In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Αλλ’ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι’ ἢν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις [*](c) ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς [*](4. assumptum ex Β. 6. ἀπηλγηκὼς Α. σμικρὰ Β. σμικρὰ (= μικρὰ) Α. μικρὰ Edd. 7. τε assumptum ex Α. 8. πρὸς Edd. 11, καὶ prius om. Α. ἐπαγάγοντος Β. ἐπάγοντος Edd. 12. δυσαλγήτως Α. δυ’ reliquis litteris, pagina finita, omissis Β.] ἀλλ’ ἀναλγήτως Edd. 14. ἠρκέσθην Α. Β. ἠρκέσθη Edd. προσεπήγαγε iid. 15. Σοδόμοις Α. Edd. Σοδόμων Β. 16. διὰ τῆς θείας ὀργῆς om. Β. 18. ὅτι om. Α. (42, 240.) 20. δὴ om. Α. ἀναμαθεῖν Α. μαθεῖν Edd. 21. πληττομένου ὑμῶν Edd. invitis Α.Β. 22. ἐπιβοῶντός Α. βοῶντός Edd. ἐκκαλεῖσθαι iid. 23.. φησὶν assumptum ex Β.)
Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων [*](13) εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιὼν ὄρθρον καὶ [*](d) ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ δόμα αὐτῷ.
Tῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῆ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτερίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς [*](e) ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.
Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπιγινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι [*](a 296 Α.) καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, [*](2. Θεὸς assumptum ex Β. 3, ἀληθῶς Α. ἀληθὴς Β. ἀληθεία Edd. 4. ἐξηυρημένος Α. ἐξευρημ. Edd. Statim καὶ add. Α. κοὶ pro ἢ Edd. Statim λίθου Β. λίθοις Α. λίθων Α mg. Edd. 8. ὕψη A.B.F. (Alex.) sed cf. infra. ὑψηλὰ Edd. (Vat.) ὁ alt. om. Edd. (36, 97,310, 311.) 12. ἐλέγχηται pro ἐκφαίνηται Β. 14. ἑαυτὸν om. A. 15. τῶν prius Α. τὸν Edd. τὴν pro τῶν alt. iid. 16. ἀνημένον iid. 17, ὑψώματος om. Α. πάσης Α. 21.γενητοῦ] Sic correxi ex Α. γεννητοῦ Edd. 23, τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς Β. τὴν ἐξουσίαν, τὸ παναλκὲς, τὴν ὑπερβολήν Α. ἐξουσίας τὸ παναλκὲς κοὶ τὴν ὑπερβολήν Edd. 25. κοὶ prius assumptum ex A. Statim συννεφίαις Α.)
Θέα δὴ οὖν, ὅσην ἐφ’ ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προειρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- [*](d) κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- [*](4. οὐ Edd. 5, βασιλείαν iid. 8. ἐν ἀέρι τε] ἐναέριόν τε Edd. invitis A.B.b. 9—11. Haec καὶ τὴν — ἐκ τοῦ Πνεύματος desunt in τῆς φωνῆς pro τὴν φωνὴν Α. 11. τοῦ om. Β. 12. συνάγων Β. συλλέγων Edd. 14. θέλοιμι Α. ἐναβρύνεσθαι Α. ἐνιδρύεσθαι Β. ἐναβρύνασθαι Edd. Statim θάκοις Α. 17, τὸ pro τοι Β. 18, ὁ prius assumptum ex A.B.b. 20. αὐτοῦ Α. 22. τὴν assumptum ex Α. Β. 28. τε pro γε Edd.)
Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς [*](Κεφ. ε΄.) θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ [*](2) ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.
Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι [*](a 297 Α.) καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ’ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, [*](b) συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε [*](2. σωφρονίζοντος] + καὶ Edd. δὲ assumptum ex Α. Β. 3, καταπαιδεύοντος Β. καταπαίοντος Α. Edd. 4, ἦν assumptum ex Α. ἀναμαθεῖν om. Β. retinui cum Α. 6. τὸν om. A. τοῦτον om. F. Edd. 7. θρηνῶν F. οἶκος] + τοῦ Edd. (XII.) προσθῇ Α.Β. (Alex. XII.) προστεθῇ Edd. προσθετῇ (sic) F. προσθήσει Vat.] Statim τοῦ om. Edd. (Co.) 8. τοῦ om. F. Edd. (91, 97, 153.) σφάλη F. Edd. αὐτῆς Α.Β. (XII.) αὐτοῦ Edd. (Vat.) [Neutrum habet ἐσφάλη 9. ἀνιστῶν F. αὐτῆς (22. al.) [oi ό ἀνιστῶν XII mg.] 10, Haec τὰ κακὰ assumpta ex Α. 13. διανιστῶντες Edd. 14. οὐδέπω Α. οὔπω Edd. 17. ἴδια Α. 18, τὸν om. Α. ut supra. 20. ἐφ’ Α. εἰς Β. Edd. 21. 8(1 pro δὴ Α. ἐστι om. Α. 23. ἡ assumptum ex Α. 24. τε assumptam ex Α.)
Πέπτωκε δὲ καὶ ἑτέρως ἢ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- [*](1. παροτρυνομένου A. 2. ἐγείρων Α. 3. ἐσφάλη Aubertus. Statim γὰρ add. Β. Edd. invito Α. παρθένος A.B.b. παρθένια Edd. Statim τουτέστι pro ἀντὶ τοῦ iid. invitis A.B.b. 6. κα alt. om. Ἁ. (23.) 7. ὲσφάλη Edd 8. ἐπόρνευσε Β. 9. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτε] πάλοι μὲν γὰρ πεπόρν. ἐν Αἰγύπτῳ b. 13. νυν Α. nivitis Β.b. Hoc μαχλὰς accessit ex b. μάλα post δὲ add. Α. τῆς] Sic edidi ex B. γῆς Edd. 15. ἀληθοῦς Edd. invitis A.B.b. 18. Haec λοιπὸν ὁ accesserunt ex Α. βεβιασμένη· πόθεν] Sic correxi. βεβιασμένη ποθεν Α.Β. Edd. 19. κατερῥαγμένη· οὐκ Α. κατερραγμένην οὐκ Edd. 20. ἐγείρων Α. γε om. Α. 24. ἔλεγχον pro ὄλεθρον Edd. invitis Α.Β. 25. πάλιν Α. μόνην Edd.)
Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, [*](3) ὑπολειφθήσονται ἑκατόν· κω ἕε ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.
Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολεμοῦ τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ [*](b Supra iv. 4.) μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.
Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων “Παίδευσον ἡμᾶς, Κύριε, [*](Hier. x. 24.) “πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς “ποιησῃς.
Διότι τάδε λέγει Κύριος πρὸς τὸ οἴκοι Ἰσραήλ Ἐκζητήσατέ με [*](4) κὼ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθήλ καὶ εἰς Γάλγαλα μὴ [*](c) εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι [*](5) Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν κύρω καὶ ζήσατε, [*](6) [*](1. αὕτη Β. αὐτὴ Edd. 5. οἴκῳ om. Α. 8. κατακομίζοντος b. 10. παροτρύνοντες Α. παροτρύνοντες Edd. Fit vacuum in Β. Statim ἀνηνέγκασι Α. 11. πνεύμασιν pro δαίμοσιν Α. τριημέρειαν Β. αὐτῶν assumptum ex Α. 12. δεκατέρᾳ pro δεκάτῃ Edd. 15. οὖν om. Α. 19. πρὸς] ἐπὶ F. Edd. (42.) οἶκον] + τοῦ Edd. (Co.) ἐμὲ Edd. (Co.) 20. ζήσετε F. Edd. (Co.) 21. ἀναβαίνετε A.B. (Alex. XII.) cf. infra 299 a. διαβαίνετε Edd. (Vat.) Statim διότι F. Edd. (Co.) 22. αἰχμαλωτιζομένη F. Statim αἰχμαλωτευθήσεται Α.Β. αἰχμαλωτισθήσεται Edd. ἔσται ὡς desunt in Edd. 23. ζήσατε Α. Edd. (Vat. XII ante corr.) ζήσετε F. (Alex. ΧΙΙ supra lineam) ζήσεσθε Β.)
Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπόγνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνειλημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ [*](Joel ii. 13.) ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ “μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν [*](Ezek. xviii. 23.) αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ [*](e) “ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς [*](299 Α. a) ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.
Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μῆ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ [*](1. ὁ om. Edd. (Co.) καταφάγεται Α. (Alex. ΧΙΙ.) cf. infra 299 c. καταφάγῃ Edd. (Vat.) κατέδεται Β. (86 mg.) 4. ἐπειλημμένους Α. 5. τοῦ assumptum ex Β. 7. τὰ deest in Edd. 9. μακρόθυμός] + τε Α. 10. καθὼς Edd. 11. φωνῆς assumptum ex Α.Β. 12. ἀποθνήσκοντος Α. cf. in S. Joannem 725. e. ἁμαρτωλοῦ Β. Edd. τὸ] τοῦ Α. ἀποστρέψαι Α.Β. ἐπιστρέψαι Edd. 13. αὐτοῦ assumptum ex Α. (Alex.) 14. ἡμῖν ante Migne. 16. ἀθυμίας iid. 17. λατρεύσατε Α. λατρεύητε Β. λατρεύετε Edd. Statim τῷ φύσει τε Θεῷ κοὶ ζωοπ. καὶ σώς. Β. 18. ἔξω τε παντὸς Β. καὶ π. ἵξω Edd. 19. δεῖ Β. δεῖν Α. Edd. δὴ om. Β. 20. ἐξωθοῦντας om. Α. ἀποστάσεως Edd. 21. δὲ pro τε Α. 22. Haec λοπόν τῷ παναγάθῳ πανάγνῳ Α.] accesserunt ex Α.Β. 23. διασαφεῖ Edd.)
Καλὴ τοιγαροῦν ἢ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας [*](d) αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς.
Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·
[*](7)[*](1. τοῦ φιλιστιεὶμ Edd. τῶν alt. om. Α. 2. ὅ τε θεσπέσιος accesserunt ex Α.Β. 3. εἰρηνικὰς A. b. εἰρήνης Edd. 4. μετωνόμαστο B. μετωνόμασται Edd. εἰς om. Α. b. habet Β. 5. ἐν ante Γαλγ. add. Α. 6. λίαν assumptum ex Β. deest in Α. 7. ἀπατωμένοις] πανωμένοις ἀπατωμένοις] Statim περιτιθεῖσαι Edd. 8. προσέταξεν Edd. invitis Α. b. 16. τῇ aeent in Edd. 18. Ἰσραὴλ αὐτοὺς inv. ordine iid. 19. λέγῃ B. et a. m. alia Α. λέγοι Edd. καὶ pro κατὰ Edd. ante Migne. 21. καλὸν Edd. 22. τε om. Α. 23. οὐτῇ Edd. 24. ἀπαλλ. συμφορᾶς hoc ordine Α. 25. Κύριος accessit ex A.B. (Alex. XII.))ποιῶν πάντα κω μετασκευάζων, κὼ ἐκτρέπων εἰς τὸ πρωΐ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ἵδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐμ πρόσωπον τῆς [*](e) γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῶ. ὁ [*](9) συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐΜ ὀχύρωμα ἐπάγων.
Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων [*](300 Α. a) ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ’ αὐτοῦ δικαιοσύνης κατεζεῦχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξη, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς [*](b) ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῆ νόμους, καθ’ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ’ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ’ αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι ’δε ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντεποιῶν] [*](1. ὁ ποιῶν Edd. (Vat.) κατασκευάζων F.(Co.) 2. σκοτάζων F. (Co.) 4. ὁ sec. om. F. Edd. (XII.) αὐτοῦ F. Edd. 6. Μυσταγωγὸς iid. 9. τῷ τῶν ὅλων .... Θεῷ Α. τῶν ὅλων .... Θεὸς Β. Edd. 15. μετὰ φόβου Α.Β. μὲν φόβῳ Edd. 16. πνευματικῶν pro πνευμάτων Edd. 17. ἔχῃ iid. εἰ pro εἰς iid. ante Migne. 18. καὶ εἰς γῆν] καὶ ἀπὸ γῆς τε Α. 19. ὁ τοίνυν φησὶ τῶν ὅλων Α. τοίνυν φησὶ τῶν ὅλων ὁ Β. ἐγὼ τοίνυν φησὶν ὁ τῶν ὅλων Edd. 21. αὐτῆς Edd. ἐντιθεὶς Β. συντιθεὶς Α. Edd. 23. τοῖς Α. τοὺς Β. Edd. 24. εἰ Α. καὶ Edd. 26. μετασχεῖν Α. 27. ὁ pro ὡς Edd. αὐτῷ παντελῶς οὐδὲν Α. οὐδὲν αὐτῶ παντελῶς Edd.)
Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, κὼ λόΓοι ὅσιον ἐβδελύξαντο.
Αντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι [*](Supra ver. 9. c) “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὁχύ- “ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι’ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ’ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, Βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν [*](d) καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παρρησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ [*](1. αὐτοῦ Β. ἐπ᾿ αὐτῷ Α. ἐπ᾿ ἀντῶν Edd. 2. ei assumptum ex Α.Β. εται Edd. 4. ἐν assumptum ex Α.Β. 5. ὑπερηθανίας Β. ἀπειθείας Α. Pont. ἀπαθείας Aub. 8. φησὶν om. Α. Haec κατὰ τὸ γεγραμμένον desunt in Edd. 14. ἐλέγχοντας Β. invito Α. 17. προσετίθη Edd. 24. ἀπορθοῦν Α.Β. ἐπανορθοῦν Edd. 28. καὶ prius om. Β.)