In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Kαὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐμ τὰς σιαγόνας αὐτοῦ. καὶ ἐπιβλέψομαι πρὸς αὐτὸ, δυνήσομαι αὐτῶ.
Ἐπειδὴ γὰρ ἔφασκεν ἠγαπηκέναι τε καὶ ὡς ἐν τάξει βρέφους εἰς βραχίονα λαβεῖν, συντεῖναι δὲ ὥσπερ καὶ ἐν δεσμοῖς ἀγάπης, καίτοι βέβηλον ἔτι καὶ ἀλιτήριον ὄντα τὸν Ἐφραΐμ, [*](Prov. iii. 12.) ταύτῃτοι καὶ ἐπιστρέψειν πλημμελοῦντά φησιν· “Ὃν γὰρ “ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα- “ραδέχεται.” θέα δὲ ὅπως ἡμερότητος οὐκ ἀμοιρήσειν τῆς θεοπρεποῦς καὶ τὸν τῆς ἐπιπλήξεως ὑπισχνεῖται τρόπον. ἐν [*](e) ἴσῳ γὰρ ἔσεσθαί φησι τοῖς εἰς σιαγόνα ῥαπίσμασι διὰ τῆς ἀνθρώπου χειρὸς τὰ ἐπ’ αὐτοὺς κινήματα. πατρὸς δ᾿ ἂν νοοῖτο κίνημα τουτὶ, φειδοῖ καὶ ἀγάπῃ κεραννύντος τὰ ἐξ ὀργῆς, καὶ οἷον ἠρέμα, καὶ χειρὶ πλήττοντος μόλις, ὡς ἂν μὴ ἀνεπιτίμητος ὑπ’ ἄρχῃ παντελῶς.
Ἐπειδὴ δὲ ἠγάπησε, καὶ ἐπιβλέψειν ἐπ᾿ αὐτὸν ἐπαγγέλλεται. ἀξιοῖ γὰρ ἐποπτείας, οὓς ἂν ἕλοιτο τιμᾶν, καὶ δύναται [*](2. ἀντικεκομίσμ. D. 9, ὃτι assumptum ex B.D. 10. ἐληλεγμένοις Edd. 14. αὐτὸν] + καὶ F. (XIi supra lineam.) 15. ἔφασκον Aubertus. 16. συνδεῖναι pro συντεῖναι Edd. 23. ἐπ’ αὐτοῖς D.)
Κατῴκησεν Ἐφραΐμ ἑ γῇ Αἰγύπτῳ, κὼ Ἀσοὺρ αὐτὸς βασιλεὺς [*](5) αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι· κω ἠσθέησεν ῥομφαία [*](6) ἐν ταῖς πόλεσιν αὐτοῦ, κω κατέπαυσεν ἐν ταῖς χερσίν αὐτοῦ. κω φάγονται ἐκ τῶ διαβουλίων αὐτῶι.
Οτι πάντη τε καὶ πάντως εἰς λῆξιν τὴν ἀνωτάτω παντὸς ἡμᾶς ἀποφέρει κακοῦ τὸ ἀπονοσφίζεσθαι Θεοῦ, διανενευκότας [*](c) ἀσχέτως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὰ πονηρὰ, καὶ ταῖς ἀπειθείαις περιυβρίζειν τρόπον τινὰ, καίτοι καλοῦντα πρὸς σωτηρίαν αὐτὸν, σαφηνιεῖ μὲν λέγων καὶ ὁ μακάριος Παῦλος “ Βλέπετε, [*](Heb. xii. 25.) “ἀδελφοὶ, μὴ παραιτήσησθε τὸν καλοῦντα· οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν προκειμένων ἡμῖν ἔσται καταφανές. καταλελοιπὼς γὰρ, φησὶ, τὴν ἐνεγκοῦσαν αὐτὸν ὁ παμμόχθηρος Εφραΐμ γῆν, ὥσπερ ἰδίαν τὴν Αἰγυπτίων ἐποιήσατο, τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφοράς. γέγονε δὲ καὶ ὑπ’ αὐτὸν τὸν [*](d) Ἀσοὺρ, καὶ ὀθνείοις σκήπτροις ὑπήνεγκε τὸν αὐχένα· κατώλισθε γὰρ εἰς τοῦτο ταλαιπωρίας. κἂν εἴ τις ἔροιτο τὴν αἰτίαν, ἀκούσεται λέγοντος τοῦ πάντα εἰδότος Ὅτι [*](2. ἔλοιντο] βούλοιντο D. 6. κύριε assumptum ex D. 12. Hoc γῇ assumptum ex D. (XII.) Ἀσοὺρ B.D. Ἀσσοὺρ Edd. (A.V.) 13. ἠθέλησεν] Sic correxi. ἐθέλησεν Edd. sed (?) ῥομφαία] ἐν ῥομφαίᾳ Edd. (Vat.) Statim ἐν ταῖς πόλεσιν—φάγονται om. D. 20. καὶ om. D. 21. καλοῦντα habet D. 22. καὶ om. D. 26. Ἀσσοὺρ Edd. 28. του] + τὰ Edd. invitis B.D.)
Πικρὸν οὖν ἄρα τὸ ἀτιμάζειν ἀποτολμᾶν ταῖς ἀπειθείαις τὸν σώζοντα, κἂν εἰ προκέοιτό τισι τὸ διαφυγεῖν δύνασθαι πλημμελείας ἐξ ἡμερότητος τῆς παρὰ Θεοῦ, τὸ ῥᾳθυμεῖν οὐκ [*](161 Α. a) ἀζήμιον. κατοικήσομεν γὰρ ἐν Αἰγύπτῳ, τουτεστιν, ἔξοικοι τε καὶ ἀλῆται πάντη τε καὶ πάντως ἐσόμεθα, καὶ οὐχὶ γῆν ἀφέντες τὴν αἰσθητὴν, καὶ εἰς ἑτέραν μετανιστάμενοι, ἀλλὰ τὸν τῶν ἁγίων ἀφέντες κλῆρον· ἐσόμεθα δὲ καὶ ὑπὸ τὸν Ἀσοὺρ, τὸν ο ἄρχοντα δηλονότι τοῦ αἰῶνος τούτου, ὑπ’ αὐτῷ τε κεισόμεθα δοῦλοι καὶ αἰχμάλωτοι, καὶ τοῖς αὐτοῦ θελήμασιν ὑποκύπτοντες, διά τοι τὸ ἀσθενῆσαι καὶ καταπαῦσαι παρ’ ἥμιν τὴν ῤομφαίαν. οὐ γὰρ ἔστιν, οὐκ ἐστι τοῖς φιλαμαρτήμοσιν ἑλεῖν [*](Eph.vi. 11, 17. b) δύνασθαι “τὴν πανοπλίαν τοῦ Θεοῦ,” καὶ τὴν μάχαιραν “τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” μάχαιραν δὲ νοήσεις, καὶ τῆς διανοίας ἡμῶν οἱονεὶ τὴν μαχιμωτάτην τε καὶ φιλοθεωτάτην κίνησιν, ἢν τοῖς πάθεσιν ἀντεξάγοντες, καὶ τοῖς διαβολικοῖς κακουργήμασιν ἀντιτάττοντες, τὴν εὐσεβῆ καὶ ἀμώμητον διάττομεν τρίβον, καὶ τῆς εὐαγγελικῆς πολιτείας ταῖς ἑαυτῶν κεφαλαῖς ἀνάπτομεν τὰ αὐχήματα.
[*](1-5. Haec Θεοῦ—ἐπιστρέψαι accesserunt ex D. 10. ἔχειν D. 18, καὶ ult. om. D. invito Β. 20, Hoc ἀφέντες assumptum ex D. καὶ om. D. Ἀσσοὺρ passim Edd. 21. ἐπ’ pro ὑπ᾿ iid. 27. τοἱονεὶ (sic) D. 30. διάττομεν B.D. διατάττομεν Edd.)Kαὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ [*](7) ὁ Θεὸς ἐμ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ [*](c) αὐτόν.
Δυσέκφραστος κομιδῇ τῶν προκειμένων ὁ νοῦς, καὶ τραχεῖα τῶν λέξεων ἡ συνθήκη, καὶ πολλῆς ἃν δέοιτο τῆς σαφηνείας, τοῖς ἐθέλουσι νοεῖν. ἔστι δὲ ὃ βούλεται δηλοῦν ὡς ἐν ὀλίγῳ, τοιοῦτον. ἀπῴχετο, φησὶν, ὁ Ἐφραΐμ εἰς Αἰγυπτίους, γέγονε δὲ καὶ ὑπὸ βασιλέα, τὸν Ασούρ. εἶτα, ὥσπερ τινὸς πυνθανομένου τε καὶ λέγοντος Ἀνθ’ ὅτου καὶ τίνα τρόπον συγκεχώρηται παθεῖν, ἢ πῶς ἀλλοφύλοις δεδούλευκεν ὁ Ισραὴλ; τίθησιν ἐφεξῆς τὰς ἀπολογίας, καί φησι, πρῶτον μὲν, ὅτι “οὐκ ἠθέλησεν ἐπιστρέψαι·” προκειμένης γὰρ [*](d Supra ver. 5.) ἡμερότητος, ἥλω, φησὶ, καὶ πρὸς τοῦτο ῥᾴθυμος καὶ ἀπειθής· εἶτα, ὅτι “καὶ ἠσθένησε ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ.” [*](Supra ver. 6.) οὐ γὰρ ἦν, ὡς ἔφην, ὁ τοῖς Ἀσσυρίοις ἀντανιστάμενος, ἣ καὶ εὐδόκιμος τὰ τακτικὰ, Θεοῦ τὸ μάχιμον παραλύοντος, καὶ δειλίᾳ που τάχα προκατασείοντος καὶ τὸν εὐσθενῆ λίαν ἐν μάχαις. αἰτία δὲ καὶ ἑτέρα τοῦ πεσεῖν αὐτὸν ὑπὸ τὸν Ασούρ. ποία δὲ αὕτη; ὁ γὰρ λαὸς, τουτέστιν ὁ Ἐφραΐμ, μονονουχὶ καὶ ἐξεκρέματο αὐτοῦ, τοῦ Ἀσούρ δηλονότι, καὶ ἐκ [*](e) της αὐτοῦ κατοικίας ἀπαίρειν ἠθέλησεν εἰς τὴν Περσῶν τε καὶ Μήδων. καὶ οὐ δήπου φαμὲν, ὅτι τοῦτο παθεῖν αὐτὸς ἃν ἠθέλησεν ὁ Ἐφραΐμ, ἀλλ’ ὅσον ἧκεν εἰς τὰ αὐτῷ πεπλημμελημένα, μονονουχὶ καὶ ἐζήτησε παθεῖν τὰ οὕτω δεινὰ, εἴπερ ἐξὸν διαδρᾶναι τὴν ὀργὴν μεταφοιτᾶν ᾑρημένῳ πρὸς τὰ ἀμείνω καὶ πρεπωδέστερα, μονονουχὶ καὶ ἐξεκρέματο τοῦ Ασοὺρ. καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τουτέστι τὴν κατοικίαν [*](a 162 Α.) αὐτοῦ, πρὸς τὴν ἐκείνου βαδίζειν ἀσυνέτως ἐγλίχετο, καίτοι Θεοῦ πάντη τε καὶ πάντως ἐπάξειν αὐτῷ τὰ τοιάδε διειρη- [*](2. ὁ deest in Edd. 3, αὐτούς pro αὐτόν F. 5, τῆς assumptum ex B.D. 19, 19. ἀσούρ D. 20. τοῦ ἀσοὺρ δηλονότι om, D. 27, ἀσσοὺρ D, Aubertus. αὐτοῦ κατοικίαν inverso ordine D.)
Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· [*](c) ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλη τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ’ αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ’ εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν 2 ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορθοῦν ἡμᾶς οὐκ ἀνεχομένου.
[*](8)Τι σε διαθῶ Ἐφραΐμ; ὑπερασπιῶ σου Ἰσραὴλ; τί σε διαθῶ; [*](d) ὡς Ἀδάμα θήσσμαὶ σε κω ὡς Σεβοείμ. μετεστράφη ἡ καρδία [*](9) μου ἑ τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατά τὴν ὀργὴν τοῦ Θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- [*](1. βούλοιντο Aubertus. 5, δορυκτήτων Edd. 8. ὑπεστρωμμένων D. II. θάκοις D. 15. Haec ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ accesserunt ex D. 16. Interpungebant ἑκόντες, pro ἑκόντες Edd. invitis B.D. 22. ἀνδρίαις Edd. invito D. 24. διαθῶ B.D. (Alex. XII.) ποιήσω F. διαθῶμαι Edd. (Vat.) σου] σε F. (Co.) 26. συνεταράχθη] διεταράχθη F. (Co.) ποιήσω] + σε F.)
Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσσεβηκόσιν, [*](e) ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένεσις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ του κρείττονος ἐπιτίμων· οὐ γὰρ ἀν’ ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ’ ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ [*](a 163 Α.) αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀποδείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενήσεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε κα) ὡς Σεβοείμ· πόλεις [*](b Gen. xix. 25; cf. xiv. 8.) δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ’ οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσομαι δέ· μεταβεβούλευμαι γάρ· καὶ οὐκ ἀκράτοις χρήσομαι τοῖς θυμοῖς, οὐκ ἃν δοίην εἰς ἐξάλειψιν παντελῆ, καίτοι πονηρὸν γεγονότα, τὸν Ἐφραΐμ. διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἦσαν ἄξιοι τοῦ παθεῖν αὐτό; ναί φησιν, ἀλλ’ εἰμὶ Θεὸς καὶ οὐκ ’ν, ἀγαθὸς δηλονότι, καὶ οὐχὶ τοῖς ἐξ ὀργῆς κινήμασι παραχωρῶν τὸ νικᾶν· ἀνθρώπινον γὰρ τὸ τοιόνδε πάθος. τί οὖν ἔτι κολάζεις, φησὶν, [*](c) [*](3. προεισήγαγε] προσήγαγε Edd. 4. ἀποτομωτάτην iid. 8. τυχὸν om. D. 18. πρέποι D. πρέπει Edd. 23. καταιβάσιον] Sic edidi. κατοιβάσιον (sic) D. καταβάσιον Β. καταβαῖνον Edd.)
Ωφελεῖ δὴ οὖν ὁ Προφήτης ἡμᾶς, ἀνακεκραγώς τε καὶ [*]( Es. lv 6,7. d) λέγων “Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν “ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ “ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς “αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται. χρὴ γὰρ ἡμᾶς, εἰ περὶ πολλοῦ ποιούμεθα τὸ εἶναι μετὰ Θεοῦ, παντὶ σθένει παραιτεῖσθαι τὸ πλημμελεῖν, μεμνῆσθαί [*](Lev. XX. 26.) τε λέγοντος “Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι.”
[*](10)Καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.
Επιτρέχει τῶν ἁγίων Προφητῶν ἔσθ’ ὅτε τὸν νοῦν [*](e) ἀκριβῶς τῶν ἐσομένων ἡ γνῶσις, ἐναστοράπτοντος τὸ χρῆμα αὐτοῖς τοῦ Ἀγίου Πνεύματος. τοιγάρτοι καὶ μεταξὺ τῶν ἰδίων λόγων, ἤτοι τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ, τάς τινων ἐσθ’ ὅτε προανακεκράγασι φωνὰς, ἢ μετανοούντων, ἢ εὐχαριστούντων, ἢ ἀνασκιρτώντων ἐφ’ οἷς ἂν αὐτοὺς εὐφραίνειν ἐπαγγέλληται Θεός. τοιουτονί τι παθόντα καὶ νῦν τὸν [*](164 Α. a) μακάριον εὑρήσομεν Ὠσηέ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ὑπισχνεῖτο τὴν ἡμερότητα, καὶ οὐκ εἰσάπαν ἔφασκεν ὁλοθρεύσειν τοὺς ἡμαρτηκότας, ὅτι τε εἴη Θεὸς, ἀγαθὸς δηλονότι, καὶ οὐκ ἄνθρωπος· οὐ γάρ τοι καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οἱ δὲ ὥσπερ ἐπεγνωκότες τὰ οἰκεῖα πλημμελήματα, καὶ κατερυθριῶντες ἤδη πὼς ἐπὶ τῇ πλείστη τε καὶ ἀδοκήτῳ χάριτι, καταλήξειν ἐπαγγέλλονται τῶν σφίσιν ἐξηυρημένων, [*](5. διασμήχων] καὶ διασμήχων Edd. invito D. 9, ἐπικαλέσασθαι D. ἡμῖν D. 14. εἰμι om. D. (XI.) 27, κτῆσιν Edd. ante Migne.)