In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Ορα δὴ οὖν εἰς εἰκόνα καὶ τύπον τῶν οὕτω πανσόφως οἰκονομηθέντων παρὰ Θεοῦ τεθειμένον τὸν Ὠσηέ. συνάπτεται τῇ Γόμερ, πόρνῃ γυναικὶ προφήτης ἅγιος. ἡ δὲ τέτοκεν αὐτῷ τὸν Ἰεσπάελ. οὕτω καὶ Θεὸς ἐκάλει πρὸς οἰκειότητα διὰ τοῦ πανσόφου Μωυσέως τὴν τῶν Ἰουδαίων [*](d) συναγωγὴν, καὶ εἰς κοινωνίαν πνευματικὴν, διὰ τὸν ἐξ αὐτῆς ἐσόμενον πρωτότοκον, τουτέστι Χριστὸν, ὅς ἐστι σπορὰ Θεοῦ κατὰ τὸ ἀληθές· γεγέννηται γὰρ ἐκ Πατρὸς ὁ Υἱὸς, εἰ καὶ γέγονε σάρξ.
Επειδὴ δὲ οὐκ ἂν ἑτέρως γένοιτο σαφὴς καὶ εὐκρινεστάτη τῆς πνευματικῆς θεωρίας ἡ παράθεσις, μὴ παρενεχθέντων εἰς μέσον τῶν ἱστορικῶς γεγονότων, φέρε πάλιν αὐτῶν ἐπιμνήσομαι. ὅτι μὲν οὖν πόλις ἡ Ἰεσράελ, προαπήγγελκεν ἡμῖν ἐναργῶς ὁ λόγος, ἀλλ’ ὡς ἐκ πόλεως τῆς Ἰεσράελ σημαίνει [*](e) τὸν Ναβουθαί. τύπος δ’ ἂν γένοιτο καὶ αὐτὸς τῆς ἐν Χριστῷ νοουμένης οἰκονομίας· ἑρμηνεύεται δὲ καὶ αὐτὸς, Ερχόμενος. ὀνόματι δὲ τῷ τοιῷδε τὸν Ἐμμανουήλ σημαίνει πλειστάκις τὸ γράμμα τὸ ἱερόν. εἴρηται μὲν οὖν πρὸς τὸν [*](Abac. ii. 3; Heb. x. 37. ) μακάριον προφήτην Ἀμβακούμ “ Ἔτι μικρὸν, ὁ ἐρχόμενος “ἥξει καὶ οὐ χρονιεῖ·’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ, “Εὐ- [*](Ps. cxvii. 26.) λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· καὶ μὴν καὶ [*](3. δαιμονίων] δαιμόνων b. 9. ἰεσράελ (ut Β. passim.) b. 18. γεγέννηται] Sic b. γεγένηται Edd. εἰ καὶ hoc ordine b. 29. ἀμβακόυμ] ἀββακοὺμ iid. κοὶ post μικρὸν add. b. invito Β.)
Φέρε δὴ οὖν, εἰς Χριστὸν ἀναφέρωμεν τὰ ὡς ἐν τύπῳ τοῖς πάλαι γεγενημένα. ὁ μὲν γὰρ προφήτης φησὶν Ἡσαΐας, ὅτι “ ’Αμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι [*](Esai. v. 1.) “ἐν τόπῳ πίονι.’’ “καὶ ἦν ὁ ἀμπελὼν ἄνθρωπος τοῦ Ἰούδα, [*](Ib. 7.) “νεόφυτον, ἠγαπημένον. ἀλλ’ οἱ τοῦ Ἰσραὴλ ἡγούμενοι, ὧν ἃν εἴη καὶ τύπος ὁ Ἀχαὰβ βασιλεύων, ἐπεθύμησαν ἔχειν τὸν ἀμπελῶνα αὐτοῦ· οὐχ ἵνα ᾖ κλῆρος ἐξαίρετος, τουτέστιν ἀμπελών· ἁλλ’ ἵνα κεχερσωμένος κῆπος γένοιτο λαχανίας, [*](d) τουτέστιν, ἐπὶ τὸ ἀσυγκρίτως ἔλαττον καταφέροιτο· πλείστη γὰρ ὅση κήπου λαχάνων πρὸς ἀμπελῶνα διαφορά. καὶ τὸ ἔτι μεῖζον ἐν τούτοις, οὐκ ἀσυμφανές. γεγονότες μὲν γὰρ ὑπὸ Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι, πῶς οὐκ ἔμελλον [*](2. τὸν alt. assumptum ex Β. 8. προιεῖτό Edd. προΐοιτο Migne. 13. δυστρόποις] δυστρόφοις Edd. 21. φησὶν assumptum ex Β. 27. κεχερσωμένος] χερσωμένος Edd. 28. τὸ ἀσυγκρίτως] τῷ ἀσυγκρίτῳ iid. 31. ἔμελλον] + ἄν iid.)
Καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα, καὶ εἶπεν αὐτῷ καλὲ,, σον τὸ ὄνομα αὐτῆς Οὐκ ἠλεημένη, διότι οὐ μὴ προσθῶ ἔτι [*](3. γεγενημένου Edd. 31. προσθῶ] Sic Β. (23, 153, 238) προσθήσω Edd. Α.V.))
Μετὰ τὸ τεχθῆναι τὸν Ἰεσράελ γεγέννηται τῷ προφήτῃ κόριον ἐκ τῆς Γόμερ, ᾧ καὶ ὄνομα κεῖσθαι δεῖν προστέταχε, τὸ Οὐκ ἠλεημένη. ἐπιφέρει δὲ παραχρῆμα τοῦ τοιοῦδε τὴν πρόφασιν, καὶ τὴν αἰτίαν εὐθὺς καθίστησιν ἐναργῆ, οὐδεμιᾶς ἔτι φειδοῦς ἀξιωθήσεσθαι λέγων τὸν Ἰσραήλ· ἀνταναστῆναι δὲ ὥσπερ αὐτοῖς, καὶ ἐν τάξει γενέσθαι τῶν [*](C) ὅτι μάλιστα πολεμιωτάτων, καὶ ταῖς εὐπραγίαις αὐτῶν ἀντιπεσεῖσθαι γεννικῶς, ὡς εἰς ἐσχάτην αὐτοὺς ἀθλιότητα κατολισθεῖν, καὶ δύσοιστον ἀληθῶς ἀνατλῆναι συμφοράν. Θεοῦ γὰρ ἀνθεστηκότος, οὐδαμόθεν ἃν γένοιτο τοῖς παθοῦσιν [*](Hiob. xii. 14.) ἡ ὄνησις. “ Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” [*](Esai. xiv. 27.) φησίν· καὶ ἧ φησὶν ὁ προφήτης, “Τὴν χεῖρα τὴν τίς ἀποστρέψει; ἢ τίς ἐλεήσει τὸν διὰ τῆς ἄνωθεν ψήφου καταδεδικασμένον; πάντα γὰρ τοῖς θείοις ἕπεται νεύμασι. καὶ ὅπερ ἂν ἕλοιτο κατορθοῦν ὁ Δεσπότης, τοῦτο ἀμελλητὶ [*](d) πάντη τε καὶ πάντως διαπεραίνεται, συνεργαζομένης αὐτῷ τῆς κτίσεως, καὶ ταῖς τοῦ κρατοῦντος ἀκολουθούσης ψήφοις. [*](Exod. vii. sqq.) οὕτω κεκόλακεν Αἰγυπτίους, μεταστοιχειουμένων τῶν ὑδάτων εἰς αἷμα, καὶ τῆς αἰθάλης εἰς σκνῖπας, καὶ ἀφορήτου χαλάζης καθιεμένης, μικροῦ δὲ καὶ τριημέρου καταχεομένου σκότους, καὶ τῶν ἄλλων ἁπάντων αὐτοῖς ἐπενηνεγμένων. οὐκοῦν ὄνομα τῷ κορίῳ τὸ οὐκ ἠλεημένη, χρησίμως τε καὶ ἀναγκαίως· ἵνα τὴν αἰτίαν τοῦ πράγματος φιλοπευστοῦντες ἀεὶ, καὶ δὴ καὶ μανθάνοντες οἱ τὸ τηνικάδε διὰ τῆς πολυθέου πλάνης προσκεκρουκότες Θεῷ, φρονεῖν τε καὶ δρᾷν ἀναπείοὔτε [*](3. ἐν ῥομφαία] Haec desunt in Edd. Statim haec οὔτε ἐν πολέμω bis habet B. 6. γεγένηται Edd. 14. κατολισθαίνειν Edd. 25. μικροῦ] μακροῦ Aub.)
