In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ηκοντος ἤδη τοῦ χρόνου, καὶ πεπερασμένου τοῦ καιροῦ, καθ’ ὃν ἔδει λοιπὸν τῆς αἰχμαλωσίας ἀνεῖσθαι τὸν Ἰσραὴλ, Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μηδῶν ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο [*](b) χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν, [*](Hier xxvii. 24.) περί τε Μηδῶν φησὶ καὶ Περσῶν “Ἐπιθήσονταί σοι, καὶ “ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, [*](Ib. iv. 7.) “ὅτι τῷ κυρίῳ ἀντέστης·” Κύρου δὲ πέρι “Ἀνέβη λέων “ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ “ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς “ἐρήμωσιν, καὶ αἱ πόλεις σου καθαιρεθήσονται, παρὰ τὸ “μὴ κατοικεῖσθαι αὐτάς. ὅτι δὲ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ [*](c) τῷ Κύρῳ διδοὺς τὸ κρατεῖν, πληροφορήσει λέγων ὁ προφήτης [*](Es. xlv. 1—3.) Ἡσαΐας “τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, “οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη [*](4. ἐπ’ αὐτῷ D. παρ’ αὐτὸν Edd. οὐδένα] + καταμειδιάσει δὲ μᾶλλον τῆς τῶν δαιμονίων ἀπάτης, ἐκεῖνο λέγων τὸ διὰ προφήτου φωνῆς Θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. D. 5. καὶ om. D. Post ἐκστήσονται, ἐπ’ αὐτῷ addit Β. 6. καὶ prius assumptum ex B.D. (Alex. XII.) ἐκπτήσσονται F. 12. δυσαντήτῳ] δυσαιτήτῳ Edd. Migne autem Cotelerium (Monum. Ε. G II. 580) citat, δυσαντήτῳ esse legendum monentem. 13. τῶν assumptum ex D. 19. Haec ἐξολοθρεύων—τόπου αὐτοῦ accesserunt ex B.D. 23. τῷ om. D. 24. οὕτω pro τόδε D. (A.V. c.))
Tουτὶ τὸ διήγημα διερμηνεύει λέγων ὁ προφήτης Ὠσηέ Ὡς λέων ἐρεύξεται. τίς ἐρεύξεται; Κῦρος δηλονότι. ὅμοιον ὡς εἰ λέγοι τυχὸν Δεῖνόν καὶ διαβριθὲς κατὰ τῆς Βαβυλωνίων, ὁ παρὰ Κύρου κτυπήσει πόλεμος. ὠρυομένου δὲ αὐτοῦ, καὶ οἱονεί τινος λέοντος κατακεκραγότος τῶν δι’ ἐναντίας ἐκστήσονται τέκνα ὑδάτων. καὶ τὸ μὲν ἐκστήσονταί φησιν, ἀντὶ τοῦ καταπλαγήσονται. τέκνω δὲ ὑδάτων, τοὺς Βαβυλωνίους φησὶν, οἳ τοῖς τῶν ὑδάτων τέκνοις, τουτέστι, [*](e) τοῖς ἐν ὕδασι νηκτοῖς, ἤγουν ἰχθύσι παραχωροῦντες οὐδὲν εἰς δειλίαν, εὐπτόητοί τε καὶ ἄνανδροι διὰ πείρας αὐτῆς γεγονότες ἁλώσονται. ἑτοιμότατον δὲ πρὸς δειλίαν τῶν ἰχθύων τὸ γένος, καὶ φεύγει μὲν κτύπους, παραιτεῖται δὲ καὶ τὴν τοῦ θηρῶντος σκιάν. ὅταν τοίνυν ἐρευγομένου Κύρου, φησὶ, καὶ δεινόν τι καὶ φρικῶδες τῆς Βαβυλωνίων καταλαλάζοντος, καταπλαγείη τῷ φόβῳ τὰ τῶν ὑδάτων τέκνα, τουτέστιν, οἱ Βαβυλώνιοι τοῖς ἰχθύσιν εἰς δειλίαν παραχωροῦντες [*](a 166 Α.) οὐδέν. τότε καὶ ὀρνέου δίκην καὶ περιστερᾶς ἀποπτησονται τῆς Αἰγύπτου καὶ οἱ πάλαι συμπεφευγότες ἐν αὐτῇ· ἀποδραμοῦνται δὲ τῆς Χαλδαίων καὶ οἱ τῆς αἰχμαλωσίας ἐναλόντες τοῖς βρόχοις. ἐπανήξουσί τε λοιπὸν, καὶ οἰκήσουσι τὴν ἑαυτῶν.
