Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
κινηθέντος δὲ πρὸς ὀργὴν Ἀττάλου καὶ δἰ ἑτέρων τὸ πρακτέον μηνύσαντος, πέμπονται κατὰ τὴν Λιβύην ἕτεροι μετὰ χρημάτων τοῖς αὐτόθι βοηθήσοντες πράγμασιν. Ὅπερ
291
μαθὼν Ἀλλάριχος, καὶ ἀπαρεσθεὶς τῷ γενομένῳ, τοῖς κατὰ τὸν Ἄτταλον ἀπεγνώκει, φρενοβλαβείᾳ καὶ σὺν οὐδενὶ κόσμῳ τοῖς ἀλυσιτελέσι ῥᾳδίως ἐπιχειροῦντα.ταῦτα δὲ λαβὼν κατὰ νοῦν ἀναχωρεῖν ἔκρινε τῆς Ῥαβέννης, καίτοι γε ἐνστῆναι τῇ ταύτης πολιορκίᾳ διανοούμενος ἄχρις ἁλώσεως: Ἰόβιος γὰρ αὐτῷ τοῦτο παρῄνει, ὃς ἐπειδὴ τῶν ἐν Λιβύῃ διαμαρτεῖν ἔγνω τὸν ὑπὸ Ἀττάλου σταλέντα, τέλεον εἰς τὸ τὰ Ὁνωρίου πράττειν ἐτράπη, κακηγορῶν τε Ἄτταλον Ἀλλαρίχῳ διετέλει, πείθειν σπουδάζων ὡς, ἐπειδὰν κρατήσειε τῆς βασιλείας, αὐτῷ πρῶτον ἐπιβουλεύσοι καὶ πᾶσι τοῖς κατὰ γένους ἀγχιστείαν προσήκουσιν.