Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν >τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις >φωναῖς, δι’ ἃς σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία >ἐκκλησίας. μηδεμιᾶς γοῦν θεοπνεύστου γραφὴς τῷ »ἐξ οὐκ >καὶ τῷ »ἠν ποτε ὅτε οὐκ ἠν« καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις >οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν.

ᾦ καὶ αὐτῷ καλῶς >δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ >εἰώθειμεν συγχρῆσθαι τοῖς ῥήμασιν.

>Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ »πρὸ τοῦ γεννηθῆναι οὐκ >οὐκ ἄτοπον ἐνομίσθη, τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι εἶναι αὐτὸν >τοῦ θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως.

Ἤδη δὲ ὁ θεοφιλέ- >στατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν >αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ >ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἢν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος >πατρὸς ἀεὶ πατρός, ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος καὶ >πάντα ὄντος, ἀεί τε Λαὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος.