Historia Nova
Zosimus
Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.
καὶ σὺν οὐδενὶ πόνῳ τὸν ποταμὸν διαβάντες καὶ μέχρι Μακεδονίας ἐλθόντες ʽἐκώλυε γὰρ οὐδὲ εἷς, ἐνδιδόντων αὐτοῖς μάλιστα τῶν αὐτομόλων ἀκώλυτον, ἐφ̓ ἅπερ ἐβούλοντο, τὴν διάβασιν̓ ἐπειδὴ καὶ τὸν βασιλέα μετὰ παντὸς αὐτοῖς ἀπαντήσαντα τοῦ στρατεύματος ᾔσθοντο, νυκτὸς οὔσης ἤδη βαθείας πῦρ ἀνακαιόμενον πολὺ θεασάμενοι, τεκμαιρόμενοί τε ὡς περὶ τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν εἴη τὸ φαινόμενον πῦρ, ἅμα δὲ καὶ παρὰ τῶν προσιόντων αὐτοῖς αὐτομόλων οὕτως ἔχειν τοῦτο μαθόντες, δρόμον ἀφῆκαν ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, ὑπὸ τοῦ πυρὸς ὁδηγούμενοι.
συναραμένων δὲ καὶ τῶν αὐτομόλων αὐτοῖς, μόνοι Ῥωμαῖοι, καὶ τῶν Αἰγυπτίων ὅσοι παρῆσαν, ἀντέστησαν. ὀλίγοι δὲ πρὸς πολλῷ πλείονας οὐκ ἀρκέσαντες ἔδωκαν μὲν τῷ βασιλεῖ φυγῆς εὐρυχωρίαν, αὐτοὶ δὲ ἅπαντες ἔπεσον ἀνδρείως μαχόμενοι καὶ τῶν βαρβάρων πλῆθος ἄπειρον ἀνελόντες.
εἰ μὲν οὖν ἐπεξῆλθον οἱ βάρβαροι τῷ προτερήματι καὶ τοὺς ἅμα τῷ βασιλεῖ φεύγοντας ἐδίωξαν, πάντως αὐτοβοεὶ πάντων ἂν ἐκράτησαν. ἐπεὶ δὲ ἀρκεσθέντες τῇ νίκῃ Μακεδονίας καὶ