἰ γὰρ ἦν Edd. ἠγνοηκότες et ἀνῆψαν et ἀνετίθουν Α. 17. ὡμολογεῖν (sic) Α. 19. ὡς φυτεία Β. εἰς φυτὸν Α. εἰς φυτείαν Edd. 20. ἀγαθοῖς Β. sed in mg. manu ead. εὐημερίαις. 22. εὐθυμίας] εὐθηνίας Α. 24. πορνείας A. B. πόρνης Edd. (51, 95, 185.) Statiin κατέστρεψεν F. Edd. (62, 147.) 25. δὴ assumptum ex Α. ὁ λόγος om. Α. Ἰουδαίων A. Ἰούδα Edd.)

613
κατειρωνεύεται σὺν ἤθει πολλῷ· τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρασκευάζοντας. [*](a 399 A.) οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνεστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα.

Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ [*](b 8) γυμνὴ, ποιήσεται κοπετὸν ὠς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτὴς, διότι ἦλθεν [*](9) ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως ̔ ιερουσαλήμ.