Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἰουστῖναν μὲν οὖν ἅμα τῷ παιδὶ καὶ τῇ θυγατρὶ ναυσὶν ἐμβαλὼν καὶ τοῖς ἀσφαλῶς παραπέμπουσι παραδοὺς εἰς τὴν Ῥώμην ἐξέπεμπεν ʽἐπεπιστεύκει γὰρ ὡς ἀσμενέστατα Ῥωμαῖοι δέξονται τούτους, ἀλλοτριούμενοι Μαξίμου ταῖς γνώμαισ̓, αὐτὸς δὲ ἅμα τῷ στρατῷ διὰ Παιονίας τῆς ἄνω καὶ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὴν Ἀκυληίαν αὐτὴν ἐλάσαι διενοεῖτο καὶ ἐπελθεῖν ἀπαρασκεύῳ τῷ πολεμίῳ.

Ταύτῃ τῇ πορείᾳ χρωμένου τοῦ Θεοδοσίου, πυθόμενος Μάξιμος ὡς ἡ Οὐαλεντινιανοῦ μήτηρ ἅμα τοῖς παισὶ διαβαίνειν μέλλοι τὸν Ἰόνιον κόλπον, ταχυναυτοῦντα πλοῖα συναγαγὼν καὶ Ἀνδραγαθίῳ παραδοὺς ἐπὶ τὴν τούτων ἔστελλε θήραν. ὃ δὲ περιπλεύσας ἁπανταχοῦ καὶ τῆς πείρας διαμαρτών ʽἔφθησαν γὰρ ἐκεῖνοι τὸν Ἰόνιον περαιωθῆναι πορθμόν̓, δύναμιν ἀρκοῦσαν συναγαγὼν πάντα περιέπλει τὰ ἐκεῖσε,