Ἀλλ’ ἱστορικῶς μὲν ἡμῖν εἰρήσθω ταυτί· ἴωμεν δὲ αὖ καὶ ἐφ’ ἑτέρας ἐννοίας, φημὶ δὲ δὴ πάλιν τὰς ἐπ’ αὐτῷ τῷ Χριστῷ. μετὰ γάρ τοι τὸ τεχθῆναι τὸν Ἰεσράελ, τουτέστι, τὴν τοῦ Θεοῦ σπορὰν, ἵνα νοῇς τὸν Ἐμμανουὴλ, οὗ καὶ ἐκδικήσειν τὸ αἷμα κατεπηγγέλλετο, τίκτεται τῆ Γόμερ, τουτέστι τῆ πεπορνευμένῃ τῶν Ἰουδαίων συναγωγῇ, θυγάτηρ, ἤτοι πληθὺς, ἧ καὶ πρέπον ἂν εἴη τὸ καλεῖσθαι Οὐκ ἠλεημένη· αὐτὴ γὰρ ἀπέκτεινε τὸν Ἰεσράελ, τουτέστι Χριστόν. ταύτῃτοι δικαίως ἐχθρὸν καὶ πολεμιώτατον [*](e) εὑρίσκει Θεόν· καὶ ἀνηκέστους εὐθὺς ὑπομεμένηκε συμφορὰς, ῥᾶς, ταῖς Ῥωμαίων δυνάμεσιν ἐκπεπορθημένη, καὶ τὸν διαβόητον ὑποστᾶσα πόλεμον, ὅτε καὶ γυναῖκες τῶν ἰδίων ἥψαντο τέκνων, καὶ ἢ φησὶν ὁ προφήτης Ἱερεμίας, “Χεῖρες [*](Thren. iv. 10.) “γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν,’’ καὶ φύσεως ἀνθρωπίνης ἀλογήσασαι νόμων, καὶ φιλοστοργίας ἀμάχου ῥαθυμεῖν ἀυτὰς ἀναγκάζοντος τοῦ λιμοῦ. Ἀλλὰ ταυτὶ μὲν ἅπαντα τοῖς ἠσεβηκόσι συμβέβηκεν· ἐλεήσειν δὲ [*](25 Α. a) τοὺς υἱοὺς Ἰούδα κατεπαγγέλλεται, τουτέστι, τοὺς κατὰ μάθησίν τε καὶ ἀναγέννησιν τὴν διὰ τοῦ Πνεύματος [*](Cf. 1 Cor. iv. 15.) γεγονότας Χριστοῦ τοῦ ἐκ φυλῆς Ἰούδα. εἰ γὰρ διὰ τοῦ Εὐαγγελίου γεννῶνται τινες ἐν Χριστῷ τοῖς τοῖς ἁγίοις ἀποστόλοις, πῶς οὐχὶ μᾶλλον δι’ αὐτοῦ τοῦ Χριστοῦ; περὶ ὧν Esai. καί φησιν “ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Σώζονται τοίνυν ἐν Χριστῷ τῷ κυρίῳ καὶ Θεῷ τῶν ὅλων, οὐχ ὅπλα κινοῦντες ἐπίγειά τε καὶ σαρκικὰ, ἁλλ’ ἐν δυνάμει [*](b) τοῦ σώζοντος καὶ κατασείοντος μὲν ἀρχὰς καὶ θρόνους, [*](Col. ii. 15.) θριαμβεύοντος δὲ τῷ ἰδίῳ σταυρῷ τῶν ἀντικειμένων τὰ στίφη, καὶ δυνάμεις καταστρέφοντος πονηρὰς, καὶ διδόντος [*](S. Luc. x. 19.) τοῖς ἀγαπῶσιν αὐτὸν “πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, “καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.’’ εὖ δὲ δὴ σφόδρα τὴν ἀπειθῆ καὶ ἐξήνιον καὶ κυριοκτόνον τῶν Ἰουδαίων πληθὺν γυναικὶ παρεικάζει, φημὶ δὴ τῆ οὐκ ἠλεημένῃ. σημεῖον [*](2. δὴ assumptum ex Β. 1 1, ἐκπεπορθημένη] ἐκπεπορθημένων Edd. 16. ἄλλα] + καὶ iid.)
Καὶ ἀπεγαλάκτισε τὴν Οὐκ ἠλεημένην, καὶ συνέλαβεν ἔτι, καὶ [*](8) ἔτεκεν υἱόν. Καὶ εἶπε Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ λαός μου, [*](9) Μου ὑμεῖς οὐ λαός μου, κὼ ἐΓὼ οὐκ εἰμ’ ὑμῶν.
Τίκτεται κατὰ πόδας καὶ οὐκ εἰς μακρὰν τῆ Γόμερ παιδίον [*](e) ἕτερον, ὃ δεῖν ἔφη καλεῖσθαι Θεὸς Οὐ λαός μου. καὶ γείτων εὐθὺς τῇ τοιᾷδε κλήσει τίθεται πάλιν πρόφασις. γμεῖς γὰρ, φησὶν, οὐ λαός μου, καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. Δῆλον δ’ ἂν εἴη κἀκ τοῦδε λοιπὸν, ὡς εἰς ἔλεγχον τῶν ἡμαρτηκότων, καὶ εἰς ἐπανόρθωσιν ἀσφαλῆ τῶν καταφρονεῖν ᾑρημένων καὶ εἰς πλάνησιν ἀπονενευκότων ἐπράττετο μὲν ἱστορικῶς τὰ τοιάδε. τύποι δὲ ἦσαν τῶν συμβησομένων κατὰ καιροὺς τοῖς ἐξ Ἰσραὴλ, ἐνανθρωπήσαντος ἤδη τοῦ Μονογενοῦς, καὶ τὸν τίμιον ὑπὲρ ἡμῶν ἀνατλάντος σταυρόν. [*](a 26 Α.) εἰ δὲ δὴ χρὴ πρὸ τῶν πνευματικῶν ἀφηγήσασθαι τὰ ἱστορικὰ, φαμὲν, ὅτι μετοικισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Σαμαρείας, εἰς τὰ ὅρια Περσῶν καὶ Μηδῶν ὑπό τε τοῦ Θεγλαφαλασὰρ [*](1. ἀσθενείας accessit ex Β. 17. ὑμῶν] + θεὸς F. 20. κλήσει] λύσει Edd. 30. δρία Β. Edebatur ὅρια. ὑπό τε Hic inc. D.)
Πρὸς διάνοιαν δὲ καὶ τὸν ἀληθῆ καὶ ἐπὶ χριςῷ λόγον συνήσεις ἑτέρως. μετὰ γάρ τοι τὴν ἀνόσιον ἐκείνην πληθὺν, τὴν δικαίως οὐκ ἠλεημένην· κεκυριοκτόνηκε γάρ· οἱ μετ᾿ ἐκείνους εὐθὺς υἱοὶ γεγονότες, ἢ καὶ ὄντες ἤδη τῆς πεπορνευμένης Συναγωγῆς, ἀποπεπτώκασι μὲν ἐναργῶς τοῦ εἶναί τε καὶ ὀνομάζεσθαι λαὸς Θεοῦ. οὐ γὰρ ἅπαν τὸ τῶν Ἰουδαίων [*](c) δεδαπάνηκε πλῆθος ὁ Ῥωμαίων πόλεμος· ἀλλὰ πλείστη μὲν ὅση καὶ ἀριθμοῦ κρείττων διόλωλε πληθύς· οἱ δὲ ἐξ αὐτῶν ἀνασεσωσ μένοι, καὶ τὸ τοῦ θανάτου φυγόντες λίνον, διεσπάρησαν [*](Ezech. xii. 14.) εἰς πάντα ἄνεμον, κατὰ τὸ γεγραμμένον, καὶ ἐν ταῖς τῶν ἐθνῶν κατεσκεδάσθησαν χώραις, οὐκέτι λαὸς, ὡς ἔφην, χρηματίζοντες Θεοῦ. μεταπεφοίτηκε γὰρ εἰς τοὺς ἐξ ἐθνῶν ἡ χάρις, οἷς ἀνεμίχθη καὶ τὸ κατάλειμμα τοῦ Ἰσραὴλ τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν ἀνασεσωσμένοι. πεπιστεύκασι [*](d) γὰρ καὶ ἐκ τούτου οὐκ ὀλίγοι τὸν ἀριθμόν. ὅτι δὲ ἀπολακτίσαντος τοῦ Ἰσραὴλ, τῆς εἰς αὐτοὺς ο'κειότητος ἀποπεφοίτηκε καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ὑπέφηνεν, εἰπὼν οὐ μόνον, ὅτι ὑμεῖς οὐ λαός μου, προσεπαγαγὼν δὲ τούτοις ἀναγκαίως, τὸ καὶ ἐγὼ οὐκ εἰμὶ ὑμῶν. ἀλλ᾿ ἡμῶν γε πέρι, τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι, καὶ τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, διὰ φωνῆς προφήτου [*](Hier. xxxviii. 