In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Περιεχύθη μῶ ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με [*](6) [*](3. καὶ om. Β. Hujus Β. Jonae Prophetae cantus pauca frustula citantur inter ᾦδας in Catenis. contuli igitur cum codice Regio Parisiensi 139, sec. x. ineuntis, quem f. signavi. 5. κύμασιν] νάμασιν f. 6. ἐπικλυζόντων f. Edd. περικλυζόντων Β. κατωλισθηκέναι Β. κατωλισθηκότα Edd. καθελκόντων f. 10. ὁ κλυζόντων assumpta ex Β. 12. καὶ assumptum ex Β. (13. al.) 19. ἐν assumptum ex Β. 22. εἰσελάσαι f. ἐλάσαι Edd. ναὸν Β. f. νεὼν Edd. 24. τὸ] τῷ f.)

582
[*](d) [*](7) ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμἀς ὀρέω· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοί αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωἠ μου πρὸς δὲ, Κὐρις ὁ Θεός μου.

Αῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος [*](e) συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μαλοὶ αὐτῆς κάτοχοι αἰωνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ’ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς [*](379 Α. a) αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἃν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ’ ἃν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μαλοὺς, ἀρρήκτους καὶ ὑπ’ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς [*](b) φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρὸς.

[*](5. ἠβούλετο B.D. βούλεται Edd. τῶν εὐχαριστηρίων D. Edd. εὐχαριστηρίους Β. 6. που D. Edd. δὲ Β. 10. ἁλὶ] θαλάσσῃ f. 12. οὐτῇ D. invito b. 13. γὰρ] + αὐτὸν Β. 14. τῶν κινδύνων Edd. invitis B.b.f. 15. ἐκτεθνάναι b. Edd. τεθνάναι Β. τεθνηκέναι f. 16. ὑπονοστείσειε (sic) Edd. 18. αἰῶνας iid. 20. Haec ὡς ἔφην assumpta ex B. 23. τό om. B, 25. ἀναχθῆναι Β.)
583

Ἐν τῶ̣ ἐκλείπειν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· [*](8) καὶ ἔλθοι πρὸς σἐ ἡ προσευχή μου πρὸς ναὀν ἅγιόν σου.

Tοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ’ ἃν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” [*](Ps.cxvii. 5.) ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνη- [*](c Es. xxvi. 16.) “σθημέν σου. ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύηῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλῖψιν, τὴν ἐπ’ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Οτι ἡ θλίψις ὑπομονὴν κατερ- [*](Rom. v. 3—5.) “γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.’’ ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ’ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάρρησιν, ἀλλ’ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος [*](d) ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ [*](Supra ver. 7.) ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ’ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν.

Φυλασσόμενοι Φυλασσόμενοι καὶ ψευδ, ἔλεοι αὐτῶ ἐγκατέλιπον. ἐγὠ [*](9 10) δὲ μετὰ φωνῆς αἰνἐσεως καὶ ἐξομολογήσεως θύσς σοι, ὅσα [*](e) ηὐεάμην ἀποσώσω σοι εἰς σωτηρίαν νοῦ τῷ Κυριῳ.

Ἕτεροι μὲν γὰρ, φησὶ, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνειἀπ’ [*](1. ἐμοῦ ante et post τὴν ψυχὴν habent Edd. ante Migne qui ἀπ’ ἐμοῦ alt. delevit. 4. ὁ μακ. assumpta ex B. 6. ἐμνήσθημέν Β. Glaph. 282 ἐμνήσθην Edd. 10. ἡ δὲ ὑπομονὴ — οὐ καταιαχύνει ] καὶ τὰ ἑξῆς iid. 22. ἀνάκλησιν iid. 23. ἔλεον Β. (XII.) ἔλεος Edd. Α. V. ℵ) 27. τὸν D. Edd. καὶ Β.)

584
λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ’ ἐκείνοις [*](380 Α. a) δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ’ ἐκείνους· πόθεν ; ἀλλ’ οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα. τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσπέρ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς αωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι b τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων.

Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονονουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς [*](S.Math. xxvi. 39. C) οὐρανοῖς Πατέρα λέγων “Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ “τὸ ποτήριον τοῦτο, γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συνεχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφᾶλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσνέμοντα [*](Acta SS. App. ii. 27.) τὰ διὰ φωνῆς τοῦ Δαυείδ “Διὰ τοῦτο οὐκ ἐγκατα- “ λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις ’τον ὅσιον “ σου ἰδεῖν διαφθοράν.” ἡ γὰρ σάρξ αὐτοῦ οὐκ εἰσε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν [*](d) ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς.

[*](1. ἀναθέντες D. Edd. 2. πετώμενα Edd. 3. δηλονότι assumptum ex Β. deest in D. ἀνέμους B.D. ἀνόμους Edd. 5. πόθεν;] Sic edidi ex B. ποτὲ Edd. 9. σοι om. B. 10, δοξολάγησιν, τὴν εὐφημίαν iid. 13. τοῦτο δὲ] τόδε iid. 22. τοῖς deest in Edd. χώροις Β. 27. Haec ἡ γὰρδιαφθορὰν accesserunt ex B.)
585

Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τἠν ξηράν.

[*](11)

Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀπορρήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι.

[*](e)

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱωνᾶν ἐκ δευτέρου, λέγωι Ἁνἀ- [*](Κεφ. γ΄.) στηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ [*](2) κηρυξον ἐν αὐτῇ κατὰ τό κήρυγμα τὸ ἔμπροσθεν, ὅ ἐγὼ ἀλάλησα πρὸς σέ.

Θερμοτέραις δὴ οὖν προθυμίαις ἤδη χρώμενος, διακελεύ- [*](a 381 Α.) τᾶι πάλιν Θεὸς ἰέναι μὲν εἰς τὴν Νινευὶ, κεχρῆσθαι δὲ τῷ αὐτῷ κηρύγματι, τῷ καὶ ἐν ἀρχαῖς πρὸς αὐτὸν εἰρημένῳ. τοῦτο δὲ ἦν "Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ’’ [*](Supra i. 2. ) ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι “Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ [*](Phii. iii. 1.) ῾ ἀκνηρὸν, ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.’’ οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πὼς ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε [*](b) χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν ἐὐαγγελικῶν θεσπεσμάτων προθεῖναι λόγον. καὶ γοῦν ἐναργέστατά φησιν “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου [*](S.Matth. xv. 24.) Ισραηλ, καὶ αὐτοῖς ’δε τοῖς ἀγίοις ἐνετέλλετο μαθηταῖς “Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν [*](Ib. x. 5, 6.) “μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα “πρόβατα οἴκου Ἰσραήλ.’’ ἀλλὰ γέγονεν “ἐν τῇ καρδίᾳ τῆς [*](Ib. xii. 40.) “γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.’’ ἦλθε δὲ “ ἐπὶ πηγὰς [*](Hiob xxxviii. 16.) [*](1. Hic versus deest in Β. quo in loco ponit cap. iii. i, 2. 6. ἀντιβλέπειν Edd. 8—11. Haec verba supra coUocata a B. hic desnnt. 8. ἐκ δευτέρου] τὸ δεύτερον F. 9. Νινευὶ] Sic edidi cum B.F. Νινευὴ Edd. (8 Α. V.) 10. κατὰ deest in Edd. τὸ κήρυγμα om. Β. λελάληκα F. Edd. (153, 310.) 13. Θεὸς assumptum ex B. 14. ὀρχῇ Edd. 19. που proVws iid. 24—26. εἰς alt. — Ἰσραήλ ] τὰ ἑξῆς iid.)

586
[*](Supra ii. 6,7.) “θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν.” ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ [*](c) μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν. ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ, ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ [*](S. Matth. xxvii. 9, 10: cf. 7.) ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλλειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαιαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου [*](d) τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ’ ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν.

[*](3)

Καὶ ἀνέστη Ἱωνᾶς καὶ ἐπορεὐθη εἰς Νινευἰ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἧν πόλις μεγάλη τῷ Θεῷ, ώσεί πορείας ὁδοῦ ἡμερῶν [*](4) τριῶν. κοὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεὐσεθαι εἰς τἠν πόλιν, [*](e) ὡσεὶ πορεἀς ἁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.

Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διεζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέθους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τρῶν, εἴ τις [*](382 Α. a) ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μιαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν [*](5. ἀνιεὶς f. 10. αὐτοῦ Edd. 12. ἐντ’. ἐντ. πεπ. μὲν inverso ordine iid. 13. τοῦτον iid. 16. διὰ] + τῆς iid. 17. καθὼς Β. (Alex.) καθὰ Edd. (Vat. 8) 19. τοῦ om. Edd. (153.) 20. ὁδοῦ assuraptum ex B. (Alex. XII.) 23. ἄγχεται Β. ἐξέρχεται Edd. δὴ assumptum ex Β. 25. δἐ assumptum ex Β.)

587
θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενὶ που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμεραι καὶ Νινευὶ καταστραφήτεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “ὅτι ἀνέβη ἡ κραυγὴ [*](b supra i. 2.) “τῆς κα,κίας αὐτῆς πρὸς με’ ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, [*](Hier. xxiii. 16.) καὶ ούχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος κυρίου, κατά τινας; οὐ τοῦτο φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον. οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ’ αὐτῶν πρὸς Θέον· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “ Ἀνάστηθι καὶ πορεύθητι εἰς Νιωευὶ καὶ κήρυξον ἐν αὐτῇ [*](Supra i. 2.) “ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς με’ σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι [*](c) λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “ Ὠ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου [*](Infra iv. 2.) ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.’’ ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θ,εοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα.

[*](1. ἐποιεῖ Edd. ποιεῖ correxit Migne. που om. Β. 5. ἐνταῦθα—ἄθρει τε] ἐνταῦθα δὲ ἄθρει μοι πάλιν ἐκεῖνο Edd. 9. τρεῖς ἡμέραι ἐβόα] φησὶν τρεῖς ἡμέραι iid. 12. μὲν assumptum ex B. 13—16. Haec οὐ Οὲὁν accesserunt ex Β. 19. ἄρχῃ Edd. 21—23. ἔτι—οἰκτίρμων ] καὶ)
588
[*](δ)[*](5)

Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευἰ τῷ Θεῷ, καἰ ἐκήρυξαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶι.

Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ’ ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ἢ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόρρητα. [*](e) γοητείαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ’ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπς μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατερριμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. [*](383 Α. a) μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.

Αλλ’ ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω ; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. [*](b) οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον [*](Ezek. iii. 4,6,7. ) προφήτην Ἰεζεκιήλ “Υἰὲ ἀνθρώπου, βάδιζε, εἴσελθε “πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἤ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῆ γλώσσῃ “ὄντας, ὧν οὐκ ἀκούση τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς [*](2. μικροῦ ἕως μεγάλου Β. (Alex.) μεγάλου αὐτῶν ἕως μικροῦ Edd. (Vat.) 7. αὐτῶν Edd. 13. μεθύοντες Β. 14. πείθεσθαι Β. 16. όμελλητι] οὐκ ἀμελητὶ Edd. οὐκ ἀμελλητὶ Migne. 21. τὸν ωσέα iid. 23. τῷ πάντων ἡμῶν Σωτήρι’ assumpta ex Β. 25. που om. Β. τὸν μ. προφ. assumpta ex Β. 2). τοῦ et πολλοὺς ἀλλοφώνους ἢ assumpta ex Β. 28. βαρεῖς pro στιβαροὺς iid. 29. ὧν ὧν—αὐτῶν assumpta ex Β.)

589
“τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἃν εἰσήκουσάν σου. ὁ δὲ “οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- “νεικοί εἰσι καὶ σκληροκάρδιοι.” οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι [*](c) μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην.

Καὶ ἦγγρσεν ὁ λόγος πρὸς τὸν βαοιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη [*](6) ἀπό τοῦ θρόνου αὐτοῦ, καὶ περιειλετο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ· καὶ ἐκηρύχοη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως [*](7) καὶ παρὰ τῶv μεγιστάνων αὐτοῦ λεγόντων Οί ἄνθρωποι καὶ [*](d) τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο [*](8) σἀκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἄνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καἰ ἀπὸ τῆς ἀδικἰας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες Τίε οἶδε εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς [*](9) Θυνοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα ;

[*](e)

Επιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ καταθαυμέζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων [*](1. ἤκουσαν Edd. 2. οἶκος] + τοῦ Edd. (A.V.) διότι οὐ β.— Ἰσραὴλ ] ὅτι Edd. 5. βαθύχειροι (sic) iid. ante Migne. 8. ὡς ἔφην assumpta ex Β. 13. ἐῤῥήθη Edd. (XII ex corr. 97, 153.) Statim ἐν om. B. 14. λεγόντων Β. (22. al.) λέγων Edd. 15. μηθὲν assumptum ex B. (Alex. μηδὲν 8 XII.) 16. καὶ ὕδωρ μὴ B.F. (XII,) μηδὲ ὕδωρ Εdd. (ℵ A.V.) περιεβάλοντο B.F. (Alex. 8) περιεβάλλοντο 18. ἀπέστρεψεν Β. (Alex.) cf. infra. ἀπέστρεψαν Edd. (Vat. ℵ) ἐπέστρεψεν (311.) [ἀνέστρεψεν XII qui dicit Α. Θ. ἐπ̀έστρἅν habere.] Κύριος Edd. (sine ὁ 91, 153.) Statim καὶ παρακληθήσεται add. F. Edd. (42. al.) 22. θαυμάζει B.)

590
κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐρρῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάλλον, [*](384 Α. a) τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἃν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ’ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτη Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν [*](Es. lviii. 5. b) ἀπαγγέλλειν αὐτοῖς, ὅτι ἀοῦ ταύτην τὴν νηστείαν ἐξε- “λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν [*](Ib. 3—5.) μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ “τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ “μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν “φωνὴν ὑμῶν ; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.’’ οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι απεστρψεν εκαστος απο τῆς οδου αυτου τῆς πονηρας καὶ [*](C) ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποδτρεψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδη μεταφοιτήσαντας ἐκ [*](1. βασιλεὺς pro τῷ σκήπτρῳ—εὐκλείαις Β. 2. εὐθὺς assumptum 3. ἔῤῥεσθαι Edd. 4. καὶ] + τὴν iid. περιεβάλλετο iid. 10 Haec καὶ μόνος ὁ accesserunt ex Β. 11. ὁ om. Aubertus. 12. ἐποιεῖτο pro ἐπεδ. Edd. Statim τὴν om. iid. 17. ὑμῶν prius] ἡμῶν Edd. correxi post Migne. 19-22. Haec ἵνα ψυχὴν αὐτοῦ assumpta ex B. 26. αὐτοῦ Edd. 27. γὰρ assumptum ex B. 28. ἀνακόψει pro καὶ ἀποστρέψει iid. 29. βουλήσεται pro μεταβουλεύσεται iid. ἴω εἴδη iid.)
591
φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῆ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα [*](d) πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν τίς οἰδεν εἰ μετανήσει ὁ Θεὸς καὶ ἀποστρεψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν [*](Ezek. xxxiii.10.) ἐφ’ ἥμιν εἰσι, καὶ ἐν ἀυταῖς ἡμεῖς τηκόμεθα, καὶ πὼς ζησο- “μέθᾳ;" ἀλλ’ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς Απο- [*](Ib. 11.) “στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, [*](e) “καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ ;” ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν [*](a 385 A.) μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ’ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἃν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι [*](3. γὰρ μὲν Edd. 5. οἵᾳ τινι χαλινῷ ἀνακόπτοντι γ., κ. μετατιθέντι iid. 10. οὕτω assumptum ex Β. 14. ἀπεστρεψατε Edd. 18. ποτοῦ iid. 20. ἆν ρνο ἐστιν iid. 21. ἐπεσήμηνε iid. 22. ἡ γραφὴ pro τὸ γρ. τὸ ἱ. iid. 23. ὡς ἔφην assumpta ex Β. ἐμφανίζουσα 24. χρῆναι assumptum ex Β. 28. που τάχα om. Β. φημὶ assumptum ex Β.)
592
τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν ’τον πόνον.

Καὶ εἶδεν ὁ Θεὸς τά ἔργα αὐτῶι, δτι ἀπέστρεψαν από τῶι ὁδῶ [*](b) αὐτῶι τῶι πονηρῶν· καὶ μετενόησεν ὁ Θεὀς ἐπὶ τῇ κακίᾳ ῇ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.