In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾿ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.

[*](e)

Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες [*](Supra ver. 1.) ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ [*](317 Α. a) πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες.

Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ [*](1. ἰδίων pro ἢ λαῶν Α. 2. ὂν Β. Pont. ὂν Aub. ἦν Α. 4. ἐπεστρωμένους Edd. ante Migne. 8. φησὶν om. Α. οἱ prius assumptum ex Α.Β. (Alex.) 9. νομῆς] + μου Α. (Alex.) sed αὐτῶν legitur infra 620 c. 756 e. 10. κινδυνεύσει Β. κινδυνεύει Edd. 13. διεσκορπίσθησαν] + τὰ πρόβατα Β. 17. ἀγάπην Edd. 19. καὶ pro οἱ iid.)

487
εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πὼς τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ [*](b) λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προκριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ’ ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἃν μάθοις. ἐπ’ αὐτοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ [*](c) ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, Προσέθεσαν δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται.

Ὅτι ὤμοσε Κύριος καΘ’ ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πάσαν τὴν [*](8) ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.

Τὸ ἀμετάθετον τῆς ὀργῆς ἀποφαίνει, δεικνὺς ὀμωμοκότα [*](d) Θεὸν, ὡς εἴη μεμισηκὼς τὴν ὕβριν τοῦ Ἰακώβ. καὶ οὐ δήπου φαμὲν ὅτι τοῦ προπάτορος ἡμῶν Ἰακὼβ ὁ θεῖος ἡμῖν λόγος ποιεῖται κατάῤῥησιν· κομιδῇ γὰρ εὔηθες τὸ τῇδε νοεῖν, ὅτι καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ [*](4. εἰς assumptum ex Α 5. γὰρ] + φησι Edd. invitis Α.Β. ἐξ ἵππων Α.Β. ἵππων ἐξ Edd. ἐξ om. b. 6. Πεπαύσεται τῆς ὅγ’. τῶν ἐν Σ. τὸ πρόκριτόν Β. πεπαύσονται τῆς ὅγ’. τῶν ἐν Σ. πολλοὶ Edd. 8. προσόδους Α. 9. ἐμβάτην Α. 10. δὲ assumptum ex Α.Β. καὶ alt. om. Α. 13. ἃ pro ἂν Α. 15. Haec δὲ κα assumpta ex Α.Β. 16. δὲ pro τι Α. 23. Assumpta ἡμῶν ex Β. θεῖος ex Α.Β. ἥμιν ex Α. 24. εὐθὺς pro εὔηθες Α. 20. ἐν ἐμβρύοις (ἐμβρίοις Α.) Α.Β. ἔμβρυον Edd. ἁλλ’ Ἰακὼβ pro Ἰακὼβ δὲ Β.)

488
Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῆ· μεμισηκέναι φησίν. [*](e) ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρωθεῖσθαί - φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τούτοις μήδε’ ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον;

[*](318 Α. a)

Ὀμώμοκε τοίνυν καθ᾿ ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. [*](Heb. vi.13.) καθ᾿ ἑαυτοῦ δὲ, ὅτι “κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι.” τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἢν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἃν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ’ αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν [*](Hier. v. 1. b) ἔφη ἔφη διὰ φωνῆς Ἱερεμίου “Περιδράμετε ἐν ταῖς ὁδοῖς “Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις “αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν “πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῆ τοῦ βίου [*](c) φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα [*](1. ὧν τὴν om. Α. 3. ὑπεροψίας Edd. παρωθῆσθαι iid. ante Migne. 6. μὴ pro μηδὲ Β. Statim ἐπαϊέναι (sic) Α. 11, μείζονα Edd. 13. Haec τοῦ Ἰακὼβ assumpta ex Α.Β. Statim καὶ ἁπάσας δὲ αὐτοῦ om. Α. αὐτῶν pro αὐτοῦ Edd. 14. Haec ἐν αὐταῖς αὐτοῖς Α.] ὁ τῶν θείων θελημάτων ἐκπληρωτής θεραπευτής Α.] οὐκ ἦν accesserunt ex Α.Β. 18. ἁνδάνον Edd. 19. φησὶ pro ἔφη iid. 21. ἀγαπῶν habent Α.Β. 22. αὐτῇ Α. (XII.) αὐτοῖς Β. Edd. (A.V. XII mg.) 26. χώρα pro χρεία (sic) Α.)

