Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
ἐντεῦθεν ἐπὶ τὴν Ῥώμην ὁρμήσας πάντα τὰ ἐν ποσὶν ἐλῄζετο φρούριά τε καὶ πόλεις, ὥστε εἰ μὴ πρὸ τῆς τῶν βαρβάρων εἰς τούτους τοὺς τόπους ἀφίξεως διαδράντες
πληρώσαντες δὲ ἐπί τε τούτῳ τὸ προσταχθὲν οἱ εὐνοῦχοι καὶ Θερμαντίαν τὴν Ὁνωρίου γαμετὴν τῇ μητρὶ παραδόντες, οὐ δυνηθέντες ἐπανελθεῖν διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὸν βασιλέα, νεὼς ἐπιβάντες ὡς ἐπὶ Κελτοὺς καὶ Γαλάτας ἀπέπλευσαν: προσορμισθέντες δὲ Γενούᾳ, Λιγυστικῇ πόλει, διεσώθησαν εἰς τὴν Ῥάβενναν, ᾗ καὶ ὁ βασιλεὺς ἐνεδήμει.
ὄφελος δὲ μέγα τῆς πολιτείας ὁ βασιλεὺς ἡγησάμενος εἰ τοὺς εὐνούχους ἀποδόντας Θερμαντίαν τῇ μητρὶ καὶ ἀνελόντας Εὐχέριον ὑπὲρ τούτων ἀμείψαιτο τῶν ἀνδραγαθημάτων, Τερέντιον μὲν ἔταξεν ἄρχειν τοῦ βασιλικοῦ κοιτῶνος, Ἀρσακίῳ δὲ τὴν μετὰ τοῦτον ἔδωκε τάξιν. ἀνελὼν δὲ Βαθανάριον τῶν ἐν τῇ μεγάλῃ Λιβύῃ στρατιωτῶν . ., Στελίχωνος ἀδελφῆς ἄνδρα γενόμενον, Ἡρακλειανῷ παρέδωκε τὴν ἀρχήν, αὐτόχειρι Στελίχωνος ὄντι καὶ ταύτην ἔπαθλον τὴν τιμὴν δεξαμένῳ.