33; 2Cor. vi. 18) φησί “Καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ “ἔσονταί μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντο- [*](e) “κράτωρ.” καὶ Ἰουδαίοις μὲν ἔφασκεν ὁ Χριστὸς, ποτὲ μὲν, 30 [*](1. καὶ alt. assumptum ex D. 3. ὀνομάζεσθαι Θεοῦ inverso ordine D. τοι om. D. 6. δαιμονίων D. 7. καὶ prius assumptum ex B. D. Statim τῶν Pont. τὴν Aub. II. μὲν assumptum ex D. 20 Χριστὸν] Θεὸν D. 21 τοῦ Ἰσρὴλ pro τούτου D. 24 ὅτι] + καὶ B. Edd. invito D. τοῦτο D. 25 καὶ τὸ pro τὸ καὶ D. 30 ἰουδαίοις μὲν] Sic D. Edebatur ἰουδαίοις δὲ.)
Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἥ [*](a 27 A. 1O) οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται.
Τοῦτο καθ᾿ ἕτερον ἡμῖν ἐξηγεῖται τρόπον ὁ μακάριος Ἡσαΐας “Καὶ ἐὰν γένηται, φησὶν, ὁ λαὸς Ἰσραὴλ ὡς ἡ [*](Isai. x. 22, 23.) “ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. λόγον “γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον “συντετμημένον ποιήσει ὁ Θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.” ἀλλ᾿ εἴτ᾿ οὖν ὧδε νοοῖτο τυχὸν, εἴτε καὶ ἑτέρως, πολὺς καὶ ἀναρίθμητος ὁ Ἰσραὴλ, καὶ ψάμμοις ταῖς ἀναλίαις ἰσομέτρως b ἔχων, οὐ πολὺς αὐτῶν παρὰ Θεῷ λόγος δυσσεβεῖν ᾑρημένων· καίτοι καὶ ἑνὸς δικαίου καὶ εὐσεβοῦς καὶ ἀγάπης τῆς παρ᾿ αὐτοῦ καὶ φειδοῦς ἐκκρίτως ἠξιωμένου. ἐπιβλέπει [*](Ib. lxvi. 2.) γοῦν καὶ ἐφ᾿ ἕνα ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ. καὶ οὐκ ἀπόχρη τοῦτο τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι, καὶ δεδιόσιν αὐτὸν, καὶ γνησίως δουλεύουσιν, ἀλλὰ γὰρ καὶ ἑτέρους εἰσὶν ὠφελεῖν οἷοι τε, καὶ προσκεκρουκότας ἀπαλλάττειν τῆς ἐπηρτημένης ἔσθ᾿ ὅτε ποινῆς. λάβοις δ᾿ ἂν εἰς ἀπόδειξιν τοῦ τοιοῦδε πράγματος τοὺς ἐπί γε [*](c) Σοδομίταις λόγους, ὅτε καὶ ἀνήσειν αὐτοῖς ἐπηγγέλλετο τὴν διὰ πυρὸς δίκην ὁ πάντα ἰσχύων Θεὸς, πέντε μόνων ἐν αὐτοῖς δικαίων ηὑρημένων. καὶ γοῦν ἐσώζετο Λὼτ ὁμοῦ γυναικὶ [*](Gen. xix. 15, 16.) καὶ τέκνοις. καὶ τί πέντε λέγω δικαίους καὶ ἀγαθούς; ὅπου καὶ τοῖς Ἱεροσολύμοις ὀργὴν ἐπαρτήσας, “Περιδράμετε, [*](Hier. v. 1.) [*](1. ἰδοὺ ἐγὼ ἀφίεται (sic) D. 2. ὑμῶν] + ἔρημος D. δὲ τῶν ἐξ ἐθνῶν inverso ordine D. 3. ἀκούουσι D. ἀκούει Edd. 5. ὡς ἡ B. Edd. ὡσεὶ D. (95, 130. 153, 228, 311.) 8 ὡς ἡ B. Edd. ὡσεὶ D. ( 26, 49, 301.) 12. εἴτε] ἐίτοῦν D. 15. εἰρημένων D. Καὶ ante ἑνὸς assumptum ex D. 20. Hoc γὰρ accessit ex D. 23. τὴν διὰ π. ἐπηγγ. inverso ordine d. 24. ἐν αῦτῇ D. 26. λέγω πέντε inverso ord. D. 27 περιδράμετε]προδρ. Edd.)
Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ξῶντος.
Ἐγγὺς δὴ σφόδρα ταῖς ἀποτομωτάταις ὀργαῖς τῶν [*](e) ἀνιαρῶν ἡ λύσις, καὶ τῶν σκυθρωπῶν τὸ πέρας, ὅσον ἧκεν εἰς λόγους, οὐ μακράν. ὅτι μὲν γὰρ ἔσται κατὰ καιροὺς ἀπόβλητος ὁ Ἰσραὴλ, προκαταμεμήνυκεν ἐναργῶς, διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων· ὅτι δὲ οὐκ εἰσάπαν οἰχήσεται, καὶ ἀπολεῖται παντελῶς, ἀλλ῾ ἔσται τις αὐτοῖς τῆς εἰς τὸ ἀρχαῖον ἀνδρομῆς ὁ καιρὸς, καὶ τῆς εἰς θεὸν ἀγάπης ἀνάληψις, διὰ πίστεως δηλαδὴ τῆς εἰς χριστὸν, πεπληροφόρηκε πάλιν. [*](28 A. a) Ἔδει γὰρ ἔδει τοὺς προφητικῶν μέλλοντας ἀκούσεσθαι λόγων, ὅλον εἰδέναι σαφῶς τὸ μυστήριον, καὶ τοὺς τῆς θείας οἰκονομίας μὴ ἀγνοῆσαι τρόπους. ἔσται τοίνυν, φησὶν, ἐν τῷ τόπῳ οὗ ἐῤῥέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, καὶ αὐτοὶ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος. τὸ ἐν τῷ τόπῳ, τί ἂν βούλοιτο δηλοῦν, φέρε λέγωμεν ἀκριβῶς. γεγόνασι μὲν γὰρ οἱ ἐξ Ἰσραὴλ αἰχμάλωτοι κατὰ καιροὺς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων, ὡς [*](b) ἔφην, ἀπεκομίσθησαν γῆν. ἀλλ᾿ ἦσαν ἐκεῖ κλαίοντες τε καὶ ἀνοιμώζοντες καὶ ἀπρακτοῦντες περὶ τὸν νόμον· καὶ τοῦτο [*](Ps. cxxxvi.i.) ἡμῖν ἐναργὲς ἐποίει λέγων ὁ μακάριος Δαυείδ “Ἐπὶ τὸν [*](2 αὐτῆς] + καὶ Edd. repugnantibus B.D. 9. οὗ] ᾧ F. αὐτοῖς om. D. καὶ αὐτοὶ κληθήσονται]Sic B.D. καὶ αὐτοὶ post κληθήσονται transp. Edd. (Vat.) ἐκεῖ praemittit F. (ἐκεῖ κληθήσονται Alex.) II. τομωτάταις D. 12. ἧκεν] ἤκει Edd. 21. τοίνυν om. D. 24. γὰρ οἱ ἐξ Ισραὴλ om. D. 25 Haec ὡς ἔφην assumpta ex D. 26. τε assumptum ex B.D. 27. ἀνοιμώζοντες D. οἰμώζ. Edd. Statim haec καὶ ἀπρακτοῦντες accesserunt ex D. 28. τὸν ποταμὸν B. Edd. τῶν ποταμῶν D.)