In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ἔσεσθαι μὲν οὖν πάντη τε καὶ πάντως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀνοσιουργίαις ἐν οὐρανῷ καὶ γῆ τὰ σημεῖά φησι, [*](b) καὶ τὰ τέρατα. προκείσεσθαι γεμὴν καὶ οὕτως αὐτοῖς τὰ ἐξ ἡμερότητος Θεοῦ, τὴν διὰ πίστεως δηλονότι σωτηρίαν, τὴν ἐν χριστῷ δικαίωσιν, τὸν ἀρραβῶνα τοῦ Πνεύματος, τὸν ἁγιασμὸν, τὴν ἐλπίδα τῆς τῶν οὐρανῶν βασιλείας, ἀμνησικάκως αὐτοῖς ἀνέντος Θεοῦ καὶ τὰ εἰς Χριστὸν ἐγκλήματα. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος κατῃτιᾶτο μὲν σφόδρα τοὺς Ἰουδαίων δήμους; διαρρήδην ἀνακεκραγὼς, ὡς ἀπεκτόνασι μὲν κρεμάσαντες ἐπὶ ξύλου τὸν τῶν ὅλων Σωτῆρα καὶ [*](c Acta SS. App. v. 30.) λυτρωτὴν, καὶ “Ἠρνήσαντο μὲν τὸν ἅγιον καὶ δίκαιον, [*](Ib. iii. 14.) “ ἐζήτησαν δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς.” προσετίθει δὲ τούτοις “καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν [*](Ib. 17.) “ ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. μετανοήσατε [*](Ib. ii. 38,39.) “οὐν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ “Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύ- “μάτος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις [*](1. Κθρίου om. Edd. invitis omnibus. 3. σοφῶν] ἁγίων Edd. 8. τῇ assumptum ex Β. 9. εἶπεν] + ὁ Edd, Co.) εὐαγγελιζόμενος ℵ 23. al.) cf. infra. οὗς] + ὀ F. Edd. (22al.) 10. προσκέκληται Edd. προσκέκληκεν Β. (153, 240.) 12. ἀνοσιουργίαις] ἀνοσιεργ. Edd. 13. προκεῖσθαι pro προκείσεσθαι iid. 18. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος] Πέτρος γοῦν iid. τῶν post τοὺς add. iid.)
Διότι ἰδογ' ἐγὼ ἐν ταῖς ἡμέραις ἐκειναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, [*](Κεφ. γ΄.) ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ [*](2) συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς οὐτοὺc ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν έν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλοντο, καὶ ἐΜ τοι λαόι μου [*](3) ἔβαλον κλήρους, καὶ ἔδωκα τὰ παιδάρια πόρναις, καὶ τὰ [*](c) κοράσια ἐπώλουν ἀντὶ οἴνου κοὶ έπινον.
Ἐκ τῆς Ῥοβοὰμ βασιλείας ἀπορραγεισῶν τῶν δέκα φυλῶν, καὶ διήρη μένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ’ ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ ’δε γε [*](d) τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Σαχαρίας καὶ μέντοι καὶ Μαλαχίας φαίνεται δὲ καὶ ὁ Ἔσδρας ὀλίγα ἄττα τῶν κατ’ ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προαγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων ἀλλ’ ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ἑπενόστησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, [*](e) τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Εσθρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν.
Οὐκοῦν ἐπειδήπερ εἰς τὴν Ἰουδαίαν ἐπανῆλθον ἄρτι, καὶ δασμῶν καὶ τῶν τῆς δουλείας ἀναπνεύσαντες πόνων οἱ ἐξ Ἰσραὴλ, ἐπὶ τὸ ῥᾴθυμον ἐτράποντο, καὶ ἦσαν οὐκ ἀσφαλεῖς [*](1. Διότι B.F. ℵ Alex. XII.) ὅτι Edd. (Vat.) ἐν alt. om. F. 2. ἀνεπιστρέψω F. καὶ alt. om. B. (51, 95, 185, 238.) 3. τοῦ assumptum ex B. cf. 234. fin. 235 C. d. 236. C. 6. καταδιείλοντο Β. F. (36 al.) κατεδιείλαντο Edd. 8. ἀντὶ] + τοῦ Edd. (Vat.) invitis B.F. ἔπινον Β. ἔπιον F. Edd. (228.) 10. αὐτῶν] αὐτῷ Edd. 12. βασιλείας] προφητείας iid. 14. τοῖς assumptum ex B. 18. καιροῦ] καιρῶν iid. 20. καιροῖς iid. 21. ὅτι pro ὅτε iid. λαὸν Β. Ἰσραὴλ Edd.)