Ἐξὸν οὖν ἔχειν τὰ ἀγαθὰ, Θεῷ τῆς διανοίας ὑποφέροντας τὸν αὐχένα, καὶ ὑπ’ αὐτῷ πράττοντας μόνῳ, μὴ ἐθελονταὶ [*](4. συνκλάσω D. (A.V.) 5. ἀνοίξωσι (sic) pro ἀνοίξω σοι D. 17. ὕδασι D. ὕδατι Edd. 18. εὐπτόητοί B.D. εὐάλωτοί Edd. 22. καταλάζοντος Aubertus. 27. τοι τῆς αἰχμαλωσίας ἐναλόντες inverso ordine D.)
Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραΐμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα.
Φύσει μὲν ἀγαθὸς ὢν καὶ φιλοικτίρμων ὁ Θεὸς, καὶ ἀνεθέλητον ἔχει τὸ πλήττειν ὅλως τινὰς, καλεῖται δὲ καὶ [*](c) ἀναγκαίως εἰς ἀγανάκτησιν ἐπιστρεπτικὴν, ὅταν ἴοι τινῶν πέρα λόγου τε καὶ μετροῦ τὰ ἐγκλήματα. τοῦτο διδάσκει πάλιν ἡμᾶς διὰ τῶν προκειμένων. μονονουχὶ γάρ φησι τῇδε κἀκεῖσε, καὶ οἱονείπως ἐν κύκλῳ τὸν τῆς θεότητος ὀφ- θαλμὸν ἐνιέντι τε καὶ περιφέροντι, πανταχῆ τὸ ψεῦδος καὶ τὴν ἀσεβειαν ἦν ἰδεῖν τοῦ τε Ἐφραΐμ καὶ τοῦ Ἰούδα. ψεῦδος δὲ ἀποκαλεῖ τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ τὴν τῶν ματαίων προσκύνησιν· ἀσεβειαν δὲ τάχα, τὴν ὕβριν τὴν [*](d) κατὰ Θεοῦ. πῶς γὰρ οὐκ ἀσέβεια δεινὴ καὶ ἐκτοπωτάτη, τὸ ἀποσείεσθαι μὲν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, προςκλίνεσθαι δὲ ἀμαθῶς ξύλοις τε καὶ λίθοις· ἤγουν προσκυνεῖν τῇ κτίσει παρὰ τὸν ποιητὴν, καὶ δεσποτικοῖς ὑψώμασιν ἐπιχειρεῖν στεφανοῦν τὰ παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμενα;
Νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς καὶ λαὸς ἂγιος κεκλήσεται Θεοῦ.
Ἐκύκλωσε μὲν ἐν ψεύδει με καὶ ἀσεβείᾳ, φησὶν, οἶκος [*](1. βαδίζομεν D. 2. βεβαίῳ B.D. βαθείαις Edd. 4, Post γνησιότητος haec add. D. —εἰσόμεθα γὰρ οὐδένα ἕτερον, πλὴν ὃτι Θεὸν αὐτὸν κοὶ μόνον, ἀνάψωμεν δὲ καὶ ἐπ’ αὐτῷ τῆς ἐλπίδος τὰ πείσματα. 6. ψεύδει] ψεύδεσιν F. 8. μὲν] + γὰρ D. ὁ om. D. 9. καὶ om. D. 10. ἐπιστρεπτικὴν Β. Edd. ἐπιστρεπτικὸς D. 12. μονονουχὶ γάρ] μόνον γὰρ οὐχὶ D. 13. τὸν om. D. 15. τοῦ τε] τοῦτο Aubertus. 21. ποιητὴν B.D. κτίσαντα Edd. 24. λαὸς] ναὸς F. Edd. κληθήσεται F. (Alex.))
Ὁ δὲ Ἐφραΐμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα, ὃλην τὴν ἡμέραν [*](Κεφ. ιβ΄.) κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, [*](b) κα ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.
Μέτεισι πάλιν ὁ λόγος ἐκ τῆς ἀγελαίας πληθύος ἐπὶ τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, οὓς καὶ πνεῦμα πονηρὸν εἶναί φησι διά τοι τῆς γνώμης αὐτῶν τὸ δυσμετακόμιστον, καὶ τὸ λίαν ἀπονενευκὸς καὶ ἀκάθεκτον εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. ἐδίωξε γὰρ καύσωνά φησι· καίτοι γὰρ ἐξὸν ὑπὸ τὴν ἐμὴν εἶναι σκιὰν, [*](c) οἱονείπως αὐτόμολος ἀπεχώρει πρὸς καύσωνα. καύσωνα δὲ ὀνομάζει τὴν ἐκ τῶν θλίψεων πύρωσιν, καὶ τὴν καταφλέγουσαν συμφοράν. καὶ γοῦν ὁ σοφὸς Παροιμιαστὴς αἰνιγματωδῶς τοὺς πόνους οὕτως ὀνομάζει, καί φησι “Διεσώθη [*](Prov. x. 5.) “ ἀπὸ καύματος υἱὸς νοήμων· ἀνεμοφθόρος δὲ γίνεται ἐν [*](2. ἔγνων D. ἔγνω Edd. 4, πάθοι D. 7, καὶ οm. D. 8. κοὶ om. D. λαοῖς B.D. b. ναοῖς Edd. 17. ἐνεπορεύετο] ἐνεμπορεύετο Edd. (228.) 20. εἶναί assumptum ex B.D. 22. ἀκαθέκτως D.)
Αγαπᾶν δὲ ὅτι μάλιστα πρέπει τοῖς ἐπιεικείας ἐρασταῖς καὶ ἀσφαλῶς ἐθέλουσι διαζῆν, τὸ ὑπὸ σκιὰν εἶναι Θεοῦ, διὰ τοῦ κατὰ μηδένα παροτρύνειν τρόπον, παραιτεῖσθαι δὲ οὕτω τὸ προσκρούειν αὐτῷ ὡς ἃν καὶ αὐτὰς τὰς ἅδου πύλας.
[*](2. τουτέστιν assumptum ex b. Statim ἐξῄτησε pro ἐζήτησε b. 7. ἐζήτη (sic) D. Utrum incuria an pro ἐζήτει ? 23. Haec καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὐτοῦ accesserunt ex D. 24. ἐν τῷ οἴκῳ τοῦ Θεοῦ om. D. 27—30. Haec Ἀγαπᾶν—πύλας accesserunt ex D.)Kαὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν του ἐκδικῆσαι τὸ Ἰακώβ· [*](2) κατά τὰς ὁδοὺς αὐτοῦ καὶ κατά τὰ ἐπιτηδεύματα αὐτοῦ [*](b) ἀνταποδώσει αὐτῶ.
Ωσπερ Ἐφραΐμ ὀνομάσας, παρέδειξε νοεῖν τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας, οὕτω κἀνθάδε τοὺς ἐκ Φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, ὡς ἐξ ὀνόματος τῆς βασιλευούσης κατασημαίνει φυλῆς. ἐπιτιμήσας δὴ οὖν τῷ Ἐφραΐμ, ἤτοι τοῖς ἐξ Ἐφραΐμ κρατοῦσι τοῦ Ἰσραὴλ, πνεῦμά τε αὐτὸς ὀνομάσας πονηρὸν, καὶ κενὰ καὶ μάταια πληθύνειν εἰπὼν, διά γε τοῦ διαθήκας μὲν τίθεσθαι πρὸς Ἀσσυρίους, ἐμπορεύεσθαι δὲ καὶ ἔλαιον εἰς Αἴγυπτον, καταιτιᾶται λοιπὸν τοὺς ἐξ Ἰούδα πάλιν, κριθήσεσθαί τε πρὸς αὐτοὺς τὸν τῶν [*](c) ὅλων Θεὸν εὖ μάλα φησὶν, οἱονεί πὼς ἐκδικοῦντα τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Πατριάρχην, ὡς οὐ μετρίως ἠδικημένον, διάτοι τὸ ἆτα μὴ ἑλέσθαι φρονεῖν τοὺς ἐξ αὐτοῦ γεγονότας, μήτε μὴν τῆς πατρῴας κατόπιν ἰέναι γνώμης, ἀποσείεσθαι δὲ ὥσπερ τι τῶν ἄγαν ἐκτόπων τὸ ἀπομιμεῖσθαι θέλειν αὐτόν. οὐκοῦν ὡς ἠδικημένον εἰς δόξαν διὰ τῆς τῶν τέκνων φαυλότητος τὸν Ἰακὼβ ἐκδικήσειν ἐπαγγέλλεται, τοῖς ἠδικηκόσιν ἀποδιδοὺς κατὰ τὰς ὁδοὺς αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα [*](d) αὐτῶν.
Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸ ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ [*](3) ἐνίσχυσε πρὸς Θεὸν, καὶ ἐνίσχυσε μετὰ ἀγγέλου κὼ ἠδυνάσθη.
[*](4)Ἀπαριθμεῖται χρησίμως τὰς εὐδοκιμήσεις τοῦ Ἰακὼβ , εἰς ἐλέγχου δύναμιν παρατιθεὶς αὐτὰς τῶν ἕτερα ἅττα φρονεῖν τε καὶ δρᾶν ἡ ῥῆ μένων· ἀεὶ γάρ πὼς ἀντιπαραθέσει τοῦ ἀγαθοῦ, τὸ φαῦλον ἐλέγχεται, καὶ τῆ παραδείξει τῶν ἐπαινουμένων, [*](e) τὸ μὴ οὕτως ἔχον κατηγορεῖσθαι φιλεῖ. ὅτι τοίνυν καὶ ἐξ αὐτῶν σπαργάνων εὐφυὴς γέγονεν Ἰακὼβ, [*](12. τὸν τῶν ὅλων Θεὸν om. D. 21. Hic sequuntur nunnulla in D, quae tamen B. Cyrillum auctorem non habent.)
Τὸ μὲν οὖν ἐπὶ Χριστῷ μυστήριον διὰ τῆς πρὸς τὸν ἄγγελον προανεδείκνυτο πάλης. ἔμελλον γὰρ οἱ ἐξ Ἰακὼβ ἀνταγωνίζεσθαι τῷ Χριστῷ, ὃν “ Μεγάλης βουλῆς ἄγγελον [*](Es. ix. 6.) ὁ τῶν προφητῶν ὠνόμασε λόγος· καὶ οἱ μὲν ναρκήσειν, τὴν [*](d) παρ’ αὐτοῦ λύτρωσιν οὐ προσηκάμενοι· οἱ δὲ καὶ ὁμολογεῖν, ὅτι τεθέανται δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρόσωπον πρὸς προσωπον τὸν ἕνα τε καὶ φύσει, καὶ ἀληθῶς Θεόν. ἐν ἑαυτῷ γὰρ ἡμῖν ὑπέδειξε τὸν Πατέρα λέγων ὁ Ἐμμανουήλ “Ὁ [*](S. Joan. xiv. 9.) “ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” οὐκοῦν προανετύπου τὸ μυστήριον ῥίον ὁ τῆς ἀθλήσεως τρόπος. πλὴν εἰς κατόρθωμα τῷ Ἰακὼβ καταγράφει Θεὸς τὸ γεγενημένον.
Ἔκλαυσαν καὶ εδεήθησάν μου, ἐν τῶ, οἴκῳ μου εὕροσάν με, κὼ [*]() ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν. ὁ δὲ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ [*](5) ἔσται μνημόσυνον αὐτοῦ.
Ἑτέρων διαμέμνηται πάλιν ἱστοριῶν, λαμπρὸν καὶ ἐν δόκιμον πανταχόθεν ἡμῖν ἀποφαίνων τὸν Ἰακώβ. γέγραπται [*](Gen. xxxiv. 25—27.) τοίνυν ἐν τῇ Γενέσει, ὅτι Σικιμίτας μὲν ὠμῶς τε καὶ ἀπανθρώπως ἀπεκτόνασιν οἱ ἐξ Ἰακὼβ Λευΐ τε καὶ Συμεὼν, ἀνακαιόμενοι πρὸς ὀργὰς ἐπὶ Δίνᾳ τῆ ἀδελφῇ, ἢν διεπαρθένευσεν [*](a 170 Α.) Ἐμμὼρ ὁ Συχὲμ υἱός. εἶτα περιδεὴς ἐντεῦθεν ὁ μακάριος ἦν Ἰακώβ· καὶ αὐτίκα δὴ μάλα συνδιολεῖσθαι τοῖς τέκνοις, καὶ τοῖς κατ’ οἶκον ἅπασι προσδοκῶν, ἐπετίμα τοῖς ἐκεῖνα δεδρακόσιν, οὕτω τε ἔφη “Μισητόν με πεποιήκατε, [*](Ib. 30.) “ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν, ἐν τε τοῖς “Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι “ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ “ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. καὶ κατέληγον μὲν οὐδαμῶς τοῦ θράσους οἱ νεανίαι, προσυπήντων γὰρ λέκλοντες [*](b) “ Ἀλλ᾿ ὡσεὶ πόρνη χρήσονται τῇ ἀδελφῇ ἡμῶν; ἐπειδὴ [*](Ib. 31.) [*](1. ἐπὶ χριστοῦ D. 2. ἔμενον pro ἔμελλον Edd. 4, ναρκήσειν] νάρκησιν iid. 2. εὓροσάν B.D. (A.V.) εὗρον F. (42. al.) εὓρησάν Edd. ante Migne. 20. ἐμμὼρ D. ἐμὼρ Edd.)
Οὐκοῦν ἦν μὲν ἐκ μήτρας πτερνιστὴς Ἰακώβ, ὑμεῖς δὲ ἀεὶ πτερνίζεσθε, καὶ οὐ πτερνίζετε μᾶλλον τὴν ἁμαρτίαν. καὶ φιλοπονώτατος μὲν ἐκεῖνος, καὶ ἐν ἱδρῶσιν εὐδόκιμος καὶ [*](a 171 Α.) γνήσιος πρὸς Θεόν· ὑμεῖς δὲ τρυφῶντες ταῖς ἀποστασίαις ὑβρίζετε, τὸν ἁπάσης ὑμῖν εὐθυμίας οὐ τετιμήκατε χορηγόν. ἔκλαυσαν οἱ πατέρες ὑμῶν καὶ ἐδεήθησάν μου, φησίν. εἰ γάρ που γεγόνασιν ἐν ὑποψίαις τοῦ παθεῖν τὰ παρὰ τῆς τινῶν ἐπιβουλῆς, ἔκλαιον καὶ ἐδέοντό μου. δι’ ἐμοῦ γὰρ καὶ μόνου σώζεσθαι προσεδόκων· ὑμεῖς δὲ πόλεις τειχίζετε, οἴεσθέ τε ὅτι, κἂν εἰ μὴ θέλοιμι, τάχα που σωθήσεσθε, καὶ κρατήσετε τῶν ἀνθεστηκότων. κἀκεῖνοι μὲν ἐν ἐν οἴκῳ μου εὓροσάν με. [*](b) ἀνέβη γὰρ, ὡς ἔφην, εἰς Βαιθὴλ ὁ Ἰακὼβ, ἐπεφάνη τε Θεὸς αὐτῷ καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν ἡ τῆς εὐλογίας ὑπόσχεσις, καθάπερ ἐδείξαμεν ἀρτίως· ὑμεῖς δὲ δὴ πάλιν οὐ ζητεῖτε Θεὸν ἐν τῷ οἴκῳ αὐτοῦ, εἰστρέχετε δὲ μᾶλλον, καὶ σφόδρα προθύμως ἐν τοῖς τεμένεσι τοῦ Βάαλ· ἐξαιτεῖτε λόγους οὐ παρὰ Θεοῦ, ἀλλὰ τὰ ἐκ τῶν δαιμόνων μαντεύματα. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ ἀναβαίνων εἰς Βαιθὴλ, τουτέστιν εἰς οἶκον Θεοῦ, κατηφάνισε τὰ εἴδωλα, ὑμεῖς δὲ τὸ ἐναντίον ἐν [*](c) οἴκῳ Θεοῦ θεὸν ἐστήσατε γλυπτόν· ἔστησαν γὰρ εἰς Βαιθὴλ τὴν δάμαλιν τὴν χρυσῆν, καίτοι τῆς Βαιθὴλ ἑρμηνευομένης, ὡς εἶπον, οἶκος Θεοῦ. διὰ τοῦτο καὶ διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ Θεὸς περὶ τῆς Ἰουδαίων Συναγωγῆς “Τί ἡ ἠγαπη- [*](Hier. xi. 15.) “μένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;” τουτέστιν εἴδωλον. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ καὶ εἰς οἶκον ἀναβαίνουσι Θεοῦ καθαρίζεσθαί τε καὶ αὐτὰς δὲ τὰς στολὰς [*](7. Hoc ὑβρίζετε assumptum ex D. 8. ὑμῶν om. D. b. habet B. 9. ὑποψίᾳ D. II. τε om. D. 13. μὲν] δὲ Edd. ’itis B.D. b. μου assumptum ex B.D.b. 14. εἰς b. ἐν D. Edd. δὲ pro τε b. Statim αὐτῷ ὁ Θεὸς pro Θεὸς αὐτῷ b. 15. ὑπόσχεσις] ὑπόθεσις b. 16, δὴ assumptum ex B.D. τὸν post ζητεῖτε add. b. 18. Βάαλ· ἐξαιτεῖτε] Βάαλ ἐξαιτεῖτε Pont. Βαὰλ, καὶ ἐξαιτεῖτε AubertllS. ly. δαιμονίων D. 21. Κυρίου pro Θεοῦ D.)
Οὐκοῦν· ἐρῶ γάρ τι πάλιν τῶν εἰς ὄνησιν ἀναγκαίων· κατακρινοῦσιν ἡμᾶς τῶν πατέρων αἱ δόξαι, μὴ τὰ ἶσα φρονεῖν ἑλομένους αὐτοῖς, καὶ διὰ τῶν ὁμοίων κατακαλλύνεσθαι τρόπων τε καὶ σπουδασμάτων. κατακριθησόμεθα δὲ, [*](e) οὐχ ὡς εἰς μόνας ἠδικηκότες τὰς ἑαυτῶν ψυχὰς, ἀλλ’ οἱονείπως καὶ ταῖς τῶν πατέρων εὐκλείαις ἐπιβουλεύσαντες, καὶ προγονικὴν εὐγένειαν καταισχύναντες.
[*](6)Καὶ σύ ἑ Θεῷ σου ἐπιστρέψεις, ἔλεοι κω κρῖμα φυλάσσου, κω ἔγγιζε πρὸς τοι θεόν θοῦ διὰ παντός.