Historia Ecclesiastica
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Περὶ τῆς κατὰ Θεὸν τούτου τοῦ ἐπισκόπου παῤῥησίας.
Ὁ δὲ μέγας Ἰωάννης τοὺς Ἐκκλησίας δεξάμενος οἴακας, τάς τε παρά τινων γινομένας ἀδικίας σὺν
Περὶ τῶν ἐν Φοινίκῃ δἰ αὐτοῦ καταλυθέντων εἰδωλικῶν νεῶν.
Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς, κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν.
Τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορηγούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλοτίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐλογίαν δεικνύς. Τοὺς μὲν οὗν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν.
Περὶ τῆς ἐκκλησίας τῶν Γότθων.
Ὁρῶν δὲ καὶ τὸν Σκυθικὸν ὅμιλον ὑπὸ τῆς Ἀρειανικῆς θηρευθέντα σαγήνης, ἀντεμηχανήσατο καὶ αὐτὸς, καὶ πόρον ἄγρας ἐξεῦρεν. Ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους, καὶ διακόνους, καὶ τοὺς τὰ θεῖα ὑπαναγινώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν. Αὐτός τε γὰρ τὰ πλεῖστα ἐκεῖσε φοιτῶν διελέγετο, ἑρμηνευτῇ χρώμενος τῷ ἑκατέραν γλῶσσαν ἐπισταμένῳ τινὶ. καὶ τοὺς λέγειν ἐπισταμένους τοῦτο παρεσκεύαζε δρᾷν. Ταῦτα μὲν οὗν ἔνδον ὲν τῇ πόλει διετέλει ποιῶν, καὶ πολλοὺς τῶν ἐξηπατημένων ἐζώγρει, τῶν ἀποστολικῶν κηρυγμάτων ἐπιδεικνὺς τὴν ἀλήθειαν.
Περὶ τῆς εἰς Σκύθας ὑπ̓ αὐτοῦ γενομένης προνοίας, καὶ τοῦ κατὰ τῶν Μαρκιανιστῶν ζήλου.
Μαθὼν δέ τινας τῶν νομάδων παρὰ τὸν Ἴστρον ἐσκηνωμένους διψῇν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νάμα προσφ̔??ʼροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοπονίαν ἐζηλωκότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν. Ἐγὼ δὲ καὶ γράμμασιν ἐντετύχηκα παῤ αὐτοῦ γραφεῖσι πρὸς Λεόντιον τὸν Ἀγκύρας ἐπίσκοπον, δἰ ὧν καὶ τῶν Σκυθῶν
Ὅπως μὲν οὗν τὴν τῶν Ἐκκλησιῶν μέριμναν ἐν τῇ ψυχῇ περιέφερε, κατὰ τὸν θεῖον Ἀπόστολον, ἱκανὰ καὶ ταῦτα διδάξαι.
Ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παῤῥησίαν μαθεῖν.
Περὶ τῆς Γαϊνᾶ αἰτήσεως, καὶ τῆς ἀντιῤῥήσεως Ἰωάννου τοῦ ἐπισκόπου.
Γαϊνᾶς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι δὲ τυραννικῷ κεχρημένος, ἐστρατήγει κατ̓ ἐκεῖνον τὸν χρόνον. πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ πεζικὴν στρατιάν. Ἐπεφρίκεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς, τὴν μελετωμένη ὑφορώμενος τυραννίδα.
Οὗτος τῆς Ἀρείου λώβης μεταλαχὼν, ἕνα αὐτῷ δοῦναι τῶν θείων σηκῶν ἐπήγγειλε τὸν βασιλέα.
Ὁ δὲ σκοπήσειν ἔφη, καὶ θεραπεύσειν ἐπηγγείλατο, καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε, καὶ τῆς δυναστείας ἀνέμνησε, καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα, καὶ παρεκάλει τῇ δόσει τὸν τοῦ βαρβάρου χαλινῶσαι θυμόν. Ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ: Μὴ τοιαῦτα, ἔφη, ὦ βασιλεῦ, ὑπισχνοῦ, μηδὲ διδόναι παρακελεύου τὰ ἅγια τοῖς κυσίν. Οὐ γὰρ ἀνέξομαι, τοὺς μὲν τὸν Θεὸν Λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν. τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών. Καὶ μήτοι δείσῃς τὸν βάρβαρον ἐκεῖνον, ὦ βασιλεῦ, ἀλλὰ ἄμφω καλέσας. ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ὑπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν, καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει. Τούτων ἀκούσας ὁ βασιλεὺς, ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέρους ἐκάλεσε.