Ὕθλος μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις σαθρὸς καὶ γραώδης, ὡς ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἡ παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετὰ τὸ ἀναβιῶναι τοὺς νεκρούς. οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι [*](d) λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λεγούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. [*](1. καταδιείλοντο] καταδιείλαντο Edd. 5. ἀσελγείαις iid. 6. τρυφὰς] τροφὰς iid. 14. τοῦ assumptum ex Β. 17. καὶ πολλὰς] πολλοὶ iid. 19. παραθαρσύνοντος iid. 22. οὖν assumptum ex Β. 26. ἀμοιρήσει iid. 27. αὐτοῖς iid.)
Kαὶ τί ἐμὼ κὼ καὶ Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοί; ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ [*](5) ἀνταπόδομα ὑμῶ εἰς τὰc κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά [*](6) μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν· καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν [*](236 Α. a) Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶι ὁρίων αὐτῶν.
Εθνος μὲν οὖν ἅπαν κατὰ τοῦ Ἰσραὴλ συναγήγερται, Μωαβῖται, Ἰδουμαῖοι, Ἰεβουσαῖοι, Ἀμμανῖται, καὶ οἱ λοιποί. κατάρξαι δὲ οἶμαι βουλῆς καὶ ἐγχειρημάτων Δαμασκηνοὺς καὶ Τυρίους καὶ τοὺς καλουμένους Φυλιστιεὶμ, καὶ μέχρις αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν [*](b) Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπωροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι; οὐκοῦν οὐκ εἰς μακρὰν ἀπολήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῆ [*](c) κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι [*](1. ἐπέθρωσκεν Edd. 2. δέδονται iid. 4. καὶ] + γε F. Edd. (Co.) ὑμῖν habent D. F. (22. al.) sed cf. infra 258. c. Glaph. 226 c. in Es. 326 d. 5. ἢ] εἰ Β. 6. Haec ὑμεῖς ἐπ’ ἐμοί om F. Edd. 7. τὰς assumptum ex F. cf. infra 258 d. εἰς τὰς κ. ὑμῶν om. Β. (86.) ἀνθ’ ὧν] + γὰρ Β. 9. εἰσενέγκατε Edd. καὶ alt. om. F. Edd. (Co.) 10. Ἰσραήλ Β. (239.) cf. S. Cyr. locis supra citatis. Ἱερουσαλὴμ Edd. 15. φιλιστιεὶμ Edd. 16. Γὲτ iid. 21. κατηχθημένον iid. 23. ἀμυνόμενοι Β. ἀμυνόμενον iid. 24. οὐκ accesait ex Β.)
Πρέποι δ’ ἂν ὁ λόγος, ὥς γε μοι φαίνεται, καὶ τοῖς τῶν [*](e) ἀνοσίων προεστηκόσιν αἱρέσεων, οἳ τοὺς υἱοὺς τῆς Ἐκκλησίας μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῆ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν. ἔξω δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους μένους παρασκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- [*](a 237 Α.) κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαισμένοι, καὶ τοῖς ἐξ ἔργων [*](7. καλλωπίζειν] κατακαλλύνειν Edd. 9. λόγῳ τῷ προὔχοντι λόγοις τοῦ προὔχοντος iid. εἰδότας iid. 10. φημὶ iid. 12. Ἰσραὴλ] Ἰερουσαλὴμ iid. (ut supra.) 16. ἐμπορεῖα Β. φιλοκερδεῖν Edd, 18. Ηρέπει iid. 22. γενῶνται iid. 23. φύσει Β. φράσει Edd. 28. λέγοιτο iid. 29. καὶ post Θεοῦ add. iid. 30. τε assumptum ex Β.)
Ἴδου ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς [*](C) ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν eic κεφαλὰς [*](8) ὑμῶ. καὶ ἀποδώσομαι τοὺς θἳοὺς ὑμῶν καὶ τᾶς θυγατέρας ὑμῶν εἰς χεὶρας υἳὼν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς eic αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι κύριος ἀλάλησεν.
Απρακτα μὲν τὰ Τυρίων ἔσεσθαι μηχανήματα καὶ τὰ ἐκ τῆς δυστροπίας εὑρέματα κατὰ τῶν ἐξ Ἰσραὴλ, ἐναργέστατά φησιν, ἐξ ἀντιστρόφου δὲ ὥσπερ γενέσθαι τοῖς ἠδικηκόσι τὴν συμφορὰν, καὶ τοῖς ἴσοις ἐναλῶναι κακοῖς, μονονουχὶ [*](d) πιπτούσης εἰς κεφαλὴν τῶν ἀνόσια πεπλημμεληκότων τῆς ἰσοστάθμου δικῆς. ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰπόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὄτι κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται
[*](1. ἀγαθοῖς Edd. 3. ἐναλῶναι] ἁλῶναι iid. 7. ἀδελφοὺς] + ἥμων iid. u. Ἴδου] Ταὶ ἰδοὺ F. Edd. (Vat.) 12. τὸ om. F. Edd. (Co.) εἰς] + τὰς F. (62, 95, 147, 185.) κεφαλὰς] οἱ ο΄ κεφαλὴν XII mg. cf. infra. 20. κεφαλὰς Edd. 22. ἀνδραποδισταῖς iid. 24. Ἰουδαίων] Ἰούδα iid. πάντη τε καὶ assumpta ex B. 25. τὰ assumptum ex Β. προσεμποδεῖ (sic) Edd. ante Migne. 26. φθέγγεται iid.)Θεός. καὶ γοῦν ἔφη χριστός “Ὁ οὐρανὸς καὶ ἠ’ γῆ παρ- [*](SMatth. xxiv. 35.) “ ἐλεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
Kαὶ ταυτὶ μὲν ἱστορικῶς· εἰ δὲ δή τις ἕλοιτο περιαθρεῖν [*](e) τὰ πνευματικὰ, καὶ τῶν κεκρυμμένων ἀναπίμπλασθαι νοημάτων, ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυπλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπονέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἃν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς [*](a 238 Α.) ἀποτάτω. ἀλλ’ ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς ἐξ Ἰούδα· νοηθεῖεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀποφέρουσι δουλείαν, τὴν ὑπὸ χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν [*](b) τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν αποτατω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται. λέγεται δὲ καὶ ὁ χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγμένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος Δαυείδ “Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες [*](Ps.lxvii.19.) “δόματα ἐν ἀνθρώποις.”
Kηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε [*](9) τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες [*](c) [*](1, 2. Haec ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται et δὲ accesserunt ex Β. 6. δοκη[σι]σοφίαις] Sic correxi post Migne. δοκησοφίαις D. Edd. lO. δορυκτήτων Edd. 12. αὐτῶν lid. 20. ἢ τῆς] ἥτις ud. 23. τὴν assumplum ex B. 24. μακάριος accessit ex B. 25. ᾐχμαλώτευσεν iid. ἔλαβες] δέδωκε iid. 26. τοῖς pro ἐν iid.)
Ἀπειλήσας τοῖς ἔθνεσι τὰς ἐξ ἀντιστρόφου συμφορὰς, καὶ τῶν ἀνοσίων ἔργων ἰσοπαλῆ τὴν δίκην, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἰδίους ἤδη προσκυνητὰς, οὓς ἥκιστα μὲν δειλοὺς καὶ ἀνάνδρους, εἶναι δὲ μᾶλλον κελεύει νεανικοὺς, καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἠρεμαίαν τε καὶ ἀφιλόμακον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς [*](e) ἀποφαίνοντος, καὶ ἐπ’ αὐτῷ θαρρεῖν ἀναπείθοντος, ὅτι καὶ τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρόπον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον· τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι [*](239 Α. a) λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φησιν ἁγιασατε πόλεμον, ἐξεγείρατε τοὺς μακητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῶ. [*](2. ὅτι om. F. Edd. (23.) ἰσχὺν ἔχω Β. ἰσχύω ἐγώ Edd. (A.V. etc.) 4. ὁ om. F. Edd. (Co.) μαχητής] πολεμιστής Edd. (22. al.) cf. infra 239 b. ἐξεγειρέσθω Β. (22. al.) ἐξεγειρέσθωσαν Edd. (Vat.) ἐγειρέσθωσαν Alex. 311.) καὶ ἀναβαινέτωσαν om. Β. (invito F.) 5. πόντα om. F. (Co.) διότι] ὅτι F. Edd. (22 al.) 8. καθίστησι Edd. 12. ἀνάπτειν iid. 14. αὐτοὺς accessit ex B. 18. Haec τί δὴ accesserunt ex B. 24. ἐπιφωνεῖτε B.D. ἐπιφωνεῖ καὶ iid. 26. μεταχαλκεύτω iid. ante Migne.)