489
τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα.

Καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν. κὼ ἔσται [*](9) ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες έν οἰκίᾳ μιᾷ καὶ ἀποθανοῦνται, καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, κὼ λήψονται οἱ οἰκεῖοι [*](10) αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶ ἐκ τοῦ οἴκου, καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ οὐκ ἔτι· καὶ ἐρεῖ Σίγα, ἕνεκεν τοῦ μὴ [*](d) ὀνομάσαι τὸ δόμα Κυρίου.

Ἐπειδὴ γὰρ μεμίσηκε μὲν αὐτῶν τὰς χώρας, καταμυσάττεται δὲ καὶ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ἀλαζονείαν αὐτῶν, αὐτάνδρους τὰς παρ’ αὐτοῖς διολωλέναι πόλεις ταύτῃτοί φησι. τὸ δὲ ὅπως ἕκαστα τοῖς ἐκείνα πεπλημμεληκόσι συμβήσεται, διερμηνεύει λεπτῶς. ἐξαρῶ γὰρ, φησὶν, ἣν ἃν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ. κἂν εἰ γένοιτο τυχὸν δεκα τινας τῶν ἐκ μιας ὄντων οἰκίας διαδρᾶναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι [*](e) δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ μυχῶν.

Διαδέξεται τοίνυν τὴν τοῦ παίοντος χεῖρα, φησὶν, ὁ λιμὸς, καὶ ἀποκτενεῖ τοὺς κεκρυμμένους. ἀποκεχωρηκότων δὲ τῶν ἐχθρῶν ἥξουσί τινες τῶν ἐξ αἵματός τε καὶ κατὰ διάθεσιν οἰκειῶν, καὶ παραβιωνται του εξενεγκειν τα οστα αυτων. τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες [*](a 319 Α.) [*](1. τισι assumptum ex Α.Β. 3. κατοικοῦσιν αὐτήν Β. κατοικοῦσιν αὐτῇ Α.̀ ἐν αὐτῇ pro κατ’. αὐτήν F. Edd. (Co.) 4. δέκα om. Edd. (Co.) κα ἀποθανοῦνται om. Α. 5. οἴκοι pro οἰκεῖοι (sic) Α. 6. παραβιάσονται Α. 7. εἰ om. Α. 8. ἕνεκεν 8. Β. (26. al.) cf. infra. ἕνεκα Edd. 9. ὄνομα] + τοῦ iid. invitis A.B. (A.V. c.) 10. καταμυσσάττεται Edd. καταμισάττεται (sic) Α. 12. διολωλέναι Β. διολλύναι Edd. 13. ἐκείνων Α. 15. βούλομαι Aub. 17. τῶν om. A. 21. λιμὸς Α.Β. λοιμὸς Edd. 24. παραβιάσονται (ut supra) 25. τίνα Α. Edd. τίνας Β.)

490
λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμάτων, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοιχομένοις καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. [*](b) οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ’ ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς. ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής.

Ἀλλ’ εἰ τοῦτο λέγοιεν οἱ τῆς οἰκίας προεστηκότες, ἀντακούσονται, φησὶ, παρὰ τοῦ τὴν πεῦσιν προσάγοντος Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κύρου.

