Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσίν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.