In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς, καὶ δήσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν.

[*](e)

Ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν διὰ Χριστοῦ σωτηρίαν καθυπισχνεῖται λαμπρῶς, καὶ τῶν τῆς ἐπιδημίας διαμέμνηται [*](Ηier. xxxviii. 33.) χρόνων, καθ’ οὓς πεπληρῶσθαί φαμεν τὸ ‘‘Ἐν ταῖς ἡμέραις ‘‘ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ διδοὺς νόμους μου εἰς ‘‘διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.’’ οὕτω γὰρ δὴ καὶ ὁ σοψώτατος Παῦλος τοῖς τὴν οὕτω λαμ- πρὰν καὶ ἀξιόληπτον ἀληθῶς καταπλουτήσασι χάριν ἐπι- [*](46 Α. 2 Cor. iii. 2, 3. a) στέλλει, λέγων, ‘‘Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμ- ‘‘ μένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκο- [*](3. εὔυδρον] ἔνυδρον Εdd. εἰς accessit ex B. Cat. Mosq. 4. ςκληρόν Εdd. invitis B. Cat. cit. 6. τόπον] Sic Cat. cit. τρόπον Β. Εdd. Statim καὶ assumptum ex Cat. 8. ὁ alt. assumptum ex B. 23. διδοὺς] + δώσω [διδώσω (sic) Pont.] Edd. 24. ἐπιγράψω] οὐκ γράψω (sic) Pont. ἐγγρά ψω Αub.)

65
‘‘μένη ὐπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ‘‘ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη ‘‘οὐ μέλανι, ἀλλὰ Πνεύματι θεοῦ ζῶντος.’’ διδακτοὶ γὰρ [*](S. Joan.vi. 45.) θεοῦγεγόναμεν οἱ πεπιστευκότες· καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης προσπεψώνηκε, λέγων ‘‘Καὶ ὑμεῖς χρίσμα ἔχετε [*](1S. Joan. ii. 20, 7.) ‘‘ἀπὸ τοῦ ἁγίου, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ‘‘ὑμᾶς· ἀλλὰ καθὼς τὸ αὐτοῦ πνεῦμα διδάσκει ὑμᾶς περὶ [*](b) ‘‘πάντων.’’ παραδεξάμενοι τοίνυν τὸ Πνεῦμα, καὶ εἰς καρδίαν ἔσω λοιπὸν ἔχοντες αὐτὸν ἐνοικοῦντα Χριστὸν, τῶν ἀναγκάων εἰσηγητὴν, ἁπάσης εὐθὺς ἀρετῆς ἰδέαν πεπλουτήκαμεν, καὶ τὴν τῶν πνευματικῶν χαρισμάτων ἀμφιλαφῆ τε καὶ ἀναπόβλητον κτῆσιν. καὶ κὴ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων Παῦλος· ‘‘Ὅτι ἃ ὀφθαλμὸς οὐκ εἶδε, [*](1 Cor. ii. 9.) ‘‘καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ‘‘ ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.’’ ἐπαγγέλλεται τοίνυν λαλήσειν εἰς τὴν καρδίαν αὐτῆς· κεκλήσεται γὰρ εἰς [*](c) ἐπίγνωσιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τοῦς θείους εἰς νοῦν λαβοῦσα νόμους ἐγκεχαραγμένους διὰ τοῦ Πνεύματος, καθὰ καὶ ἡ ἐξ ἐθνῶν ἐκκληςία· ἔσται δὲ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, ἀντὶ τοῦ ἐντεπῦθεν, ἤγουν τοῦδε τοῦ πράγματος. ἀπὸ γάρ τοι τοῦ λαλῆσαι θεὸν ἐν ἡμῖν ἐνηχῆσαί τε διὰ τοῦ Πνεύματος τὰ ὅσαπέρ ἐστιν ἀναγκαῖα πρὸς ζωὴν καὶ θεογνωςίαν τὴν ἐν Χριστῷ νοουμένην, δἰ οὖ καὶ ἐν ᾦ τὸν Πατέρα τεθεάμεθα, πεπλουτήκαμεν, ὡς ἔφην, τὴν ἀμάραντον ἐλπίδα, τὴν δόξαν, τὰ αὐχήματα τῆς υἱοθεςίας, τὴν χάριν, καὶ τὸ αὐτῷ συμ- [*](d) βασιλεῦσαι Χριστῷ· αὖται τῶν ἁγίων αἱ κτήσεις· οὖτος ὁ οὐράνιος πλοῦτος. φρονεῖν μὲν γὰρ ἀνέχονται τῶν ἐπιγείων οὐδέν· μεμιςήκασι δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ.

Καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς.

Ἕψεται πάλιν τῷ λόγῳ τὸ δώσω. δώσω γάρ φησι τὰ κτήματα αὐτῆς ἐκεῖθεν· δώσω δὲ ὁμοίως καὶ τὴν κοιλάδα [*](e) [*](1. φανερουμένη Β. 7. περὶ πάντων οm. B Statim haec παραδεξάμενοι τοίνυν τὸ Πνεῦμα accesserunt ex B. 13. οἶδε pro εἶδε Edd. ante Migne. 14. καὶ post ἤκουσε οm. iid. 21. καὶ pro διὰ iid. 31. καὶ assumptum ex B.)

66
Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς. καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτο· ἡμεῖς οἱ πεπεστευκότες ὑποτύπωςίν τινα τῶν πρακτέων τὰ τοῖς ἀρχαίοις συμβεβηκότα ποιεῖσθαι σπουδά- ζοντες, παραιτούμεθα μὲν ὡς ὀλέθρου πρόξενον τὸ προσκρούειν θεῷ· ζητοῦμεν δὲ μᾶλλον καὶ διὰ φροντίδος πεποιήμεθα τὸ ἀποπεραίνειν τὸ ἀνδάνον ἀὐτῷ. προτρέπει γὰρ ἡμᾶς εἰς [*](1 Cor.x. 11.) τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, οὕτω λέγων ‘‘Ταῦτα δὲ [*](47 Α. a) ‘‘ τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεςίαν ‘‘ ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.’’ τρόπος οὖν ἄρα παιδαγωγίας εἰς ἀρετὴν, τὸ δεῖν οἴεσθαι καθορᾶν τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα.

Ὅτι τοίνυν οἱ ἀπειθεῖς καὶ ἐξήνιοι, καὶ τῶν θείων ἐν- ταλμάτων καταφρονηταὶ, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ, κρίνοντος τοῦ Χριστοῦ, παραδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως, ὡς ἔν γε τοῖς τύποις, τὰ ἐπὶ τῷ Ἄχαρ πεπραγμένα κατὰ καιροὺς, ὃς τῆς θείας ἀλογήσας ἐντολῆς, καὶ κεκλοφὼς ἐκ τοῦ ἀναθήματος, τετιμώρηται πανοικὶ, ποινὴν ἐπαρτή- [*](b) σαντος τὴν ἐσχάτην αὐτῷ Ἰησοῦ τοῦ Ναυῆ, τὴν τοῦ Χριστοῦ πληροῦντος εἰκόνα. ἐστρατηγησε γὰρ μετὰ Μωυςέα, καὶ αὐτὸς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὸς Ἰσραὴλ, καὶ αὐτὸς αὐτοῖς κατεκληροδότησε τῆς ἐπαγγελίας τὴν γῆν. ἔχει δὲ οὕτω τὰ ἐπὶ τῷ Ἄχαρ γεγραμμένα. ἐπειδὴ γὰρ ἑάλω κεκλο- [*](Jos. vii. 24-6.) φὼς, καὶ ὡμολόγει τὴν ἁμαρτίαν, ‘‘ Καὶ ἔλαβε, φηςὶν, Ἰησοῦς ‘‘τὸν Ἄχαρ υἱὸν Ζαπὰ καὶ ἀπήγαγεν αὐτὸν εἰς φάραγγα ‘‘Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ ‘‘τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ τὰ πρόβατα c‘‘ αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα ‘‘αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς ‘‘εἰς Ἐμεκαχώρ. καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ Τί ὅτι ὠλό- ‘‘ θρευσας ἡμᾶς; ἐξολοθρε;σαι σε Κύριος καθὰ καὶ σήμερον. ‘‘ καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ἱσραὴλ, καὶ ἐπέστησαν [*](2. τοιοῦτον Εdd. 12. ἀπιθεῖς Εdd. ante Migne. ἐνταλμάτων accessit ex B. 23. ὡμολόηει] ὡμολόηγσε Edd.)

67
‘‘ αὐτῷ σωρὸν λίθων μέγαν.’’ Ἀχὼρ μὲν οὖν ἑρμηνεύεται διαστροφή· προσεπενηνεγμένου δὲ τοῦ Ἐμὲκ, νοεῖται δὴ πάλιν κοιλὰς διαστροφῆς· ἐκεῖ τὸν Ἄχαρ ἀπεκτόνασιν ὡς θεομιςῆ καὶ φιλόπλουτον οἱ υἱοὶ Ἰσραὴλ, προσθέντες αὐτῷ [*](d) καὶ πάντα τὰ αὐτοῦ· γέγραπται γὰρ ὅτι ‘‘Οἱ ἀσεβεῖς [*](Cf Prov. ii. 22.) ‘‘ ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται.’’ οὕτως ἔσται καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καθί- κηται χριστὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. [*](S.Matth. xvi. 27.) τοὺς γὰρ ἀπειθεῖν ᾐρημένους ταῖς θείαις ἐντολαῖς, καὶ τὰ ἐν κόσμῳ μᾶλλον ἠγαπηκότας, οἶον εἰς φάραγγα βαθεῖαν τὸν ᾄδην κατενεηκὼν, κακοὺς κακῶς ἀπολέσει. Δώσω τοίνυν [*](Ιb. xxi. 41.) φηςὶ τὴν κοιλάδα Ἀχὼρ ἤτοι Ἐμεκαχὼρ, εἰς τὸ διανοῖξαι σύνεσιν αὐτῆς. ἔσται γὰρ αὐτῇ, φηςὶ, τῶν σφόδρα e χρηςίμων εἰς τὸ ἀνανῆψαι δεῖν, καὶ ἐκ τῆς ἀρχαίας πωρώσεως τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρῦναι λοιπὸν, τὰ πεπραγμένα κατὰ καιροὺς ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ· διαστροφῆς δὲ κοιλάδα τὸν χῶρον ὠωόμασεν, ἐκεῖ γὰρ πεπτώκασι τῶν ἐξ Ἰσραὴλ οὐκ ὀλίγοι, διωκόντων αὐτοὺς [*](Jos. vii. 5.) τῶν ἀπὸ τῆς Γαΐν, καὶ πολλὴν συνέβη γενέσθαι διαστροφὴν, οἰηθέντος Ἰησοῦ τῆς περὶ θεοῦ φειδοῦς καὶ ἐπικουρίας [*](a 48 A.) ἀπολισθῆναι τὸν Ἰσραήλ. τὰ πεπραγμένα δὴ οὖν, φηςὶν, ἐν τῇ φάραγγι τῆς διαστροφῆς ἐπὶ τῷ τὴν θείαν ἐντολὴν παραλύσαι τολμήσαντι διανοίξει τὴν σύνεσιν αὐτῆς πρὸς τὸ εἰδέναι λαμπρῶς, εἰς οἶον ἐκβήσεται τέλος τοῖς καταφρονεῖν ἐθέλουσι τὸ ἐγχείρημα. ἄθρει δὲ ὅπως οὐ πρότερον δέδοται πρὸς τὸ διανοῖξαι σύνεσιν αὐτῆς ἡ κοιλὰς, ἡ Ἀχὼρ, πρὶν ἂν λελάληκεν εἰς τὴν καρδίαν αὐτῆς. οὐ γὰρ ἂν συνεῖεν τὰς θείας ἐντολὰς οἱ τῶν Ἰουκαίων δῆμοι, ἀλλ’οὐδ’ ἂν ἐν [*](b) τύποις καταθρήσειαν ἂν τὸ Χριστοῦ μυστήριον, εἰ μὴ ἀρα καθ’ἡμᾶς τοὺς ἤδη πεπιστευκότας τὴν τοῦ Ἁγίου Πνεύματος [*](2. ἐμὲκ νοεῖται] Sic edidi. ἐμὲκ . . . . νοεῖται (quatuor literis erasis) B. ἐμεκαχὼρ νοεῖται Edd. 7. καὶ assumptum ex B. 16. ἐμὲκ ἀχὼρ (passim) D. 18. oὐκ οm. D. 19. γὲθ pro γαΐν D. 21. φηςὶν οm. D. 29. αν assumptum ex D. 30. διὰ post τὴν αdd. D.)
68
καταπλουτήσειαν μέθεξιν, καὶ τῆς ἄνωθεν φωταγωηίας ἀπο- δειχθεῖεν μετεσχηκότες. πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς ὁ μακάριος γράφων Παῦλος περὶ τῶν ἐξ αἵματος Ἰσράήλ· [*](2 Cor. iii. 14-17.) ‘‘Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ‘‘ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτό- ‘‘μενον, ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ’ ἕως σήμερον, ‘‘ἡνίκα ἂν ἀναγινώσκηται Μωυςῆς, κάλυμμα ἐπὶ τὴν καρ- [*](c) ‘‘δίαν αὐτῶν κεῖται. ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ‘‘περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστίν· ‘‘ οὖ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.’’ πρότερον τοίνυν εἰς τὴν καρδίαν αὐτῆς λαλήσειν ἐπαγγέλλεται, τοῦς θείους αὐτοῖς ἐγχαράττοντος νόμους καὶ παιδαγνγίαν τὴν ἄνωθεν τοῦ Ἁγίου Πνεύματος· εἶθ’ οὕτως συνήσειν καὶ τὰ ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ τυπικῶς τε καὶ ἱστορικῶς πεπραγμένα, καὶ οὐκ [*](d) ἀνικάνως ἔχοντα πρὸς τὸ διανοῖξαι τὴν σύνεσιν αὐτῆς, καὶ [*](Rom. xi. 25.) τῆς ἀρχαίας πωρώσεως ἀπαλλάξαι λοιπόν. ‘‘Πώρωσις γὰρ ‘‘ ἀπὸ μέρους γέγονε τῷ Ἰσραῆλ,’’ καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος.

Καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰψ ἡμέρας τῆς νηπλότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου.

Ὅταν αὐτῆς εἰς νοῦν καὶ καρδάαν λαλήσω, φηςὶ, καὶ δώσω τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς, ἐκεῖ, [*](e) τουτέστι τὸ τηνικάδε, ταπεινωθήσεται, καὶ οὐκ ἐπίτι τῶν ἀνιᾶν εἰωθότων καθεεμένη τε καὶ ὑφιζάνουσα, τρόπον δὲ μᾶλλον ἀφεῖσα λοιπὸν τὸν ἀπειθῆ καὶ δυςάγωγον, καὶ τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν ἐνεχόμενον· ἀλαζὼν γὰρ ὁ ἀπει- θὴς, καὶ οἱονεί πως ἀνάντης καὶ ἐξήνιος, καὶ παρ’ οὐκὲν ἡηεῖσθαι μεμελετηκὼς τὴν εἴς γε τὸ χρῆναι πληροῦν τὸν νόμον αἰδῶ· [*](4. αὐτὸ assumptum ex B. D. 7. ἂν ἀναγινώσκται D. ἀναγινώσκεται Εdd. 10. τὸ assumptum ex D. 11. αὐτοῖς] αὐτῆς Εdd. 19. τῆς assumptum ex D. (42.) 20. ἀναβάσεως ] τῆς ἐξόδου D. (233.) 22. δῶ D. 23. καὶ οm. D. 25. ἀφειῖσα D. 26. τῆς assumptum ex B. D. 27. καὶ ἐξήνιος] ὁ ἐξήνιος D. 28. γε om. D.)

69
ταπεινὸς δὲ λίαν, καὶ οἱονενίπως εὐπρόσιτος ὁ πρὸς εὐπείθειαν εὕκολος, καὶ Θεῷ λίαν ἠγαπημένος. καὶ γοῦν ἔφη που δἰ ἑνὸς [*](a 49 A. Es ixvi. 2.) τῶν ἁγίων προφητῶν “Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ “τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;” 5 ὅταν οὖν λαλήσω, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς, τότε δὴ τότε καὶ αὐτὴ ταπεινωθήσεται, καθὰ καὶ ἐν ἀρχαῖς, ὅτε καλοῦντος Μωυσέως, καὶ τῆς Αἰγυπτίων ἀπαίρειν προστεταχότος τοῦ φιλικτίρμονος Θεοῦ, προθυμότατα μὲν τοῦτο δρᾶν ἐσπούδαζον, καὶ τῆς τῶν πλεονεκτούντων ἀπέτρεχον 10 γῆς· ὁρίζοντος δὲ τοὺς νόμους ἐν Χωρὴβ, συναγηγερμένοι [*](b) μετὰ Μωυσέως ἐπὶ τὸ ὄρος τὸ Σινὰ, κατεπηγγέλλοντο λέγοντες “Πάντα ὅσα εἶπεν ἡμῖν Κύριος ὁ Θεὸς, ποιήσομεν [*](Exod. xix. 8; xxiv. 7.) “καὶ ἀκουσόμεθα.” οὐκοῦν ἔσται ταπεινὴ καὶ εὐήνιος, καθὰ καὶ ἐν ἀρχαῖς ὅσα τὴν διὰ νόμου πρὸς θεογνωσίαν λαβοῦσα 15 γέννησιν, ἀσμένως ἐδέχετο τὸ τῷ θεῷ δοκοῦ. νηπιότητος τοίνυν ἡμέρας, τὴν διιὰ νόμου φησὶν ἀναγέννησιν εἰς θεογνωσίαν· τοιγάρτοι καὶ ἔφασκεν “Υἱὸς πρωτότοκός μου [*](Ib. iv. 22.) “Ἰσραήλ.”

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει Κύριος, καλέσει με Ὁ ἀνήρ [*](c) μου, καὶ οὐ καλέσει με οὐκέτι Βααλείμ. καὶ ἐξαρῶ τὰ ὀμόματα τῶν Βααλεὶμ ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μἠ μνησθῶσιν οὐκ ἔτι τὰ ὀνόματα αὐτῶν.

Ἡμέραν μὲν οὖν ἐν τούτοις τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ὀνομάζει καιρόν. κεκλήσεται γὰρ ἠμέρα κυρίως τε καὶ ἀληθῶς τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ὀ καιρὸς, καθ᾿ ὃν Ἡ ἐν κόσμῳ λέλυτα μὲν ἀχλὺς, ἠφάνισται δὲ καὶ τὸ σκότος· λαυπραὶ δὲ ὥσπερ ἀνίσχουσιν ἀυγαὶ κατὰ νοῦν τοῖς [*](3, καὶ accessit ex D. 5. φησι λαλήσω inverso ordine D. 8. προθυμώτατα Edd. 11. τὸ alt. assumptum ex B. 14. λαχοῦσα D. 15 ἐδέχοντο D. τῷ om. D. Interpunxit δοκοῦν νηπιότητος. τοίνυν Aubertus. 19. λέγει] φησι D. (233.) ὁ deest in Edd. 20. οὐκέτι] Sic B. D. (Alex.) ἔτι Edd. (Vat.) 21. τοῦ assumptum ex B. D. (22. al.) sed cf. infra 50. b 23. οὖν assumptum ex D. 24 τε assumptum ex D. 26. τὸ σκότος] ὁ σκότος D.)

