Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ταῦτα τοῖς ὑπ̓ αὐτὸν ἐπισκήψας πρᾶξαι βαρβάροις ἐξῄει τῆς πόλεως, μαλακῶς ἔχειν εἰπὼν αὑτῷ τὸ σῶμα τοῖς ἐν τῷ πόλεμῳ πόνοις, δεῖσθαί τε ῥᾳστώνης, ἧς οὐκ ἂν τύχῃ μὴ παραδοὺς ἑαυτὸν φροντίδας οὐκ ἐχούσῃ διατριβῇ.

καταλιπὼν οὖν ἐν τῇ πόλει βαρβάρους πολλῷ τῷ μέτρῳ τὸν ἀριθμὸν ὑπεραίροντας τῶν ἐπὶ φυλακῇ τῆς αὐλῆς τεταγμένων, εἴς τι προάστειον ἀνεχώρει τεσσαράκοντα σταδίοις τῆς πόλεως διεστώς, αὐτόθεν προσδεχόμενος ἐπιθήσεσθαι, τῶν ἐν ταύτῃ βαρβάρων κατὰ τὰ συγκείμενα πρώτων ἐπιθεμένων. ἀλλ̓ ἐν ταύταις ἦν ὁ Γαΐνης ταῖς ἐλπίσι: καὶ εἰ μὴ θερμότητι παραφερόμενος βαρβαρικῇ τὸν ἁρμόδιον καιρὸν προκατείληφεν, οὐδὲν ἂν ἐκώλυσεν ἐπὶ τοῖς βαρβάροις γενέσθαι τὴν πόλιν.

ἐπεὶ δὲ οὐκ ἀναμείνας τὸ σύνθημα τῷ τείχει προσήγαγε, καταπλαγέντες οἱ φύλακες ἀνεβόησαν, θορύβου δὲ πᾶσιν ἐγγενομένου θρῆνος ἐξηκούετο γυναικῶν, οἰμωγὴ δὲ ἦν παμμιγὴς ὡς ἤδη τῆς πόλεως ἐχομένης, ἕως συνδραμόντες ἅπαντες κατὰ τῶν ἐν τῇ πόλει βαρβάρων συνέστησαν, τούτους τε ἀνελόντες ξίφεσί τε καὶ λίθοις καὶ πᾶσι τοῖς εἰς χεῖρας ἐλθοῦσιν ἐπὶ τὸ τεῖχος ἀνέδραμον, ἅμα δὲ τοῖς φύλαξι τοὺς ἀμφὶ τὸν Γαΐνην ἀκοντίζοντες παντὶ τῷ προσπίπτοντι τῆς ἐπὶ τὴν πόλιν ὁρμῆς ἀνεχαίτισαν.

Ἀλλὰ τῆς πόλεως τρόπῳ τοιῷδε τὸν κίνδυνον διαφυγούσης, βάρβαροι παρὰ τῶν ἔνδον ἀπειλημμένοι, πλέον ἢ

239
ἑπτακισχίλιοι, τὴν τῶν Χριστιανῶν ἐκκλησίαν, ἣ πλησίον ἐστὶ τῶν βασιλείων, κατέλαβον, ταύτῃ τὸ ἄσυλον αὑτοῖς ἐπὶ τῇ σωτηρίᾳ περιποιοῦντες: οὓς ὁ βασιλεὺς κἀνταῦθα διαφθείρεσθαι παρεκελεύετο, μηδὲ ἀρκέσαι τὸν τόπον αὐτοῖς εἰς ἀποφυγὴν τῆς κατὰ τὴν ἀξίαν ὧν ἐτόλμησαν δίκης.

καὶ ὁ μὲν βασιλεὺς ταῦτα ἐκέλευεν, ἐθάρρει δὲ οὐδὲ εἷς χεῖρας ἐπαγαγεῖν καὶ τῶν ἀσύλων αὐτοὺς ἐξελκύσαι δέει τοῦ τινὸς ἀντιστάσεως ὑπ̓ αὐτῶν πειραθῆναι. ἐδόκει τοίνυν τὴν ὑπερκειμένην τῆς τραπέζης τοῦ λεγομένου θυσιαστηρίου στέγην γυμνωθεῖσαν --- ἐνδοῦναι τοῖς εἰς τοῦτο τεταγμένοις ξύλα πεπυρωμένα κατὰ τούτων ἀφιέναι καὶ τοῦτο συνεχέστερον ποιοῦσιν ἄρδην ἅπαντας καταφλέξαι. καὶ τοῦτο γενόμενον τοὺς μὲν βαρβάρους ἀνεῖλεν, ἔδοξε δὲ παρὰ τοῖς σφόδρα χριστιανίζουσι μέγα μύσος ἐν μέσῃ τετολμῆσθαι τῇ πόλει.

Γαΐνης μὲν οὖν τῆς οὕτω μεγίστης ἐγχειρήσεως ἀπὁ??ʼφαλεὶς ἤδη προφανῶς τὸν κατὰ τῆς πολιτείας ἀνερρίπιζε πόλεμον, ἐπιὼν δὲ τοῖς ἐν Θρᾴκῃ χωρίοις τὰς μὲν πόλεις ἑώρα καὶ τείχεσι πεφραγμένας καὶ τὴν παρὰ τῶν ἀρχόντων καὶ οἰκητόρων ἐχούσας φυλακήν: ἤδη γὰρ ἐκ τῶν προλαβουσῶν ἐφόδων οὐκ ἀμελέτητοι πολέμων γεγονότες παντὶ σθένει πρὸς τὸ πολεμεῖν ὥρμηντο.

καὶ Γαΐνης οὐδὲν ἕτερον ἔξω τειχῶν περιλελειμμένον θεώμενος πλὴν πόαν ʽἐμέλησε γὰρ ἅπασι συγκομίσαι καρπούς τε παντοίους καὶ ζῷα καὶ παντοίαν ἀποσκευὴν̓ ἔγνω τὴν Θρᾴκην ἀπολιπὼν δραμεῖν ἐπὶ τὴν Χερρόνησον καὶ εἰς τὴν Ἀσίαν. παλινδρομῆσαι διὰ τῶν τοῦ Ἑλλησπόντου στενῶν.

ὄντος δὲ ἐν τούτοις αὐτοῦ, κοινῇ ψήφῳ βασιλεύς τε καὶ ἡ γερουσία στρατηγὸν ἐπὶ τῷ κατὰ Γαΐνην αἱροῦνται πολέμῳ Φράουιττον, ἄνδρα βάρβαρον μὲν

240
τὸ γένος, Ἕλληνα δὲ ἄλλως οὐ τρόπῳ μόνον ἀλλὰ καὶ προαιρέσει καὶ τῇ περὶ τὰ θεῖα θρησκείᾳ. τούτῳ τοίνυν ἤδη πολλαῖς διαπρέψαντι στρατηγίαις, καὶ τὴν ἑῴαν ἅπασαν ἀπὸ Κιλικίας ἄχρι Φοινίκης καὶ Παλαιστίνης τῆς ἀπὸ τῶν λῃστῶν λύμης ἐλευθερώσαντι, παραδεδώκασι τὰς δυνάμεις.

ὃ δὲ ταύτας παραλαβὼν ἀντικάθητο τῷ Γαΐνῃ, τὴν διὰ τοῦ Ἑλλησπόντου κωλύων τῶν βαρβάρων ἐπὶ τὴν Ἀσίαν διάβασιν. παρασκευαζομένου δὲ Γαΐνου πρὸς μάχην, ἀργούντων οὐκ ἠνείχετο τῶν στρατιωτῶν ὁ Φράουιττος, ἀλλὰ μελέταις συνεχέσιν ἐξήσκει, καὶ ἐπὶ τοσοῦτον ταῖς γυμνασίαις ἐπέρρωσεν ὥστε ἀντὶ τῆς πρὸ τούτου ῥᾳστώνης τε καὶ ἐκμελείας, ἐφ̓ οἷς ὁ Γαΐνης μέλλειν ἐδόκει πρὸς τὸν πόλεμον, δυσχεραίνειν.

Φράουιττος μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, νύκτωρ καὶ μεθ̓ ἡμέραν τό τε στρατόπεδον τὸ οἰκεῖον ἐπισκοπῶν καὶ τὰς τῶν ἐναντίων ἀποθεωρῶν ἐγχειρήσεις. ἐπεμελεῖτο δὲ καὶ τοῦ ναυτικοῦ: πλοῖα γὰρ ἦν αὐτῷ πρὸς ναυμαχίαν ἀρκοῦντα, Λίβερνα ταῦτα καλούμενα, ἀπό τινος πόλεως ἐν Ἰταλίᾳ κειμένης ὀνομασθέντα, καθ̓ ἣν ἐξ ἀρχῆς τούτων τῶν πλοίων τὸ εἶδος ἐναυπηγήθη.