In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Διαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ’ ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί [*](e) φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἰερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ’ αὖ καὶ βορειότερα, τῇ [*](223 Α. a) Παλαιστίνων γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῆ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς [*](4.Eeg. xix. 35.) ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- [*](1. ψυχθήσεσθαι Edd. καὶ assumptum ex Β. ὁ Παῦλος] ὁ κύριος iid. Statim τὴν ἂγ. τῶν πολλῶν ἔφασκε inverso ordine iid. 4. πρὸς] + τὰς iid. 5. σάρκα γὰρ ἑαυτῶν inv. ordine iid. 6. ἐξοίσω Β. (XII a prima manu.) ἐξώσω Edd. (A. V. ℵ) g. ἐμεγαλύνθη F. (XII.) 10. Διοπλόττει μὲν] Διαπλαττόμενον καὶ Edd. καθὼς iid. 14. γενέσθαι τὴν διάδοσιν hoc ordine Β. 15. χρῆναι] χρὴ iid. 16. δὴ assumptum ex Β. 19. βορειότερα] τὰ βοῤῥότερα (sic) iid. 20. οὐτῇ ’δε πρ. τῆ Αἰγυπτίων] αὐτοῖς δὲ πρ. τοῖς Αἰγυπτίοις iid. 21. διολέσαι iid. 22. Haec τῆς μὲν—ἀρτίως accesserunt ex Β. 23. πλὴν ἀνῄρηνται pro ἀνῄρηνται δὲ iid. 24. οἰκοῦντες post κειμένην transp. ud. 25. Haec καθὰ πλ. εἰρήκ. assumpta ex Β. Statim ἐν om. Β.)
Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Κριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμονίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, [*](c) καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουήλ, ἀνακεκραγώς τε καὶ λέγων “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν [*](Cant. ii. 1.) “κοιλάδων,’’ τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ [*](d) κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνάκαμεν.
Θάρσει γῆ, χαῖρε κοὶ εὐφραινου, ὅτι ἐμεγάλυνεν κυριος τοῦ [*](21) ποιῆσαι. θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ [*](22) [*](2. ὁ assumptum ex Β. 3. ἀπαλλαγῆναι Edd. 4. που et ὁ προφήτης assumpta ex Β. 7. εἰς αἰχμαλωσίαν] ἐν αἰχμαλωσίᾳ iid. 12. στίφη τῶν δ. δηλονότι mv. ord. iid. 12—14. κατηφάνισεν αὐτὰ κατέκλεισεν αὐτὰ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς κατηφάνισε, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης iid. 14. τε assumptum ex Β. 17. δὴ] δὲ iid. 18. τῆς φαυλότητος ἐνειλ. δεσμοῖς] δεσμοῖς ὑπειλ. τῆς φαυλότητος iid. 20. ἐπέφ. ἡμῖν post Ἐμμαν. transp. iid. 22. τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν] ἐπῃσθόμενοι τῆς ἐνούσης εὐωδίας αὐτῷ iid. 23. δυσωδίας κατεγνώκ. hoc ordine Β. 20. τὰ om. iid. ℵ 130,311.))
Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ χριστοῦ. πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῆ τῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ [*](224 Α. a) ποιῆσαι μεθ’ ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὣν ὁ Λόγος γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ’ οὐρανὸν [*](Es. ixvi. 12.) εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν “Ὡς ποταμὸς εἰρήνης, ὡς χειμάρρους τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει [*](b) τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς ἐν [*](Ib. xxxv. 1.) ρημένον “Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω “καὶ ἀνθείτω ὡς κρῖνον.’’ πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιηνθισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῆ πόᾳ κατεστεμμένον. [*](1. τὸν om. Edd. 2. τὴν om. iid. (Co.) 3. τῷ assumptum ex B.F. (22. al.) ἡμῶν Β. (68, 106, 311.) 4. ὑμῖν prius] ἡμῖν Β. Statim τὰ add. Edd. (A.V. ℵ) ὁ. ἐμπλησθ. (Alex.) Ilom. Pasch. vi. 89 e. 7. ὡς assumptum ex B. 8. κομίζειν Edd. τε om. B. ii. δ’ iid. καὶ et μεθ’ ἡμῶν assumpta ex B. 13, 14. ἀγαθοῖς ἐπικλύζων et εἰς αὐτὸν πιστεύουσιν hoc ordine B. 16. γὰρ pro δὴ τότε iid. 20. Haec ἐν προφήταις περὶ αὐτῆς εἰρημένον aCCeBSerunt ex Β. 21. ἀγαλλιάσθω] + ἡ Edd. 22. αὐτῶν pro αὐτῆς et εἰσιν pro εἶεν ἂν iid. 23. καὶ ult. assumptum ex B. 26. ἡδὺ πνέοντα] πνέοντά τε ἡδὺ Efld. οἷον assiimptum ex Β.)
Kαὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐπῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπΗ, ἡ δύναμίς μου ἡ μεγάλη [*](26) ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεΘ’ ὑμῶν θαυμάσια.
Οσον μὲν οὖν ἧκεν εἴς γε τὸν ταῖς ἱστορίαις πρέποντα λόγον, ταῖς προλαβούσαις τῆς ἀκριδος ἐμβολαῖς τὴν ἰσοσθενῆ καὶ ἰσομοιροῦσαν εἰσάπαν ὑπισχνεῖται φιλοτιμίαν, καὶ τῆς τὸ [*](b) τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν.
Εἰ δὲ δὴ νοοῖτο πνευματικῶς τῆς προφητείας ὁ λόγος, φαμὲν, ὅτι κατεδηδοκότος ἡμᾶς ὥσπερ τοῦ σατανᾶ, καὶ ὡς ἐν τάξει κάμπης τε καὶ ἀκρίδος καὶ μέντοι καὶ ἐρυσίβης κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ [*](C) δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ χριστοῦ τὸ [*](S. Joan. xvi. 33.) χρῆναι θαρσεῖν· νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, [*](S Luc. x. 19.) καὶ “Δέδωκεν ἡμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊδικαιουμένοις [*](1. Edd. 4. ἐρυσίβη et κάμπη inter se transp. Edd. (Co.) 5. εἰς] ἐφ’ F. (Alex. XII manu prima.) βρώσει pro ἐσθίοντες F. Edd. (Co.) 8. οὖν assumptiim ex B. Statirn ἥκει Edd. invitis B. b. γε assumptum ex B. b. τοῖς ἱστορίαις πρέποντα B.b. τῆς ἱστορίας Edd. 9. ἐκβολαῖς iid. repug- nantibus B. b. 10. ἰσομεροῦσαν Edd. ἤδη pro τὸ τηνικάδε iid. invitis B. b. 11. αὐτοῖς οἰκίας Β. αὐτοῖς ἐνδείας b. ἐνδείας αὐτοῖς Edd. φησὶν post ἔσεσθαι transp. b. 13. πνευματικὸς Edd. repugnantibus B.b. Statim τῆς προφητείας post ὁ λόγος transp. Edd. invitis B. b. 16. ἐπὶ] διὰ b. 18. γυμνοὶ et ἐψιλωμένοι inter se transp. Edd. 19. Haec οὐ δογματικῇ θ. καταλαμπόμενοι accesserunt ex Β. 20. ἁπαξαπλῶς ἁπάσης Β. ἁπόσης b. πόσης ἁπαξαπλ. Edd. 21. χριστῷ b. 24. τότε alt. assumptum ex Β.)
Μῆ δὴ πλατὺ γελάτωσαν αἱρετικοὶ, μηδὲ τῆς τοῦ Μονογενοῦς καταφλυαρείτωσαν δόξης, ὡς δὴ καὶ μεγάλης δυνάμεως ὠνομασμένης τῆς κάμπης, μὴ δ’ ἂν εἰ λέγοιτο καὶ αὐτὸς Θεοῦ δύναμις ἐν ἴσῳ γραφέσθω τῆ σκώληκι. τετολμήκασι γὰρ οἱ δείλαιοι καὶ εἰς τοῦτο κατολισθεῖν ἀθλιότητος ἐννοιῶν.
[*](27 b)Kαὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· καί ἐπιγνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐΓώ εἰμι, κω ἐΓὼ Κυριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἐστιν πλὴν ἐμοῦ· καὶ οὐ μὴ κατασχυνθήσεται ἔτι πᾶς ὁ λαόc μου εἰς τὸν αἰῶνα.