Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὗ δὴ γενομένου, καὶ τῶν μὲν ἐπ̓ ἐκεῖνα τῶν δὲ ἐπὶ τάδε κατὰ τὸ βασιλέως σύνθημα προϊόντων, οἱ μὲν Αἰγύπτιοι τὴν πάροδον ἡσυχῇ ποιούμενοι διὰ τῶν πόλεων τὰ ἐν χρείᾳ τιμῆς δικαίας ὠνοῦντο, οἱ βάρβαροι δὲ σὺν οὐδενὶ κόσμῳ τῇ παρόδῳ χρώμενοι τὰ ἐπ̓ ἀγορᾶς ὡς ἐβούλοντο διετίθεσαν.

ἐπεὶ δὲ συνέδραμον εἰς τὴν Φιλαδέλφειαν, ἣ μία τῆς Λυδίας ἐστίν, οἱ μὲν Αἰγύπτιοι πολλῷ τῶν βαρβάρων ὄντες ἐλάττους εἴχοντο τῆς στρατιωτικῆς εὐταξίας, οἱ δὲ βάρβαροι πλήθει τούτους ὑπεραίροντες ἔχειν τι πλέον ἠξίουν. καὶ ἐπειδὴ τῶν ἐπ̓ ἀγορᾶς τις ὧν ἀπέδοτο δοθῆναι τιμὴν ᾔτησεν, ὁ δὲ βάρβαρος τὸ ξίφος ἐπήγαγεν, εἶτα ἀναβοήσαντος ἐπλήττετο καὶ ἄλλος βοηθῆσαι βουλόμενος, ἐλεήσαντες οἱ Αἰγύπτιοι τὸ γινόμενον ἐπιεικῶς τοῖς βαρβάροις ἀπέχεσθαι παρῄνουν τῶν τοιούτων ἀτοπημάτων: μὴ γὰρ εἶναι τοῦτο ἔργον ἀνθρώπων κατὰ Ῥωμαίων νόμους ζῆν ἐθελόντων.

οἳ δὲ κατ̓ ἐκείνων ἐχρῶντο τοῖς ξίφεσιν, ἕως ἐνδόντες οἱ Αἰγύπτιοι τῷ θυμῷ συνέπεσόν τε αὐτοῖς καὶ πλείους ἢ διακοσίους ἀνεῖλον, τοὺς μὲν πλήξαντες, τοὺς δὲ εἰς τοὺς ὑπονόμους φυγεῖν ἀναγκάσαντες κἀκεῖσε τὸν βίον ἀπολιπεῖν. ἐν μὲν οὖν τῇ Φιλαδελφείᾳ ταῦτα πράξαντες ἐπὶ τοῖς βαρβάροις Αἰγύπτιοι, καὶ πείσαντες σωφρονεῖν ὡς τῶν ἀντιστησομένων αὐτοῖς οὐκ ἐπιλειψόντων, αὐτοὶ μὲν εἴχοντο τῆς ἐπὶ τὸ πρόσω πορείας, οἱ δὲ βάρβαροι ἐπὶ τὴν Αἴγυπτον, οὗ τεταγμένον ἦν αὐτοῖς, προῄεσαν. ἡγεῖτο δ̓

186
αὐτῶν Ὁρμίσδης ὁ Πέρσης: ἦν δὲ Ὁρμίσδου παῖς τοῦ κοινωνήσαντος εἰς τὸν κατὰ Περσῶν πόλεμον Ἰουλιανῷ τῷ αὐτοκράτορι.

Τῶν δὲ Αἰγυπτίων εἰς Μακεδονίαν ἀφικομένων καὶ τοῖς αὐτόθι τάγμασι συναφθέντων, τάξις μὲν ἦν τοῖς στρατεύμασιν οὐδεμία, οὐδὲ Ῥωμαίου διάκρισις ἢ βαρβάρου, πάντες δὲ ἀναμὶξ ἀνεστρέφοντο, μηδὲ ἀπογραφῆς ἔτι τῶν ἐν τοῖς στρατιωτικοῖς ἀριθμοῖς ἀναφερομένων φυλαττομένης. ἐφεῖτο δὲ τοῖς αὐτομόλοις, ἤδη τοῖς τάγμασιν ἐγγραφεῖσιν, εἰς τὴν οἰκείαν ἐπανιέναι καὶ ἑτέρους ἐκπέμπειν ἀνθ̓ ἑαυτῶν, καὶ ὁπηνίκα ἂν αὐτοῖς δοκοίη, πάλιν ὑπὸ Ῥωμαίους στρατεύεσθαι.