Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τούτων δὲ ὄντων ἐν τούτοις, φῦλόν τι βάρβαρον τοῖς ὑπὲρ τὸν Ἴστρον Σκυθικοῖς ἔθνεσιν ἐπανέστη, πρότερον μὲν οὐκ ἐγνωσμένον, τότε δὲ ἐξαίφνης ἀναφανέν. Οὔννους δὲ τούτους ἐκάλουν, εἴτε βασιλείους αὐτοὺς ὀνομάζειν προσήκει Σκύθας, εἴτε οὓς Ἡρόδοτός φησι παροικεῖν τὸν Ἴστρον σιμοὺς καὶ ἀσθενέας ἀνθρώπους, εἴτε ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην διέβησαν: καὶ τοῦτο γὰρ εὗρον ἱστορημένον, ὡς ἐκ τῆς ὑπὸ τοῦ Τανάϊδος καταφερομένης ἰλύος ὁ Κιμμέροις ἀπογαιωθεὶς

175
Βόσπορος ἐνέδωκεν αὐτοῖς ἐκ τῆς Ἀσίας ἐπὶ τὴν Εὐρώπην πεζῇ διαβῆναι.

παρελθόντες δὲ ὅμως τοῖς ἵπποις καὶ γυναιξὶ καὶ παισὶ καὶ οἷς ἐπεφέροντο, τοῖς ὑπὲρ τὸν Ἴστρον κατῳκημένοις ἐπῄεσαν Σκύθαις, μάχην μὲν σταδίαν οὔτε δυνάμενοι τὸ παράπαν οὔτε εἰδότες ἐπαγαγεῖν ʽπῶς γὰρ οἱ μήτε εἰς γῆν πῆξαι τοὺς πόδας οἷοί τε ὄντες ἑδραίως, ἀλλ̓ ἐπὶ τῶν ἵππων καὶ διαιτώμενοι καὶ καθεύδοντεσ̓, περιελάσεσι δὲ καὶ ἐκδρομαῖς καὶ εὐκαίροις ἀναχωρήσεσιν, ἐκ τῶν ἵππων κατατοξεύοντες,

ἄπειρον τῶν Σκυθῶν εἰργάσαντο φόνον. τοῦτο συνεχῶς ποιοῦντες εἰς τοῦτο τὸ Σκυθικὸν περιέστησαν τύχης ὥστε τοὺς περιλελειμμένους:, ὧν εἶχον ἐκστάντας οἰκήσεων, ἐνδοῦναι μὲν τοῖς Οὔννοις ταύτας οἰκεῖν, αὐτοὶ δὲ φεύγοντες ἐπὶ τὴν ἀντιπέρας ὄχθην διαβῆναι τοῦ Ἴστρου, καὶ τὰς χεῖρας ἀνατείναντες ἱκετεύειν δεχθῆναι παρὰ βασιλέως, ὑπισχνεῖσθαί τε πληρώσειν ἔργον αὐτῷ συμμάχων πιστῶν καὶ βεβαίων.

τῶν δὲ τὰς ἐπὶ τοῦ Ἴστρου πόλεις φρουρεῖν τεταγμένων εἰς τὴν τοῦ βασιλεύοντος γνώμην ἀναβαλλομένων τὰ περὶ τούτου, δέχεσθαι τούτους Οὐάλης ἐπέτρεπε πρότερον ἀποθεμένους τὰ ὅπλα. τῶν δὲ ταξιάρχων, καὶ ὅσοι στρατιωτῶν ἡγεμονίαν εἶχον, διαβάντων μὲν ἐφ̓ ᾧτε ὅπλων δίχα τοὺς βαρβάρους ἐπὶ τὰ Ῥωμαίων ὅρια παραπέμψαι, μηδενὸς δὲ γενομένων ἑτέρου πλὴν γυναικῶν εὐπροσώπων ἐπιλογῆς καὶ παίδων ὡραίων εἰς αἰσχρότητα θήρας ἢ οἰκετῶν ἢ γεωργῶν κτήσεως, οἷς τισὶ μόνοις προσσχόντες τῶν ἄλλων ὅσα πρὸς κοινὸν ὄφελος ἔφερον ὑπερεῖδον, ὥστε ἀμέλει μετὰ τῶν ὅπλων ἔλαθον οἱ πλείους περαιωθέντες.