Καὶ ὁ μὲν τὴν ἐπαγγελίαν ἐζήτει: ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων, οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾷν εὐσεβεῖν γε προαιρουμένῳ. Ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον: Ἅπας σοι, ἔφη ὁ μέγας Ἰωάννης, ὁ θεῖος οἶκος ἠνέῳκται, καὶ οὐδεὶς εἵργει προσεύξασθαι προθυμούμενον. — Ἀλλὰ ἐγὼ, ἔφη ὁ Γαϊνᾶς, ἐτέρας ὑπάρχω συμμορίας, καὶ σὺν ἐκείνοις ἔνα θεῖον οἶκον ἔχειν αἰτῶ, καὶ μάλα γε δικαίως αἰτῶ πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας. — Ἀλλ̓ ἔχεις, ἔφη, μείζους τῶν πόνων τὰς ἀντιδόσεις: στρατηγός τε γὰρ εἶ, καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι, τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν: καὶ τίς μὲν ἡ
Τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνᾶν, καὶ σιγὴν ἔχειν ἠνάγκασε.
Χρόνου δὲ διελθόντος, τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τ̔??ʼραννίδα, καὶ τὴν στρατιὰν ὲν τῇ Θρᾴκῃ συναγαγὼν, ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα. Ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο, οὔτε πρεσβεύεσθαι ἀδεῶς ὑπελάμβανε: τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.
Περὶ τῆς αὐτοῦ πρὸς Γαῖνᾶν πρεσβείας.
Τότε τοὺς ἄλλους ἅπαντας δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι. Ὁ δὲ, οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος, οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφορὰν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρμησε.
Γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβἑ??ʼτὴν, καὶ τὴν ὐπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παῤῥησίαν, ὑπήντησέ τε προθύμως πόῤῥωθεν, καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν. Οὕτω πέφυκεν ἀρετὴ καταιδεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.
Ἀλλ̓ οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρμαρυγάς: ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς, τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός.
Περὶ τῶν διὰ τὸν Χρυσόστομον συμβεβηκότων.
Ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος, οὐκ οἶδα ὅ τι πάθω. Διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος, τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. Οὖ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι.
Οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν: δυστήνους δέ τινας κατηγόρους εὑρόντες, καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόῤῥω τοῦ ἄστεος ἐκάθισαν τὸ συνέδριον, καὶ τὴν ψῆφον ἐξήνεγκαν. Ὁ δὲ βασιλεὺς, ὡς ἱερεῦσι πιστεύσας, πόῤῥω αὐτὸν τοῦ ἄστεος γενέσθαι προσέταξεν.
Ὁ δὲ, μήτε τῆς κατηγορίας ἀκούσας, μήτε τὴν ἀπολογίαν προσενεγκὼν, ὡς ἐληλεγμένος ἐφ̓ οἶς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη, καὶ τὸ ὲν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν: οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι.
Σεισμοῦ δὲ μεγίστου νύκτωρ γενομένου, καὶ δείματος
Τότε μέν οὖν τὸ τῶν δυσμενῶν διελύθη στίφος. Ὀλίγων δὲ διελθόντων μηνῶν, συνηθροίσθησαν αὗθις, καὶ δίκας εἰσέπραττον, οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας. Ὁ δὲ ἔλεγε, μήτε δικάσασθαι, μήτε τῶν γραφῶν ἐπακοῦσαι, μήτε ἀπολογίαν ποιήσασθαι, μήτε μὴν κατακριθῆναι παρὼν, ἀλλ̓ ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι.
Καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς: ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον, οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν: Κουκουσὸς δὲ ὄνομα ταύτῃ: κἀκεῖθεν δὲ ἐξαγαγόντες, εἰς Πιτυοῦντα μετῴκισαν: τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. Ἀλλ̓ ὁ φιλάνθρωπος οὐκ εἴασε Δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν. Εἰς γὰρ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον. Τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δἰ ὀνείρατος προστεταχότος τοῦ μάρτυρος.
Ὁπόσοι μὲν οὗν τῶν ἐπισκόπων δἰ ἐκεῖνον τῶν Ἐκκλησιῶν ἐξηλάθησαν, καὶ αὐτὰς ᾤκησαν τἀς τῆς οἰκουμένης ἐσχατιὰς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθήμασι περιέπεσον, περιττὸν οἴμαι διηγεῖσθαι, καὶ μηκύνειν τὴν συγγραφήν. Ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ, καὶ τῶν δεδρακότων ὁμοπ̔??ʼστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα. Ἔδοσαν μέντοι δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι, καὶ τοῖς ἄλλοις δἰ ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν.
Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι: τῆς γὰρ τῶν δεδρακότων σφᾶς αὐτοὺς ἀπέκριναν κοινωνίας: καὶ Ἰλλυριοὶ δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο. Τῶν δὲ πρὸς ἤλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι, ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς Ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα. Καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ, καὶ τῇ Ἑῴᾳ, κ̔??ʼὶ τῶν ὲν τῷ Βοσπόρῳ, καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν
Περὶ Ἀλεξάνδρου ἐπισκόπου Ἀντιοχείας.
Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών: τῆς δὲ Ἱεροσολύμων Ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὖ καὶ πρόσθεν ἐμνήσθημεν. Τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν. Ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον, καὶ γυμνασάμενος ἐπιπλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς, καὶ λόγῳ παιδεύων, καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον. Οὗτος Πορφύριον διεδέξατο. ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν, πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν. Ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν. Ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ, καὶ ἀκτήμονι βίῳ, καὶ τῷ ῥεύματι τῆς γλώττης, καὶ μυρίοις ἑτέροις ἐπλεονέκτει χαρίσμασιν.
Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἢν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε, καὶ μετ̓ ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος, τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν, ᾖ παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε.
Πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβὼν, καὶ τοὺς ἱερωμένους, καὶ τοὺς πολλοὺς, ἀφίκετο πρὸς τὴν ὁμήγυριν: καὶ παραλαβὼν ψάλλοντας, καὶ μίαν ἁρμονίας ὑμνῳδίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἐσπέραν τετραμμένης πυλίδος, μέχρι τοῦ μεγίστου νεὼ, πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε, καὶ ποταμὸν ἔδειξε λογικὸν, τὸν παραῤῥέοντα μιμούμενον ποταμόν.
Ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι, καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι, καὶ τὸ βραχύτατον τῶν Ἐλλήνων λείψανον, ἔστενον καὶ ὠλοφύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς Ἐκκληείας ἐμβάλλοντας θάλασσαν ἀπωδύροντο. Οὗτος τὴν ειαστικοῖς διπτύχοις ἐνέταξε.
Περὶ τῆς τῶν λειψάνων Ἰωάννου ἀνακομιδῆς.
καὶ περὶ τῆς πίστεως Θεοδοσίου τοῦ βασιλέως καὶ τῶν ἀδελφῶν αὐτοῦ.
Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν.
Καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ
Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν, καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.
Οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον, ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας.
Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανείᾳ καταλιπόντες. Ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανείας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ τῶν προγόνων Θεός. Τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε, καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστασίαστον, καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. Τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ, τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις. Ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς, διὰ βίου τὴν παρθενίαν ἀσκούσας, καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην, καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας. Αὐτὸν μέντοι τὸν βασιλέα, καὶ πολλὰ ἄλλα ἐκόσμει: οὐχ ἥκιστα δὲ φιλανθρωπία, καὶ πραότης, καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος. Καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.
Ἀνήρ τις, ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώμενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. Ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε, καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν.
Ὁ δὲ πιστότατος βασιλεὺς, παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν, καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναι τὸν δεσμὸν μετασχεῖν τροφῆς: καὶ τούτου δὴ ἕνεκα πρὸς τὸν ἀρχιερέα τὸν οἰκειότατον ἔπεμψε, παρακαλῶν ἐπιτρέψαι τῷ δεδωκότι τὸν δεσμὸν διαλῦσαι.
Τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν, καὶ δεδηλωκότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν, ἕως ὁ δήσας σὺν πολλῷ τῷ πόνῳ ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν: οὕτω τοῖς θείοις πεπίστευκε νόμοις. Τούτου δὴ ἕνεκα, καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπασθῆναι προσέταξεν, ὥστε τοὺς μεθ̓ ἡμᾶς ἐσομένους μηδὲν ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι: τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς: τὸν γὰρ τῶν ὅλων Δεσπότην προμηθούμενον ἔχει. Καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν Νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, καὶ τὴν Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο, καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν, καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ Θεὸς
Περὶ Θεοδότου ἐπισκόπου Ἀντιοχείας.
Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.
