Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Στελίχωνος δὲ τελευτήσαντος τὰ ἐν τοῖς βασιλείοις ἅπαντα κατὰ τὴν Ὀλυμπίου διετίθετο βούλησιν, καὶ αὐτὸς μὲν τὴν τοῦ μαγίστρου τῶν ὀφφικίων ἀρχὴν παρελάμβανε, τὰς δὲ ἄλλας διένεμεν ὁ βασιλεὺς οἷς Ὀλύμπιος ἐμαρτύρει.

πανταχόθεν δὲ τῶν Στελίχωνος οἰκείων ἢ ἄλλως τὰ τούτου φρονεῖν δοκούντων ἐρευνωμένων, εἰς κρίσιν ἤγοντο Δευτέριος ὁ τῆς φυλακῆς τοῦ βασιλικοῦ κοιτῶνος προεστὼς καὶ Πέτρος ὁ τοῦ τάγματος τῶν ὑπογραφέων ἡγούμενος, καὶ δημοσίαν ὑποστάντες ἐξέτασιν ἠναγκάζοντό τι περὶ Στελίχωνος λέγειν.

262
ὡς δὲ οὔτε καθ̓ ἑαυτῶν οὔτε κατ̓ ἐκείνου διδάσκειν εἶχον οὐδέν, διαμαρτὼν ὁ Ὀλύμπιος τῆς σπουδῆς ῥοπάλοις παίεσθαι αὐτοὺς παρεσκεύαζεν ἄχρι θανάτου.

πολλῶν δὲ καὶ ἄλλων ὥς τι συνεπισταμένων Στελίχωνι πρὸς δίκην ἀχθέντων, εἰπεῖν τε μετὰ βασάνων ἀναγκασθέντων εἴ τινα τούτῳ συνίσασι βασιλείας ἐπιθυμίαν, ὡς οὐδεὶς ἔφη τι τοιοῦτον εἰδέναι, τῆς μὲν τοιαύτης ἐγχειρήσεως οἱ ταῦτα πολυπραγμονοῦντες ἀπέστησαν, ὁ δὲ βασιλεὺς Ὁνώριος τὴν μὲν γαμετὴν Θερμαντίαν παραλυθεῖσαν τοῦ βασιλείου θρόνου τῇ μητρὶ προσέταττε παραδίδοσθαι, μηδὲν διὰ τοῦτο ὑφορωμένην, τὸν δὲ Στελίχωνος υἱὸν Εὐχέριον ἀνιχνευθέντα πανταχόθεν ἀναιρεθῆναι.