Kαὶ τί δὴ τοῦτό ἐστιν, ἀναγκαῖον ἰδεῖν. τινὲς μὲν οὖν [*](c) οἴονταί τε καί φασιν, ὅτι μέλλοντας ὀμνύναι τοὺς τῆς οἰκίας προεστηκότας, οἱ ἐρωτῶντες κατασιγάζουσιν, ἵνα μὴ ὀμόσωσι τὸ ὄνομα κυροῦ. προσεπάγουσι δὲ, ὅτι πρὸς τοῦτο τοῖς ἐξ Ἐφραῒμ τῆς ἐσχάτης ἀφιλοθεΐας κατώλισθεν ὁ νοῦς, ὡς μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πὼς τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἐστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν [*](d) οὐδείς. ἀλλ’ ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων [*](2. σεσηπότων Edd. invitis A.B.b. 4. τολμώντων (sic) Α. 5. οὖν om. Α. 6. λοιμοῦ Edd. συμπαθὲς] τληπαθὲς Α. 7. καὶ prius assumptum ex Α.Β. 10. ἢ A.D. εἴτε Edd. 11. ἀποκρίνεται A.D. ἀποκρινεῖται Β. Edd. 12. ἔνδειξις D. habet ἀπόδ. Α. 14. περὶ Edd. ante Migne, repugnantibus libris. προσαγαγόντος Α. 18. προεστῶτας Β. κατασιγάζουσιν A.D. κατασιγάσουσιν Edd. ὀμώσωσι Edd. ante Migne. 23. μὲν assumptum ex D. deest in Α. 25. ἐν πληγῇ καὶ μάστιγι A.B.D. ἐκ πληγῶν καὶ μάστιγος Edd. γεγονότες Α. Statim σωφρονεστέρους add. Edd. invitis omnibus. που assumptum ex D. 27. οὐκ om. Α.)

491
ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας ἐρωτωμένοις εἴ πη τις ἄρα παρ’ αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ’ αὐτοῖς;

Τί οὖν ἐστὶ τὸ ἐρεῖ Σίγα ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα [*](e) Κυρίου; φαμὲν, ὅτι τὴν κατὰ Θεοῦ κατάρρησίν τε καὶ βλασφημίαν ἔθος ἢν οὕτως ἀποκαλεῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν [*](Lev. xxix. 10sqq.) ἀλλήλοις ἐν τῆ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμα- Τημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθόλευστος. ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω λέγων “Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν [*](Ib. 15, 16.) “ λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- [*](a 320 A.) “τούσθω.’’ οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσθημεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πὼς ἐν λύπαις, παλιμφήμους ἐσθ’ ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ’ αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὄνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. [*](b) τοῦτο δ’ ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ’ ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ. ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν [*](3. γὰρ om. Β. habet Α. 4. εἴ πη Α. εἰπεῖν Β. Edd. τις] Sic correxi. τίς Edd. 5. λανθάνει habent A.B. 10. ἔχοντας Α.b. μὲν assumptum ex Α. b. 11. ὅτι om. Α. Statim δύστηνοι pro δύο τινὲς Β. 14. τῶν pro τὸν Α. b. 15. ἀν’ Α. ἐὰν Β. Edd. 17. δυσφημία pro τὸ δυσφ. Α. b. 18. ἐκπεφώνηκε Α. ἐκπεφονημένη (sic) b. 20. κατὰ] + τοῦ Β. 22. καί τι Β. καὶ τί b. καίτοι Α. Edd. πεπορθότα Edd. ante Migne. ἐξ ἀνηκέστου Α.Β. b. ἐξανηκέστου Α.b.) ἐξανηκέστων Edd. 23. συμφορῶν Edd. ἐπιτομιεῖ Α. 25. δέ b.)

492
τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι [*](c) καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ.

[*](11)

Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸv οἶκον τὸν μέγαν [*](d) θλάσμασι, κὼ τὸν οἶκον τὸν μικρόν ῥήγμασιν.

Αλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. οἶκον δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν [*](e) ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.

Εννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πὼς ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ’ ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον [*](1. παραλελειμμένους Edd. invitis A.B.D. b. 2. ἔτι post Θεῶ tr. D. Statim τῷ add. Α. Edd. invitis B.D. 3. κοὶ pro κἂν Β. κἂν habet D. 5. πατράσιν pro τοῖς πράγμασιν Edd. 9. ᾑρημένους] + πράττειν δὲ (sic) Α. voluitne πράττειν τε ? 10. ἁνδάνοι Α. ἁνδάνει Edd. 11. Διότι] ὅτι Edd. (130, 311.) ἐντελεῖται F. Edd. (42, 130, 311.) 12, οἶκον τὸν om. Β. 15. σαφηνίζει Edd. 17. ὁρίζοι Β. ὁρίζει Α. Edd. 19. Haec μὲν γὰρ accesserunt ex Α. Β. b. 20. καὶ] + ὁ Edd. invitis Α.B. b. 21. ὁ assumptum ex Α.Β. ἦν] + ὁ b.)

493
τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς [*](a 321 Α.) ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις.

Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; [*](12) ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.

[*](b)

Ὅτι δὴ πάλιν αὐτὸς ἐνετέλλετο καὶ πατάξειν “τὸν οἶκον Supra “τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασι, κἂν εἰ διὰ τῆς τῶν Ἀσσυρίων πράττοιτο χειρὸς, πάλιν ἡμᾶς ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ’ ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ’ ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμήκασιν οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ [*](c) πετρώδους ὄντος λαοῦ, καὶ ὑπ’ οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ [*](1. τοῦ assumptum ex Α. πολλὴν pro τελείαν Α. invito Β. 2. δύσοιστον pro δυσίατον Α. ἀπὸ μέρος Α. 4. οὖν Α.Β. ἦν Edd. ὡς ὁρᾷ Α.. ὡ̣ς ὁρᾷς Edd. Neutrum habet Β. 6. γοῦν pro δὴ Edd. inntis A.B. 10. ὑμεῖς assumptum ex A.B. (Alex. XII.) 12. ἐνετέλλετο Α. ἐντέλλεται B. Edd. πατάξειν Α. πατάξει Β. κατάξει Edd. 14. τράποιτο pro πράττοιτο Α. 15. ἀναπείθει Edd. 17. ἵππος ἀλλ’ ὁ Α. ὁ ἵππος ἀλλὰ Edd. πιστοθεῖν (sic) pro εἰς τὸ θέειν Α. 18. τισὶν ᾖ pro τις εἴη (sic) Α. πόλεως pro πλέως Α. 19. πῶς] Sic correxi. Edebatur πὼς. 22. ἁλλὰ Θεός ἦν Β. ἀλλ’ ἦν Θεὸς Edd. ἠτιμασμένος Β. ἡτοιμασμένος (sic) Α. ἠτιμωμένος Edd. 23. πολεμοῦσι] πολεμίοις iid. 24. φησὶν οὐκ ἂν παῦσ’. inv. ordine iid.)

494
τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων [*](d) πο,ιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὺμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέψατέ φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιοσύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ’ οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα.

Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται [*](e) δέ’ καὶ σφόδρα δικαίως. ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παροτρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ;

[*](13)

Οἱ εὐφραινόμενοι ἐπ᾿ οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῆ [*](14) ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδού ἐΓὼ ἐπεγείρω ἐφ᾿ ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ εθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν [*](322 Α. a) εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.

[*](Supra ver. 12.)

Ἐστρέψατε τοίνυν φησὶ, “κρῖμα εἰς θυμὸν, καρπὸν δὲ “δικαιοσύνης εἰς πικρίαν ὑμεῖς,’’ οἱ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν [*](1. τοῖς assumptum ex Α.Β. (suprascriptum Α.) 4. ὀργὴν Β τίς assumptum ex Α.Β. 5. ἐμοὶ Edd. 7. προθυμίας Α. ὁ φωναῖς] + τὸ Edd. invitis A.B. 15. ὑμῖν iid. 16. ἀγαθῷ assurnptum ex Β. (22 al.) 17. ὑμῶν Edd. Statim ἔχομεν iid. (91, 95, Κύριος τῶν δυνάμενω add. Edd. (Vat.) 19. τοῦ om. F. Edd. (Co.) 20. τοίνυν assumptum ex Α. ’δε om. Α.)

495
ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν ἠ’ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, [*](b) ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ καταδυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ’ ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξουσιάζοντι Θεῶ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων “Ὅτι τὸ καύ- [*](c Ps. lxxxviii. 18.) “χημα τῆς δυνάμεως ἀυτῶν εἰ σὺ. καὶ πάλιν “Ἐν σοι [*](Ps. xliii. 6, 7.) τοὺς ἐχθροὺς ἤμων κερατιοῦμεν, καὶ ἐν τῳ ὀνόματί σου “ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ “τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με.” πᾶσα γὰρ ἰσχὺς παρ’ αὐτοῦ, καὶ οὐκ ἃν γένοιτό τι παρ’ ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. “κύριος γὰρ συντρίβει πολέμους,’’ κατὰ τὸ γεγραμμένον.

[*](Exod. xv. 3.)