Ἰννοκέντιον δὲ ἐκεῖνον, τὸν ἄριστον τῆς Ῥώμης ἐπίσκοπον, Βονιφάτιος διεδέξατο: Ζώσιμος δὲ, Βονιφάτιον: τὸν δὲ Ζώσιμον, Κελεστῖνος. Ἐν Ἱεροσολύμοις δὲ, μετὰ τὸν θαυμάσιον Ἰωάννην, Πραΰλιος τὴν τῆς Ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ
Οὗτος Ἀπολιναρίου φρατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ. Πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίσημον ἔχοντες.
Περὶ τοῦ ὲν Περσίδι διωγμοῦ, καὶ τῶν ἐκεῖσε μαρτυρησάντων.
Κατὰ τοῦτον τὸν χρόνον, Ἰσδιγέρδης ὁ τῶν Περσῶν βασιλεὺς τὸν κατὰ τῶν Ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐντεῦθεν λαβών. Αὔδας τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς. Οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε.
Πυρεῖα δὲ καλοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς.
Θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι. Τοῦτο μαθὼν παρὰ τῶν μάγων ὁ βασιλεὺς, μετεστείλατο τὸν Ἁ??ʼδαν, καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο, καὶ τὸ πυρεῖον οἰκοδομῆσαι προσέταξεν. Ἐκείνου δὲ ἀντιλέγοντος, καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε: καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἶς ἠπείλησε. Πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν. Ἐγὼ δὲ τὴν μὲν τοῦ πυρείου κατάλυσιν οὐκ εἰς καιρὸν γεγενῆσθαί φημι.
Οὐδὲ γὰρ ὁ θεῖος Ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικὸμενος, καὶ τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ̓ ἐκείνων τιμωμένων κατέλυσεν: ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε, καὶ τὴν ἀλήθειαν ἔδειξε, Τὸ δὲ τὸν καταλυθέντα μὴ ἀνοικοδομῆσαι νεὼν, ἀλλὰ τὴν σφαγὴν ἑλέσθαι μᾶλλον ἣ τοῦτο δράσαι, κομιδῇ θαυμάζω, καὶ στεφάνων τιμῶμαι.
Ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ. τὸ τούτῳ τέμενος δείμασθαι. Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν, παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα, καὶ τριάκοντα διεληλυθότων ἐτῶν, ἡ ζάλη μεμένηκεν ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη, Μάγους δὲ καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας: τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτὡ??ʼ πεύσεσι προσηνέγκαμεν. Καὶ Βαραράνης δὲ ὁ Ἰσδιγέρδου, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πόλεμον. καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί. Τὰς δὲ τῶν τιμωριῶν εἰδέας, καὶ τῶν κολαστηρίων τὰς ἐπινοίας, ἃς τοῖς εὐσεβέσι προσήνεγκαν, οὐ ῤᾴδιον φράσαι. Τῶν μὲν γὰρ τὰς χεῖρας ἀπέδειραν, τῶν δὲ τὰ νῶτα: ἄλλων δὲ τὰς κεφαλὰς ἀπὸ τῶν μετώπων ἀρξάμενοι μέχρι τῶν πωγώνων γυμνὰς τῶν δερμάτων εἰργάσαντο: ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες, καὶ τὰς
Αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ἱμειρόμενοι θάνατον. Δύο δὲ ἤ τριῶν μνησθήσομαι, ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν. Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὣν, Ἀχεμενίδης ἀνὴρ, πατέρα ὕπαρχον ἐσχηκώς. Τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν. Ὁ δὲ ἔφη. μήτε δίκαια, μήτε συμφέροντα προστεταχέναι τὸν βασιλέα: Ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ Θεοῦ τῶν ὅλων καταφρονεῖν, καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως καταφρονήσει: ἄνθρωπος γὰρ δὴ οὗτος, θνητὴν φύσιν κεκληρωμένος. Εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σὰ, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων κολάσεων ἀξιώτερος ὁ τῶν τοῦ παντὸς ἀρνούμενος Ποιητήν. Ὁ δὲ βασιλεὺς. δέον τὴν τῶν εἰρημένων θαυμάσαι σοφίαν, ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναῖον ἀθλητήν: γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας, εἶδε τὸν ἄριστον ἅνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον, καὶ κόνεως ἀναπιπλάμενον: καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτωνίσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. Εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα: Νῦν γοῦν, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν. Ὁ δὲ ζήλου θείου πλησθεὶς διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ προσέῤῥιψεν ὑπειπών: Εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας. Ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος, γυμνὸν οὕτω τῆς βασιλείας ἐξήλασε. Καὶ Σουήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ, καὶ ἀρνηθῆναι τὸν Ποιητὴν οὐκ ἀνασχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε,
Ὁπόσης γὰρ ἄξιον τιμωρίας κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς, ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι.
Ἐκεῖνος δὲ τὰ συνήθη διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, καὶ τῷ νοερῷ προσάγων φωτί. Ἐνιαὐτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παῤ ἐκείνου γιγνόμενα: καὶ ἀγαγὼν αὐτὸν, ἀρνηθῆναι προσέταξε τὸν ὑπ̓ αὐτοῦ προσκυνούμενον.
Ὁ δὲ ἤρετο τὸν βασιλέα, τίνος τιμᾶται τὸν τὴν ἑαυτοῦ μὲν καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον: ἐκείνου δὲ εἰπόντος, θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπέν ὁ σοφώτατος ἀνήρ: Τί οὖν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν Ποιητὴν καὶ Δημιουργὸν καταλιμπάνων, ἔνα δὲ τῶν ὁμοδούλων θεοποιῶν, καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτῳ προσφέρων; Χαλεπήνας δὴ οὗν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεὺς, εἴκοσι καλάμους ὀξύνας, τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν. Ἐπειδὴ δὲ ʽ??ʼώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας, ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ, καὶ τοῦτον συνεχῶς ἐξαίρων καὶ ἐνείρων, ἀῤῥήτους τινὰς ἀλγηδόνας εἰργάζετο. Μετὰ τήνδε τὴν τιμωρίαν, ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν, ὄζους πάντοθεν ἔχουσαν, εἴσω θἑ??ʼναι διὰ τῆς ἔδρας ἐκέλευσεν: οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής. Καὶ ἅλλα δὲ μυρία δὲ μυρία τοιαῦτα παῤ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.
Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται ὁ τῶν ὅλων Πρύτανις.
Καὶ γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας, ὅσοι Ῥωμαῖοι ἐγένοντο βασιλεῖς, κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανὸς δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκκλησίας Ἀλλ̓ ἐννέα διεληλυθότων ἐτῶν, αὐταὶ μὲν ἤνθησαν, καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος: ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπεσβέσθη. Καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ Δεσπότης, καὶ τὸ τῆς Ἐκκλησίας ἀήττητον. Καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα, ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν. Ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς, καὶ ἀνημέρους, καὶ δειλοὺς ἀπεργάζεται: ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει, καὶ τῶν παρόντων ὡς ῥεόντων παρασκευάζει καταφρονεῖν.
Ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.
Περὶ Θεοδώρου ἐπισκόπου Μοψουεστίας.
Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον, καθ̓ ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν Ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας ἐπίσκοπος, πάσης μὲν Ἐκκλησίας διδάσκαλος, κατὰ πάσης δὲ φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. Οὗτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλείας ἀπήλαυσεν: Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται κοινωνός τι καὶ συνεργός: κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον. Ἔξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος, καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον, καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. Καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων Ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι, καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι.
Πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων.
ΚΑΤΑΛΟΓΟΣ Τῶν μεγίστων ἡγεμονευσάντων πόλεων ἐπισκόπων.
Ῥωμαίων Μιλτιάδης Σίλυεστρος, Ἰούλιος Αιβέριος, Δάμασος, Σιρίκιος, Ἀναστάσιος, Ἰνοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος.
Ἀντιοχέων ἐπίσκοποι: Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος: οὗτοι ὀρθόδοξοι: εἶτα Ἀρειανοὶ, Εὐλάλιος, Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος.
Εὐδόξιος: ἔπειτα ὀρθόδοξοι, Μελέτιος, Φλαυῖανὸς, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος: καὶ συνήφθησαν τούτοις οἱ ἀπὸ Εὐσταθίου Παυλῖνος καὶ Εὐάγριος.
Ἀλεξανδρέων: Πέτρος, Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, Γρηγόριος Ἀρειανός: εἶτα πάλιν Ἀθανάσιος: Γεώργιος αἱρετικός: εἶτα πάλιν Ἀθανάσιος, Πέτρος ὁ Ἀθανασίου μαθητής: εἶτα Λούκιος Ἀρειανός: εἶτα πάλιν Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος ὁ Θεοφίλου ἀνεψιός.
Ἱεροσολύμων ἐπίσκοποι: Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος.