Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται [*](15—S. 266, 21 Theodoret. Relig. Histor. 8 PG 82, 1372 D) [*](* 15—S. 266, 19 Cass. VIII 4 — 15 — S. 268, 6 Niceph. H. Ε. XI 25 16—S. 266, 17 Michael Syr. VII 7 S. 302) [*](B V2 F HN (n) + GSP (s) = r AL (y)) [*](1 μὲν] δὲ B, quidem Cass. ι τε > B ι τις] δὴ B, quidam Cass. ι διειδής = perspicims Cass.] διηδέστατοσ B, διειδέστατοσ Cod. Nie. ι2 ἀρδείαν) ἀνδείαν H ἀνδρίαν N ἀνδρείαν BFS, vgl. ουeε quidem proprias irrigabat Cass., und unten V ι 5 ι προέφερεν V2 ι 5 ὑπέμενεν BV2S sustinehat Cass. ὑπέμεινε die übr. HSS ι μὲν > GS ι 7 τὸν μέγαν Διόδωρον] διόδωροσ ὁ μέγας GS ἤλειφεν] εἴληφεν BY-NGy, nnrjehat Cass. ι 8 γὰρ] δὲ V2 > F, namqiie Cass. ι 10 τε > n ι 12 ὁπλοθήκης B βελοθήκης Fry Nie. ἰοδόκης V2 ι ἐκ nur in Β, suae mentis sagittas congruas Cass. ι προέφερεν n, offerebat Cass. ι 13 ἀραχνίασ Fry ι 15 κݲςݲ am Rand HSS ι 17 καταλιμΠάνων BV2F deserens καταλιπὼν rA u., nach καλύβην ~, L ι 18 οὑν > B ι 19 ἐν > F ι 22 βόρραθεν B I παραρῖ B παραρέει V2 ι 23 διόροφοσ BV2 διώροφος Fry Cod. Nie. ι ἐπωκοδομεῖται B)
μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα. διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσήκουσαν ποιησόμενος θεραπείαν.
τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίξοντα· καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος ἔφη πρὸς αὐτόν· »που σὺ βαδίζεις, εἰπέ«. ὁ δὲ σοφώς ἅμα καὶ προσφόρως· »ὑπὲρ τῆς σῆς«, ἔφη, ἔφη, »προσευξόμενος βασιλείας‘. ἀλλ’ οἴκοι σε μένειν ἐχρῆν‘, ὁ βα- σιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον‘.