Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
δεῖξον δὴ οὑν τῶν δογμάτων τὴν συμφωνίαν καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον‘. οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσς, πρὸς τὸν Απολινάριον ἔφη· θαυμάξω σε, ὦ φιλότης, οὕτως ἀναίδην τῇ ἀληθείᾳ μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος Δάμασος τελείαν ὑπὸ τοῦ θεοῦ λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν, σὺ δὲ τοὐναντίον λέγων διατελεῖς· τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς.
εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦντες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν καὶ τοὺς θείους λάβε σηκούς«.
ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέπαυσε παρρησίαν. Μελέτιος δέ, ὁ πάντων ἀνθρώπων ἕο φιλοφρόνως ἅμα καὶ ἠπίως ἴφη πρὸς τὸν Παυλῖνον·
ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ οὐ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην· κοινῇ δὲ τὰ πρόβατα νέμοντες κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν.
εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι τειράσομαι. ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς εὐαγγέλιον, ἑκατέρωθεν [*](B V F HN (n) + GSP (s) = r AL (y)) [*](3 ἐνκατειλεγμένοσ Β ι 5 φιλότης] φίλε Β amice Cass., zu Z.23 ι 6 συγγένειαν = Nic.] εὐσέβειαν n, consortmm Cass. ι τὴν2 nur in B, vgl. Haeret. Fabul. 425 C | 10 οὕτος B ι ἐπιστομήσασ BG ι 11 φιλότης VF Nic. φίλε B φίλος ry amiee Cass. ι οὕτως vor ὦ ~ VF, Cass. wie im Text ι ἀναίδην) ἀναιδῆ B ἀνέδην YS, impudenter Ca.ss. ι 11/12 τῆσ ἀληθείας N κατὰ τῆς ἀληθείας H 12 ἐπιστάμενος VF ι 13 θεοῦ > n, deo Cass. ι 14 τὸν γὰρ — 15 ἀποστερεῖς = Cass. Σ > n ι 16 τὴν2] τὴν τοῦ L ι 20 ἔφησε n ι 21 τὴν ἐπιμέλειαν προβάτων > F ι ὁ τῶ; προβάτων = Nic. Σ] ὁ τῶν ὅλων L > Cass. ι 22 = Nic. Σ] κοινὴ Fn, als Imperativ mißverstanden von Cass. ι 23 = Nic.] φίλε B amice Cass.; s. Gr. aff: cur. S. 29, 14; 42, 12; 121, 16 u. oft [Raeder] | 24 διαλύσωμεν n ι 26 θῶκος] θρόνος B Nic. ι καὶ] δὲ B, etimn Cass.)