Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐάλεντα δὲ πολλαὶ πανταχόθεν περιίσταντο ταραχαί, πρότερον μὲν ἀπράγμονα τρίψαντα βίον, ἄφνω δὲ βασιλείαν παραλαβόντα καὶ τὸν τῶν πραγμάτων ὄγκον οὐ φέροντα. οἵ τε

161
γὰρ Πέρσαι τῇ διὰ τῶν ἐπὶ Ἰοβιανοῦ σπονδῶν ἐπαρθέντες πλεονεξίᾳ, καὶ τὰς ἐφόδους ἐπ̓ ἀδείας ποιούμενοι Νισίβιος ὑπ̓ αὐτοῖς γενομένης, εἷλκον πρὸς ἑαυτοὺς τὸν βασιλέα, τὰς τῆς ἑῴας συνταράττοντες πόλεις:

καὶ τῆς Κωνσταντινουπόλεως ἐξορμήσαντος συμβέβηκεν ἡ κατὰ Προκόπιον ἐπανάστασις. τούτῳ γὰρ Ἰουλιανὸς ὡς γένει συναπτομένῳ μέρος τι τῆς δυνάμεως ἐμπιστεύσας, ἐκέλευσεν ἅμα Σεβαστιανῷ διὰ τῆς Ἀδιαβηνῆς χωροῦντι ἀπαντῆσαί οἱ δἰ ἑτέρας ὁδοῦ κατὰ τῶν πολεμίων ἰόντι, δοὺς αὐτῷ καὶ βασιλικὴν στολὴν ἔχειν δἰ αἰτίαν πᾶσι τοῖς ἄλλοις ἠγνοημένην.

ἐπεὶ δὲ ὁ δαίμων εἰς ἕτερόν τι τὴν τῶν πραγμάτων ἤγαγε τύχην καὶ μετὰ τὴν Ἰουλιανοῦ τελευτὴν Ἰοβιανὸς εἰς τὸν βασίλειον ἀναβέβηκε θρόνον, δραμὼν εὐθὺς ὁ Προκόπιος τὴν δεδομένην αὐτῷ βασιλικὴν ἐσθῆτα Ἰοβιανῷ παρέδωκεν, ὑπὸ τίνος τε εἴη λαβὼν ὡμολόγει, καὶ ἐξελιπάρει τὸν βασιλέα τῆς τε στρατείας ʽ??ʼὐτὸν ἀνεῖναι καὶ ἐν ἡσυχίᾳ συγχωρῆσαι βιῶναι, γεωργίᾳ καὶ ἐπιμελείᾳ τῶν οἰκείων ἐγκαρτεροῦντα. καὶ τούτου τυχὼν ἐπὶ τὴν Καισάρειαν, ἣ Καππαδοκίας ἐστίν, ἅμα γυναικὶ καὶ τέκνοις ἐχώρει, ταύτην οἰκεῖν ἐγνωκὼς οἷα ἐν αὐτῇ τὰ τίμια κτήματα ἔχων.

διατρίβοντος δὲ αὐτοῦ κατ̓ αὐτὴν αἱρεθέντες αὐτοκράτορες Οὐαλεντινιανὸς καὶ Οὐάλης, ἐπειδὴ καὶ πρότερον ὑπόπτως πρὸς αὐτὸν ἔτυχον ἔχοντες, ἔστελλον παραχρῆμα τοὺς συλληψομένους: ὃ δὲ παρεδίδου τούτοις ἑαυτὸν καὶ ἄγειν ἐπέτρεπεν ὅποι βούλοιντο, πρότερον τῇ γυναικὶ διαλεχθῆναι καὶ τὰ τέκνα θεάσασθαι συγχωρούμενον.

ἐπεὶ οὖν ἐνδεδώκασιν, ἑστίασιν αὐτοῖς παρεσκεύαζε, καὶ οἰνωθέντας

162
ἰδὼν ἅμα τοῖς οἰκείοις ἅπασιν ἐπὶ τὸν Εὔξεινον ἔδραμε πόντον, ἐκεῖθέν τε νεὼς ἐπιβὰς ἐπὶ τὴν Ταυριανὴν διῄει Χερρόνησον. χρόνον δέ τινα διατρίψας αὐτόθι καὶ τοὺς οἰκήτορας θεασάμενος οὐδεμίαν ἐν αὑτοῖς ἔχοντας πίστιν, δεδιὼς μή ποτε τοῖς ἐπὶ ζήτησιν ἀφικνουμένοις αὐτοῦ παραδοθείη, παραπλέουσαν ἰδὼν ὁλκάδα καὶ ταύτῃ παραδοὺς ἑαυτὸν καὶ τοὺς οἰκείους τὴν Κωνσταντινούπολιν καταλαμβάνει νυκτὸς οὔσης ἔτι.