70
[*](d) πεπειστε;κόσι, καὶ ὁ τῆς δικαιοσύνησ ἐπέλαμψεν ἥλιος, τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς ἐνιεὶς τοῖς ἀνευρύνειν εἰδόσι τῆς διανοίας τὸν ὀφθαλμόν. κατ᾿ ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, κεκλημένη πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος θεοῦ, καταλήξει μὲν τῆς ἀρχαίας ἐκείνης καὶ στυγητῆς ἐλαθρίας· εὐπαράξορος δὲ οὐκέτι πρὸς ἀποστασίαν ἔσται. πόθεν; βεβηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς βηκότα δὲ μᾶλλον ὀρθῶς τε καὶ ὑγιῶς, καὶ ἀκράδαντον εἰς εὐσέβειαν ἕξει τὸν νοῦν, ὡς μηδὲ ὅσον εἰπεῖν εἰς λόγου [*](e) χρῆσιν ἐλθεῖν τὰ τῶν εἰδώλων ὀνόματα. καλεσει γάρ με Φησὶν Ὁ ἀνήρ μου, καὶ οὐ καλεσει με οὐκετι Βααλεὶμ, τουτέστιν, ἀποπεπαύσεται τοῦ εἶναι μαχλὰς, καὶ παραιτήσεται μὲν τὸ προνεύειν ἔτι, ποιήσεται δὲ περὶ πολλοῦ τὸ εἶναι γνησία, καὶ ὁμολογήσει τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν πνευματικήν. ἐπικαλέσεται δὲ οὐδαμῶς τὰ Βααλεὶμ, θεοὺς εἶναι νομίζουσα τὰ ἐκ λίθων πεποιημένα, καὶ ταῖς τινων [*](50 A. a) Οὐκοῦν ἐμὲ μὲν φησὶ καλέσει Ὁ ἀνήρ μου. σώφρων γὰρ οἷά τις καὶ ἐπιεικεστάτη γυνὴ ποιήσεται πρός με τὴν ἀποστροφήν, ἀγαπήσει δὲ λοιπὸν τῶν ἄλλων οὐδένα, ἐπικαλέσεται δὲ οὐκέτι τὰ Βααλείμ. καὶ καθ᾿ ἔτερον δὲ τρόπον, εἴπερ τῳ δοκεῖ, τὸ εἰρημένον ἐκδέξεται.

Βααλεὶμ μὲν γὰρ ὁμολογουμένως σημαίνεται τὰ εἴδωλα. ἐν ἔθει δὲ ἦν ταῖς Ἑβραίων γυναιξὶ τοὺς ἰδίους ἄυδρας τοῖς τῶν ψευδωνύμων θεῶν ὀνόμασιν ἀποκαλεῖν, δέ φασι τοῦ τοιοῦδε πράγματος, Νῖνον τὸν Βαβυλώνιον, ὅς τὸν ἴδιον πατέρα μετωνόμασε Βῆλον, ἐκ τοῦ παρ᾿ αὐτοῖς εἰδώλου, φημὶ δὴ τοῦ Βήλ. ὅτι τοίνυιν ἀποπεπαύσεται καὶ τῆς οὕτως αἰσχρᾶς συνηθείας, καταμεμήυνκεν εἰπών Καλε;σει με Ὁ ἀνήρ [*](5. άρχῆς Edd. 6. ἔσται.πόθεν;] Sic correxi ex D. (πόθεν· D.) Edebatur ἔσται ποθέν. 9. ἐλθεῖν]ἔχειν D. 11. ἀποπαύσεται Edd. 15. ἀγαπήσῃ D. λοιπὸν om. D. 22. σημανεῖ D. 24, καλεῖν D. 25. αὐτοῖς οὗτος inverso ordine D. Haec δέ φασι accesserunt ex B. D. 27. νετωνόμασε D. ὡνόμεσε Edd. ἐν pro ἐκ (sic) D. 28. δὴ om. D.)

71
μου, καὶ οὐ καλέσει με οὐκετι Βααλείμ. εἰ γὰρ ἕλοιτο, φησὶν, ἄνδρα τυχὸν ὀνομάζειν ἐμὲ, προσερεῖ δὴ πάντως Ὁ ἀνήρ μου, καὶ οὐκέτι τοῖς τῶν εἰδώλων ὀνόμασι τιμῶσα καλέσει. ταύτῃ τοι φησίν ὅτι καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.

