In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ Κύριος Κύριος δ Θεὸς ὁ παντοράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν· καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.

Εξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπεί- [*](b) θοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι’ αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας [*](1. αὐτῷ Edd. 2. ἔσθ’ ὅτε καὶ ἡμεῖς αὐτοὶ Β. καὶ ἡμεῖς ἀεί τοι Α. ἡμεῖς ἔσθ’ οτε Edd. 3, τε pro τι Edd. 4 . δὲ Α. γὰρ Edd. 6. κατεμβλέψεται Β. κατεμβλέψας τε Α. καταβλέψεται Edd. 7 . νέμοι Β. ἐμοὶ (sic) Α. νέμῃ Edd. 8. αὐτῶ Α. αὐτῶν Edd. 10, τοῦτο Α. 11. ἢ (= ἢ)—κατέγραψε pro ἡ—καταγράψασα Α. 16 . μικροὶ (sic) Α. τὰ om. Α. 18 . Κύριος om. Α. (22 al.) 19. διασαλεύων F. 20. συντελείας Α. (cf. 228.) 25. ἀποπαύσαι τὰ Α. ἀποπαύσῃ τὰ Β. ἀποπαύσαιτο Edd.)

531
δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μῆ καθ’ ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ’ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν [*](c) δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν· καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμος ἀναβήσεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα οὔσα καὶ βαπτίζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σεναχηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ’ αὐτῶν [*](d) ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.

Οὐκοῦν ἔσται τοῖς προσκρούουσι καὶ καταλυποῦσι Θεὸν ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώ- [*](Hiob xii. 14.) “ που, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς [*](e) τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ’ ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ [*](Phil. iii. 14.) φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυμοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν [*](3. ἔφην (sic) Α. 5, ὑμᾶς Α. ἡμᾶς Edd. οἴεσθαι Edd. invitis Α. Β. 7. τῇ alt. assumptum ex Α. Β. 8. ἐπαφιεὶς Β. ἐπαφεὶς Α. Edd. καἰ alt. assumptum ex Α. Statim οὔτι—αὐτὴν om. Β. 11. δονεῖσθαι Β. 14. πάντα assumptum ex Α. post καθέλκουσα ponit Β. 15, τε assumptum ex Α. 16, κατ’ pro ὑπ’ Α. 19, ὅτε pro ἔσται Α. λυποῦσι Β. 24. δήπου. om. Β. τὸ assumptum ex Α. 28. καταλαμπρύνωμεν Edd. invitis Α. Β. Statim διανηξόμ.—ἀξιοῦν (fin. scholii) om. Β. τὰ om. Α.)

532
εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν.

[*](6)

Ὁ οiκοδονῶ εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν· ὁ προσκαλούμενος τό [*](345 Α. a) ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέω αὐτὸ ἐΜ προσώπου τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.

Kαὶ διὰ πλειόνων ἔτι καταδεδίττεται λόγων τοὺς ἀποφοιτῶντας Θεοῦ, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, εὐτέχνως τῆς θείω φύσεως τὴν ὑπεροχὴν καὶ τὸ παναλκὲς ἐξηγούμενος, καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ἰδίους λόγους ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. [*](Supra ver. 5. b) “ Ὁ γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν,” κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα τεθέαται. [*](c) κλῖμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ [*](Gen. xxviii. 13.) “Ὁ μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ’ αὐτῆς,” ἀναβαίνοντας [*](Ib. 12.) δὲ καὶ καταβαίνοντας δι’ αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέ- [*](1. Hoc φημι assumptum ex Α. 3, τὴν prius assumptum ex Α. Β. (XII mg.) αὐτοῦ om. F. Edd. (Co.) 4. αὐτοῦ om. F. Edd. (Co.) τῆς assumptum ex A.B. (Vat.) deest in Edd. (Alex.) προκαλούμενος Α. Edd. 6. Haec ὁ Θεὸς ὁ accesserunt ex A.B. (Alex.) 7. καταδέδεικται Α. 11. παραποδίζοντος Α. 13, κατά γε] Sic correxi. κατά τε Α. κατὰ Edd. δὴ οὗτος om. Β. 14. τὸν om. Α. οὐρανὸν] + τὴν Edd. invitis Α. Β. cf. infra c. 346 a. 15. δὲ assumptum ex Α. post οὐχὶ ponit B. 17. ὡς om. B. 18. κτίσιν assumptum ex A.B. 19. οὐρανὸν Edd. Statim δὲ Α. γὰρ B. Edd. 21. Haec ὁ θεσπέσιος accesserunt ex A.B. 22. ἦν assumptum ex Α. μέχρις Α. Β. ἄχρις Edd.)

533
λους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αυτου.