Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπανταχόθεν πλοῦτος εἰς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν εἰσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλὰ ἔγραφον μόνον ὅσα Ῥουφῖνος ἐπέταττε καὶ
Στελίχων. ἐπεὶ δὲ ἄπλετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι Ῥουφῖνος ὠνειροπόλει, διανοούμενος, ἣν εἶχε θυγατέρα γάμων ὡραίαν, κατεγγυῆσαι τῷ βασιλεῖ, ὅπερ εἰσδύσεως πρόφασιν εἶχε. καὶ δὴ καθίησι περὶ τούτου λόγους ἐν παραβύστῳ διά τινων ἐπὶ τῇ βασιλικῇ θεραπείᾳ τεταγμένων, αὐτὸς μὲν οἰόμενος μηδένα παντάπασι τὴν σκέψιν εἰδέναι, τῆς δὲ φήμης ἄχρι τοῦ δήμου τὸ μελετώμενον ἐνεγκούσης:
ἐκ γὰρ τοῦ τῆς ὑπεροψίας ὄγκου καὶ τῆς ὁσημέραι προστιθεμένης ἀλαζονείας τὴν περὶ τούτου ἔννοιαν ἅπαντες ἐτεκμαίροντο, καὶ τὸ κατ̓ αὐτοῦ κοινὸν ηὐξάνετο μῖσος. ὃ δέ, ὥσπερ τὰ μετριώτερα πλημμελήματα μείζοσιν ἀτοπήμασιν ἐξεπίτηδες ἀποκρύψαι βουλόμενος, ἕτερον ἐτόλμησε τοιόνδε.
Φλωρεντίῳ τῆς αὐλῆς ἐν τοῖς ὑπὲρ τὰς Ἄλπεις ἔθνεσιν ὑπάρχῳ γενομένῳ κατὰ τοὺς χρόνους ἐν οἷς Ἰουλιανὸς ὁ μέγας τὴν τοῦ Καίσαρος εἶχε τιμήν, Λουκιανὸς ἦν υἱός. οὗτος ἐχρῆτο προστάτῃ Ῥουφίνῳ, τὰ τιμιώτατα τῶν ὄντων αὑτῷ κτημάτων εἰς ἐκεῖνον μετενεγκών: ἐφ̓ οἷς ὁμολογῶν χάριτας ὁ Ῥουφῖνος τῷ νεανίσκῳ διετέλεσεν, ἐπαίνους αὐτοῦ παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ διεξιών.
ὃ δὲ κόμητα τῆς ἑῴας πεποίηκεν: αὕτη δὲ ἡ ἀρχὴ βούλεται τὸν προβεβλημένον αὐτῆς ἐφεστάναι πᾶσι τοῖς τὰς τῆς ἑῴας ἐπαρχίας ἰθύνουσι καὶ ἐπὶ τοῖς οὐ κατὰ τὸ δέον πραττομένοις εὐθύνειν. ὁ Λουκιανὸς τοίνυν πᾶσαν ἀρχικὴν ἀρετὴν εἰς τοὺς ἀρχομένους ἐπιδεικνύμενος ἐπὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ πᾶσι τοῖς ἄρχοντας κοσμεῖν δυναμένοις διαβόητος ἦν, οὔτε προσώπων διαφορὰν οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμος
ὑπηγόρευεν. ὥστε ἀμέλει καὶ τὸν τοῦ βασιλέως θεῖον Εὐχέριον, αἰτοῦντά τι παρὰ τὸ προσῆκον, ἀποσεισάμενος εἰς τοσοῦτον ἐκίνησεν ὥστε πρὸς τὸν βασιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βασιλεὺς αἴτιον εἶπεν εἶναι Ῥουφῖνον ἀνδρὶ τοιούτῳ τοσαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφασιν ὁ Ῥουφῖνος, καὶ ἐφ̓ οἷς ἐμέμψατο βασιλεὺς δῆθεν ἀγανακτῶν, οὐδενὶ τὴν γνώμην ἣν εἶχεν ἐκφήνας, ἅμα σφόδρα ὀλίγοις ἐπὶ τὴν Ἀντιόχειαν ἵεται, νυκτός τε βαθείας ἐπιδημήσας τῇ πόλει τὸν Λουκιανὸν συναρπάσας εἰς εὐθύνας ἄγει, κατηγοροῦντος παντάπασιν οὐδενός.