[*](e)

Καὶ διαθήσομαι αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῃς γῃς καὶ τόξον καὶ ῥομφαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς.

Ἐν τοῖς ἤδη προανεγνσμένοις ἔφασκεν, ὅτι “Καὶ ἀφανιῶ [*](Supra ver. 12.) “ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἰπε Μισθώματά “μου ταῦτά ἐστιν ἅ ἔδωκάν μοι οἱ ἐρασταί μου·” προσετίθει δὲ τούτοις ὅτι “Καταφάγεται αὐτὰ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ [*](d Ibid.) “πετεινὰ τοῦ οὐρανοῦν καὶ τὰ ἑπτετὰ τῆς γῆς.” διερμηνεύοντες δὲ τὸ ῥητὸν, Θηρία καὶ πετεινὰ καὶ ἑρπετὰ παραδηλοῦσθαι [*](Supra 43 b.) πλαγίως ἐλέγομεν τοὺς ἐχθροῦς, οἵ τὴν τῶν Ἰοῦδαίων κατεληΐζοντο χώραν, Πέρσαι καὶ Μῆδοι καὶ Βαβυλώνιοι, καὶ ὁ παμμιηὴς δὲ τῶν ἄλλων πολεμίων ὄχλος, οἳ θηρῶν ἀγρίων ὀλίγα διενεγκεῖν νοοῖντ᾿ ἂν εἰκότως, διά τοι τὸ μιαιφόνον τοῦ τρόποι. καὶ μέντοι πτηνὰ διὰ τὴν ὀξύτητα τοῦ δρόμου· ἑρπετὰ δὲ, ὅτι δεινοὶ καὶ παμμόχθηροι καὶ δριμεῖς εἰς πονηρίαν. οὗτοι τοῦ Ἰσραὴλ ἐν ταῖς τῆς Σαμαρείας πόλεσιν ἀπικελεισμένου κατεδηδόκασι πάντα τὰ ἐν τοῖς [*](e) ἀγροῖς,οὐδὲν τῶν ἐκτόπων ἐῶντες ἀνεπιτήδευτον. ἀλλ᾿ ὅταν, φησὶν, ἐξελῶ τὰ ὀνόματα τῶν εἰδώλων αὐτῶν ἀπὸ τῆς γῆς, τότε καὶ διαθήκην εἰρήνης διαθήσομαι αὐιτοῖς πρὸς ἅπαν ὠμὸν καὶ βάρβαρον γένος. ἀργήσει γὰρ ἤδη τὰ παρ᾿ [*](2. ἄνδρα τυχ[ον Hoc ordine D. 4. ὅτι om. D. 5. μηησθῶ D. 6. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην] Sic B.D. (Alex.) διαθήκην ἐν Καὶ διαθήσομαι αὐτοῖ 6. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαθήκην] Sic B.D. (Alex.) διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Edd. (Vat.) 7. τοῦ alt. om. B. μετὰ accessit ex B.D. (Alex.) 15. καὶ τόξον— γῆς om. B. (240=b.) 10. ὄτε Edd. ante Migne. 15. Haec καὶ ἐπρετὰ accessit ex D. τοι D γε. Εdd. 22. πονηρίας D. 23. ὑποκεκλεισμένου D.)

72
ἐχθρπῶν, καὶ πολέμου καὶ δειμάτων μενοῦσιν ἀπείρατοι. Συντρίψω γὰρ τόξον καὶ ῥομφαίαν, ὃ δὴ καὶ εἰς πέρας ἱστορικῶς [*](51 A. a) ἐνηεγμένον εὑρήσομεν. ἐπειδὴ γὰρ τὴν κατὰ πάντων ἀρχὴν οἱ περιφνανέστατοι τῶν Ῥωμαίων ἔλαχον στρατηγοὶ, πεποίηνται δὲ ὑπὸ χεῖρα τὴν ὑπ᾿ οὐρανὸν, θεοῦ τὴν δόξαν αὐτοῖς οἰκονομικῶς προσνέμοντος, Πέρσαι μὲν μόνης τῆς ἰδίας πεφροντίκασιν ἀρχῆς, κατέληξαν δὲ καὶ τῶν ἄλλων βαρβάρων αἱ κατὰ χωρῶν τε καὶ πόλεων ἐπιδρομαί. καὶ διαμέμνηται σαφῶς τοῦ τοιοῦδε πράγματος ὁ μακάριος [*](Es. ii. 4.) Ἡσαΐας λέγων “Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν “εἰς ἄροτα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ [*](b) “ἄρῃ ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι “πολεμεῖν.” ὡς γὰρ ἤδη γεγονότες ὑφ᾿ ἕνα ζυγὸν, ἐτράποντο μᾶλλον εἰς ἐπωφελῆ φιλεργίαν καὶ τῇ γεωργίᾳ χρήσιμα τὰ τοῦ πολέμου σκεύη μετέπλαττον. ἔσται τοίνυν εἰρήνν, φησὶ, καὶ οἱ πάλαι δεινοὶ πεπαύσονται φόβοι, θεοῦ κατευνάζοντος, καὶ τοῖς ἐξ εἰρήνης ἀγαθοῖς κατευφραίνοντος τοὺς ἀγπῶτας αὐτόν.

Προσθεῖναι δὲ οἶμαι κἀκεῖνο δεήσει. πάλαι μὲν γὰρ ὅτε [*](Eph. ii. 3. c) διετελοῦμεν ἐν πλάνῃ, καὶ ὀργῆς ἐχρηματίζομεν τέκνα, καθάπερ τινὲς θῆρες κπονηροῖ καὶ τὰ τῶν ὀρνέων σαρκοφαγεῖν εἰωθότα καὶ μὴν καὶ οἱ παγχάλεποι δράκοντες ἀπώλλυον ἡμᾶς αἱ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις. ἐπειδὴ δὲ ἐν Χριστῷ τὸν φύσει Θεὸν ἐγνώκαμεν, καὶ ἀπενιψάμεθα διὰ πίστεως καὶ τῆς ἀρχαίας ἀπάτης τὰ ἐγκλήματα, τότε καὶ [*](S. Luc. x. 19.) σεσώσμεθα, καὶ εἰλήθαμεν ἐξουσίαν “πατεῖν λἐπάνω ὄφεων [*](Ps. xc. 13.) καὶ ἐπέβημεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, πεπατήκαμεν δὲ λέοντά τε καὶ δράκοντα χριστοῦ προασπίζοντος, καὶ ἀνικήρῳ [*](2. τόξον D. ὅπλον Edd. 7. κατέληξαν δὲ D. κατέληξάν τε B. καὶ ἔληξάν τε Εdd. 11. ζιβήνας iid. 12. σαρκοφαγῶν Edd. 24. καὶ omisit Aubertus. 25. ἀπάτης D. ἀγάπης B. Edd. 28. δὲ λέοντά τε D. τε λένοντα Edd.)

73
δυνάμει τοὺς ἰδίους περιτειχίζοντος, καὶ εἰρήνην ἡμῖν τὴν [*](d) ἰδίαν ἑέντος εἰς νοῦν. “Εἰρήνην γάρ Φησι τὴν ἐμὴν δίδωμι [*](S. Joan. xiv. 27.) ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.” γράφει δὲ καὶ ὁ Παῦλος “Καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν [*](Phil. iv. 7.) “φρουρήσει τὰς δαρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.”

Καὶ κατοικιῶ σε ἐπ᾿ ἐλπίδι καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν ἀιῶνα.

Οὐχὶ μόνον, φησὶν, ἀπαλλάξω τῶν τοῦ πολεμίου δειμάντων, προσθήσω δὲ τούτῳ καὶ τὸν ἐν καλῷ γενέσθαι λοιπὸν τῆς ἐπ᾿ ἀγαθοῖς ἐλπίδος, ὡς ἀσφαλῆ καὶ ἐρηρεισμένην καὶ ἀκλόνητον ἔχειν τὴν εὐθυμίαν. ἐμαυτῷ γάρ σε μνηστεύοἱονεὶ, [*](e) καὶ τοῦτο εἰς τὸν αἰῶνα. καὶ τί δὴ τοῦτό ἐστιν; οἱονεὶ γάρ πως ἐμνηστεύετο τὸν ἀρχαῖον Ἰσραὴλ. ἤτοι τὴν τῶν Ἰουδαίων Συναγωγὴν, καὶ πρὸς οἰκειότητα κέκληκε τὴν διὰ νόμου φημῖ, διακονοῦντος Μωυσέως καὶ μεσολαβούντων [*](Gal. iii. 19.) ἀγγέλων. ἀλλ᾿ ἦν τῆς μνηστείας ὁ τρόπος οὐ διηνεκὴς, οὔτε μὴν εἰς τὸν αἰῶνα, πολλοῦ γε καὶ δεῖ· οὐ γὰρ ἔμελλον οἱ τύποι κρατήσειν διὰ παντὸς, καὶ τὰ “μέχρι καιροῦ [*](Heb. ix. 10.) “διορθώσεως ἐπικείμενα·” κατὰ δέ γε τὸν τῆς διορθώσεως [*](a 52 A.) καιρὸν, τουτέστι, τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἕτερος τῆς μνηστείας ἀναπέξανται τρόπος, διηνεκὴς καὶ ἀσάλευτος, καὶ πολὺ τοῦ πρώτου λαμπρότερος, καὶ τῆς σκιᾶς ἐν ἀμείνοσιν. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἕδνον ὥσπερ τι τῇ νύμφῃ τῆς σαρκικῆς δουλείας τὴν ἀπόθεσιν ἐχαρίζετο, καὶ διὰ σκιᾶς καὶ τύπων ἐκάλει πρὸς ἀποάθαρσιν τὴν πνευματικήν. πλὴν ἐμέτρει καιρὸν τῇ μνηστείᾳ· οὐ γὰρ [*](Ib. viii. 7.) ἄμεμπτος ἡ πρώτη, κατὰ τὴν τοῦ Παύλου φωνὴν, οὔτε μὴν b ἀγήρως ἦν καὶ ἀφανισμοῦ μακράν. ταύτῃτοι καὶ τῆς δευτέρας ἐζητεῖτο τόπος, τουτέστι, τῆς νέας, τῆς διὰ Χριστοῦ [*](1. ἀνατειχίζοντος D. 2. ἱέντος Β. ἰέντος D. Edd. 3–5. h=Haec γράφει δἐ—νοήματα ὑμῶν accesserunt ex D. 8. πολεμίου D. πολέμου Edd. om. D. 26. ἐμέτρα(sic) B. Statim καιρῷ τὴν μνηστείαν D. 27. νὴν assumptum ex D. 28. ἦν om. D. Post h. v. ἢ pro καὶ D.)

74
Φημὶ δωπεᾶς τε καὶ χάριτος, οὐ πρόσκαιρον ἡμῖν, οὐδὲ σαρκικὴν εἰσκμιζούσης ἐλευθερίαν. καταγράθει γὰρ ἐν [*](2 Cor. v. 5.) τέκνοις Θεοῦ, καὶ ‘’ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος’’ ἐπιδαψι- λεύεται, καὶ κιηνεκεῖς ὁρίζει νόμους. καὶ γοῦν πρὸς αὐτὸν ὁ [*](Ps. cxviii. 142.) Θεῖος ἔφη που Δαυείδ ‘’Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν ‘’ αἰῶνα, καὶ ὁ λόγος σου ἀλήθεια·’’ ἀναθανδὸν οἶμαί που δηλῶν, ὅτι οὔτε εἰς τὸν αἰῶνα μένει τὰ ἐν νόμῳ, μεταστη- σομένης τῆς σκιᾶς εἰς ἀλήθειαν, οὔτε μὲν τῆς ἀληθείας τὸ κάλλος ἐν τοῖς νομικοῖς γράμμασι καταθρήσαι τις ἄν· ἦν γὰρ, ὡς ἔθην, σκιὰ καὶ τύτος ὁ νόμος. μνηστεύεται τοίνυν αὐτὴν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον ἀθετήσας γάμον. οὐ γὰρ ἱκανὸς ὁ νόμος συνάψαι Θεῷ τελείως τε καὶ καθαρῶς· πρόσιμεν δὲ αὐτῷ δἰ Υἱοῦ, καὶ τῶν δἰ αὐτοῦ Θεσπισμάτων, [*](d) τουτέστι τῶν εὐαγγελικῶν, ἅ καὶ πνευματικὴν ἔχει τὴν ἕνωσιν ἤτοι συνάθειαν· ἑνούμεθα γὰρ τῷ Θεῷ ἐν Πνεύματι, [*](2 S. Pet. i.4.) καὶ τῆς Θείας αὐτοῦ Θύσεως πλυτοῦμεν τὴν μέθεξιν. εἰκὸς δέ τι καὶ ἕτεπον ἡμῖν ὑποθαίνειν ἀστείως τὸ μνηστεύσομαί σε ἐμαυτῷ· συνύσεις γὰρ ὧδε πάλιν. ἤ γὰρ τὸ ἐμαυτῷ Θηςὶν, ἀντὶ τοῦ δἰ ἐμαυτοῦ, οὐ, καθὰ καὶ πάλαι, μεσολα- βούντων ἀγγέλων, οὔτε μὴν διακόνου τινὸς εἰς τοῦτο [*](Es. lxii. 9.) παρειλημμένου, κατὰ τὸν τοῦ Μωυσέως τρόπον. ‘’ Οὐ γὰρ [*](e) “ πρέσβυς, οὐκ ἄγγελος, κατὰ τὸ γεγραμμένον, ἀλλ’ αὐτὸς ὁ “ Κύριος, ‘’ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἄνθρωπος γεγονὼς καθ’ [*](Eph. v. 27; ii. 15, 6, 8.) ἡμᾶς, ἑαυτῷ παρέστησε τὴν ἐκκλησίαν, καὶ “τοὺς δύο “ λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ “ ἀποκαταλλάσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πωεύματι πρὸς “ ἀποκαταλλέσων τοὺς ἀμθοτέρους ἐν ἑνὶ πνεύματι προς “ τὸν πατέρα,’’ κατὰ τὴν τοῦ μακαρίου Παύλου θωνήν.