In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς, καὶ ἐλεἡσω τὴν οὐκ ἠλεημένην, καὶ ἐρῶ τῷ οὐ λαῷ μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ Θεός μου εἶ σύ.

[*](d)

Τὸ ἐμαυτῷ δὴ πάλιν συνήσεις διχῶς. ἀποφανῶ γάρ φησιν οἱονεί πως εὐθαλῆ τε καὶ ἔγκαρπον· δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι τὸν ἀβούλητον ἐμοὶ διαπεραίνουσαν νόμον, οὔτε μὴν προσερηρεῖσθαι τοῖς τύποις ἀπρὶξ ᾑρημένην· ἀλλὰ τὸ ὅτι μάλιστα τῷ Θεῷ φίλον τε δοκοῦν, καὶ εὖ ἔχειν ὑπειλημμένον, κατορθοῦν ἑλομένην. οὐκοῦν ἐμαυτῷ κατασπερῶ· τὸν γὰρ ἐμὸν εἰσδέξεται σπόρον [*](e) ἵνα νοῶμεν τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ οὐκέτι τὸν διὰ Μωυσέως, καθὰ καὶ ἐν ἀρχαῖς· ἐγεωργεῖτο γὰρ πάλαι τοῖς τύποις. ἤγουν τὸ ἐμαυτῷ καὶ καθ᾿ ἕτερον ἐκδέξῃ τρόπον. αὐτοῦργὸς γὰρ ἔσομαι, φησὶ, πρὸς τὴν ἐπ᾿ αὐτῇ φροντίδα, καὶ οἷόν τινα γῆν πίονά τε καὶ εὐήροτον, οὐ δι᾿ ἐτέρου τινὸς ἀλλ᾿ ἐμαυτοῦ κατασπερῶ. λελάληκε γὰρ ἡμῖν ὁ θεὸς καὶ [*](Heb. i. 1. 57 A. a) Πατὴρ ἐν Υἱῷ· καίτοι τοῖς πάλαι λαλήσας διὰ προφητῶν ἁγίων “πολυμερῶς τε καὶ πολυτρόπως.” ληΐοις δὲ παρεικάζει τοῖς ἐν ἀγρῷ καὶ αὐτὸς ὁ Σωτὴρ τὴν ἀμέτρητον τῶν πεπιστευκότων πληθύν. καὶ γοῦν ἔφη τοῖς ἁγίοις [*](S. Joan. iv. 35, 6) ἀποστόλοις, “Οὐχ ὑμεῖς λέγετε, ὅτι τετράμηνός ἐστι, καὶ “ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν Ἐπάρατε τοὺς ὀφθαλ- “μοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν [*](I.θεοῦ σπορὰ inverso ordine D. ἐστι τὸ (sic) Edd. 2. γεγεννημένος. D Edebatur γεγενημένος. 3. κἂν D. καὶ Edd. λαλοῖτο] καλοῖτο Edd. statim τὸ assumptum ex B. D. 4. ἐλεήσω τὴν οὐκ ἠλεημένην D. F. Edd. (Alex. XII.) ἀγαπήσω τὴν οὐκ ἠγαπημένην B. (Vat.) sed cf. infra 57 b. 8. φησιν post πως transp. D. Statim οἱονεί D. oἶόν Edd. εὔκαρπον D. 10. προσερεῖσθαι (sic) Edd. 11. ᾑρημένην B. ᾗρημένους iid. ᾑρημένοις D. καὶ post τε add. D. 12. ἑλομένοις D. 18. οἵά D. 19. ἐμαυτῷ D.)

81
“πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ [*](S. Matth. ix. 37, 8.) “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν [*](b) “αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ [*](Mal. iii. 12.) τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν [*](1 Cor. iii. 9.) Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ [*](S. Joan. ix. 29.) “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ [*](Ib. viii. 19.) “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν [*](1S Joan. 11. 23.) “Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”

[*](d)

Καὶ εἶπε Κύροις πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα [*](Κεφ. γ΄.) ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίδα, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.