Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.
ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς 5>ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. ἐπειρῶντο γὰρ πανουργίᾳ τινί >καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας >λισκομένους εὑρόντες Γερμάνιόν τινα καὶ Αὐξέντιον καὶ >τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμποιοῦντας·
ὢν ἡ διδασκαλία ψία μὲν οὔσα πὰν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ’ οἶς κακῶς >ἐφρόνουν, εἰς τὸ συμβούλιον ὑμῶν μετήγαγον ἑαυτοὺς ὡς ><ἕτερόν> τι γράφειν.
ἢν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν >ἐξελέγχων.
>Ἵν᾿ οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καἰ >ραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη >πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ >ειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι·