In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπειδὴ γὰρ ἔφη, “Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ [*](Supra ver. 7.) “τοὺς κλήρους αὐτῶν·” ἐλέγομεν δὲ ἡμεῖς, ἐρυσίβην ὠνομάσθαι [*](Supra 85 e.) τὴν ἐκ τοῦ πολέμου κάκωσιν καὶ ἀφανισμόν· διδάσκων, ὅτι γέγονεν ἐπὶ θύραις, συμβήσεται δὲ, καὶ οὐκ εἰς μακρὰν, σαλπίζειν εὖ μάλα, ὡς ἔφην, προστέταχε, καὶ πρό γε τῶν ἄλλων ἐπὶ τοὺς τῶν εἰδώλων τόπους, ἢ ὡς ὅσον οὐδέπω καταπρησθήσεσθαι μέλλοντας καὶ σεισθησομένους, ἤγουν ὅτι γεγόνασιν αὐτοὶ τοῦ πολέμου πρόφασις καὶ τῆς ἀνηκέστου [*](b) συμφορᾶς τοῖς πεπλανημένοις. ὅταν οὖν λέγῃ τὸ χρῆναι σαλπίζειν ἐπὶ τοὺς βουνοὺς καὶ ἐπὶ τὰ ὑψηλὰ καὶ ἐν τῶ οἴκω ὢν, τοὺς τῶν εἰδώλων νοήσεις τόπους. ἰστέον δὲ, [*](1. τῷ om. D. 3. ἔφην pro φησιν D. 7. οὕτω pro οὗτοι D. 10. οὐδέπω D. Migne. οὔπω Β. οὐδέπου Edd. 13. ἐπέθεντο] ἔγεντο iid. 14. ἄλλοτε] ἅλλοι τε iid. 15. μέλησιν B.D. 17. δειμάτων D. δειγμάτων Β. Edd. 21. καὶ] + τὸν Edd. invito D. 22. καὶ om. D. 23. Haec ὡς ἔφην assumpta ex D. 24. οὐδέπω] οὐδέπου Edd. ante Migne. οὔπω D. 28. ἐπὶ alt. om, D. τὸ post καὶ add. D.)

125
ὅτι τοῖς ἄλλοις ἑρμηνευταῖς εἰς τὸ ἐν τῶ τῷ ὢν, οὐ συνηνέχθησαν οἱ ἑβδομήκοντα. οἱ μὲν γὰρ εἰρήκασιν, εἰς οἶκον ἀνωφελοῦς, τουτέστιν, εἰδώλου παντός· οἱ δὲ, τὸ ἐν τῷ οἴκῳ ὤν. οἰησόμεθα δὴ οὖν, ἐκεῖνο βούλεσθαι νυνὶ τὸν προφητικὸν ἡμῖν ὑποσημῆναι λόγον, ὅτι χρὴ σαλπίζειν αὐτοὺς, οὐκ ἐπὶ μόνους τοὺς βουνοὺς καὶ τ‘ὶ ὑψηλὰ, τουτέστιν, οὐ κατὰ μόνης τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν [*](c) τῶν ἐν Σαμαρείᾳ, ἀλλὰ καὶ κατὰ ταύτης τῆς οὔσης ἐν τοῖς Ιεροσολύμοις παρά τε τῷ Ἰούδα καὶ τῷ Βενιαμίν. προσεκύνουν γὰρ, ὡς ἔφην, τῷ ἡλίῳ· ὢν δέ ἐστιν ὁ ἥλιος· Θεὸν ῥιπτοῦντες κατόπιν, καὶ ἀποστρεφόμενοι τὰ αὐτοῦ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἔχειν τὰ ὀπίσθια πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, δῆλον δὲ ὅτι τοῦ ἡλίου. ὅταν τοίνυν ἀκούσης τὸ ἐν τῷ οὔκῳ ὢν, οἶκον ἢ τέμενος νοήσεις θεοῦ ψευδωνύμου παντὸς καὶ πεποιημένου, ἤτοι τοῦ ἡλίου. ἄτοπον δὲ οὐδὲν ἢ ἀπίθανον εἶναί τῳ δόξειεν ἂν, οἶκον ἡλίου [*](d) τοὺς ἡλίῳ προσκυνοῦντας νοεῖσθαί τε καὶ ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ οἶκος Θεοῦ νοηθεῖεν ἂν οἱ τὰ αὐτοῦ φρονοῦντες καὶ πράττοντες καὶ αὐτῷ τὸ σέβας ἀνάπτοντες. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὴν δάμαλιν τὴν χρυσῆν ὢν ὀνομάζεσθαι, φορέσει καὶ οὕτως τὸ πιθανὸν ὁ λόγος. ὁ μὲν γὰρ θεομισὴς Ἱεροβοὰμ πρὸς τὸ τῶν Αἰγυπτίων σέβας, φημὶ δὴ τὸν Ἄπιν, τὰς δαμάλεις εἰργάζετο. τετιμήκασι δὲ τὸν Ἄπιν Αἰγύπτιοι, σελήνης μὲν τέκνον εἶναι λέγοντες· τοιγάρτοι καὶ μηνοειδὲς ἐπὶ μετώπου εἶχε σημεῖον· ἔκγονον δὲ ὥσπερ ἡλίου πιστεύοντες εἶναι, διὰ τὸ, κάταγε τὸ αὐτοῖς [*](e) δοκοῦν, ἐξ ἡλίου τὴν σελήνην φωτίζεσθαι. οὐκοῦν ὡς σελήνης μὲν τέκνον, ἡλίου δὲ ἔκγονον ἐτίμων τὸν Ἄπιν· ἀπεκόμιζε δὲ αὐτοὺς εἰς τοῦτο δὴ πλάνης καὶ λογισμῶν ἀθλιότητος ὁ πολυμήχανος δράκων, τουτέστιν ὁ σατανᾶς. σαλπίζειν οὖν [*](3. τὸ assumptum ex B.D. 8. τῶν om. D. Statim εἰς Σαμάρειαν b. κατ’ αὐτῆς D. 9. παρά τε] παρά γε b. 14. ὑπακούσῃς D. 19. Haec κοὶ πράττοντες accesserunt ex D. 20. δὴ assumptum ex B.D. 25. μετώποις. D. 26. τοι] τὸ B.D. 29. μὲν γὰρ pro δὲ D.)
126
ἄρα προστέταχεν ἐπί τε τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ καὶ ἐν [*](88 Α. a) τῷ οὔκῳ ὢν, τουτέστι τῆς δαμάλεως τῆς χρυσῆς. ποῖα δὲ ἦν ἄρα τὰ ἀμφοῖν ἐγκλήματα, καὶ ὁ τοῦ χρῆναι κολάζεσθαι λόγος, καθίστησιν ἐναργὲς, ἐπιφέρων εὐθύς, ἐξέστη Βενιαμὶν, ἀντὶ τοῦ τῶν ἰδίων ἐκπεφοίτηκεν ἐθῶν, ἤγουν τῆς ἀρίστης ἀπώλισθε φρενός· τοῦτο γὰρ ἀληθῶς ἡ ἔκστασις ἐπὶ φαύλων νοοῖτο. κατηφάνισται δὲ καὶ Ἐφραΐμ. πλὴν οὐχ οὕτω ταῦτά φησιν. ἐν γὰρ ἡμέραις ἐλέγχου τῆς ἀμφοῖν πλημμελείας ἔδειξα πιστοὶ, βεβαίους καὶ ἀληθεῖς τοὺς [*](b) ἐμοὺς ἀποφήνας λόγους. συμβέβηκε γὰρ αὐτοῖς, ἅπερ ἤδη προεῖπον, καὶ οὐδὲν διέψευσται τῶν ἐμῶν. ἐπειδὴ γὰρ ἐξέστησαν τῶν ἀρχαίων ἐθῶν, καὶ φρενὸς ἔξω γεγόνασιν ἀγαθῆς, ἐξώσθησαν καὶ αὐτῆς τῆς ἑαυτῶν χώρας, καὶ ἀποπεπτώκασιν ὁμοῦ τῆς εἰς Θεὸν ἀγάπης, καὶ πάσης εὐημερίας.

Εψεται δὲ καὶ ἑτέρως τοῖς καταλιμπάνουσι Θεὸν, τὸ ἐξίστασθαι δεῖν καὶ ἀγαθῆς ἁπάσης ἐννοίας, καὶ μὴν καὶ ἔργου παντὸς τοῦ τετραμμένου πρὸς ἀρετήν. βαδιοῦνται δὲ [*](c) πρὸς ἀφανισμὸν, ἐλέγχοντός τε καὶ ἐπιτιμῶντος Θεοῦ, καὶ τῆς ῥᾳθυμίας ἐξαιτοῦντος δίκας. χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ζωὴν, τὸ εἶναι μετὰ Θεοῦ, μόνον δὲ οὐχὶ τὸ [*](Ps. lxii. 8.) ἐν ψαλμοῖς ἐκεῖνο βοᾶν, “Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω “σου. ἀντιλήψεται γὰρ τότε καὶ ἐπικουρήσει προθύμως ἡ [*](S. Joan. x. 28.) δεξιὰ τοῦ πάντα ἰσχύοντος, ἀφ’ ἧς οὐδεὶς ἁρπάσει κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.

[*](10)

Ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

[*](Supra ver. 8. d)