Ἐπιφωνήσειε δ’ ἂν τὰ τοιάδε πάλιν τοῖς τῆς Ἐκκλησίας ἐχθροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστὸς, οἳ κἂν ἴοιεν παμπληθεὶ, καὶ ὅλη δυνάμει χρώμενοι τῶν ἁγίων καταστρατευοιντο, πεσοῦνται δὴ πάντως αὐτοῦ προασπίζοντος, κακεινους μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους [*](d) προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπη, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς.
Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, [*](13) πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶ. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλαδι τῆς [*](14) δίκης, ὅτι ἐγγὺς ἡ ἡμέρα κυριου ἐν τῇ κοιλάδι τῆς δίκης. ὃ [*](15) ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν τό [*](2. ἀναλκὲς Edd. 5. ἔστω] ἔσται iid. 6. λέγει iid. 13. τὴν prius assumptum ex Β. 15. ἐκπεποκότας Β. ἐκπεπωκότας iid. 16. ἐπιφωνήσει iid. 17. Haec ἡμῶν Ἰησοῦς χριστὸς accesserunt ex Β. ἴοιεν] ἴοι Pont. Neutrum habet Aubertus. 18. καταστρατεύονται Edd. 19. πάντες iid. 21. Haec τοῖς ἐκ assumpta ex Β. 25. πεπλήθυνται] ἐπληθύνθη F. Edd. (22. c.) ἐξήχησαν] ἠκούσθησαν F. Edd. 26. ἐν τῇ κ. τῆς δ. om. Β. (49.) 27. οἱ ἀστέρες] τὰ ἄστρα F. Edd. (Co.))
Τὰ μὲν πρόσοικα τῶν ἐθνῶν τῆς Ἰουδαίων γῆς, Ἄραβάς τε φημὶ καὶ Τυρίους, Γετθαίους καὶ Φυλιστιεὶμ, Μωαβίτας καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς [*](Α. 240 a) ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν, καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανικοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ [*](b) τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστε4ίλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκειρέσθω φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. είσπορεύεσθε γάρ φησι, πατεῖτε, διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλῦον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια· [*](C) σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς καταπάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς. [*](1. ἀνακράξεται Β. (Alex. XII. c.) ἀνακεκρ. Edd. (Vat.) 2. καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ om. Β. 4. Ἰουδαίας Edd. Ἄῤῥαβάς Β. 5. φιλιστιεὶμ Edd. 12, 13. Haec ὁρᾶσθαι—οὐ τοῖς accesserunt ex Β. 13. ὡς assumptum ex Β. 15. θυμηδίᾳ Edd. 18. πέμψατε Β. 26. σημαίνει] σημεῖον] iid. τούτου] τούτων iid. Statiin τὸ assumptum ex Β. 28. ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος] καὶ αὐτὰς ὁ οἶνος πολλάκις ὑπεραίρει iid.)
Ἠχοῖ ἐξηχησαν ἐν τῆ κοιλάδι τῆς δίκης. καὶ τί δὴ τοῦτο ἐστιν; ἔθος τοῖς ἁγίοις προφήταις τὰ ἐσόμενα προαπαγγέλλειν, καὶ ἐν αὐταῖς ἔσθ’ ὅτε γίνεσθαι ταῖς τῶν πραγμάτων φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερεμίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχδοόσορ, [*](d) καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἠρπάζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς [*](Hier. iv. 31.) “ἀνῃρημένοις.” τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακάριος Ἰωήλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοίλωι τῆς δικης. καὶ κοιλαδα μὲν δικης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνεηγμένων, [*](e) ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν νικώντων ἀλαλαγμούς.. συμβαίνει γὰρ ἐν πολέμοις καταστένωειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι.